§4.66.1ἡμέρας δὲ γενομένης ὁ μὲν ἐπὶ τὸ στρατόπεδον ἀπῄει πονηρὰν καὶ ὀλέθριον ἐπιθυμίαν ἐκπεπληρωκώς, ἡ δὲ Λουκρητία δεινῶς φέρουσα τὸ συμβεβηκὸς ὡς εἶχε τάχους ἐπιβᾶσα τῆς ἀπήνης εἰς Ῥώμην ᾤχετο, μέλαιναν ἐσθῆτα περιβαλομένη καὶ ξιφίδιόν τι κρύπτουσα ὑπὸ τῇ στολῇ, οὔτε προσαγορεύουσα κατὰ τὰς συναντήσεις οὐδένα τῶν ἀσπαζομένων οὔτʼ ἀποκρινομένη τοῖς μαθεῖν βουλομένοις, ὅ τι πέπονθεν, ἀλλὰ σύννους καὶ κατηφὴς καὶ μεστοὺς ἔχουσα τοὺς ὀφθαλμοὺς δακρύων.
夜が明けると、一方の男は、邪悪で破滅的な欲望を満たし終えて、陣営へと去っていった。 しかしルクレティアは、起こったことをひどく苦にして、できる限り急いで馬車に乗り、ローマへと向かった。 黒い衣を身にまとい、衣服の下に短剣を隠し持って。 道すがら出会って挨拶してくる者の誰にも声をかけず、何があったのかを知りたがる人々にも答えようとせず、ただ物思いに沈み、うつむき、その両眼を涙でいっぱいにしていた。
§4.66.2ὡς δʼ εἰς τὴν οἰκίαν εἰσῆλθε τοῦ πατρός· ἔτυχον δὲ συγγενεῖς ὄντες τινὲς παρʼ αὐτῷ· τῶν γονάτων αὐτοῦ λαβομένη καὶ περιπεσοῦσα τέως μὲν ἔκλαιε φωνὴν οὐδεμίαν προϊεμένη, ἔπειτʼ ἀνιστάντος αὐτὴν τοῦ πατρὸς καὶ τί πέπονθεν ἀξιοῦντος λέγειν·
そして彼女が父親の家に入ったとき(たまたま何人かの親族が彼のところにいたが)、父親の膝にすがりつき、その体に泣きすがりながら、しばらくの間は一言も発することなく泣いていた。 その後、父親が彼女を立ち上がらせ、何があったのかを話すよう求めたときに、彼女は言った。
ἱκέτις ἔφη γίνομαί σου πάτερ δεινὴν καὶ ἀνήκεστον ὑπομείνασα ὕβριν, τιμωρῆσαί μοι καὶ μὴ περιιδεῖν τὴν σεαυτοῦ §4.66.3θυγατέρα θανάτου χείρονα παθοῦσαν.
「お父様、私は悲惨で取り返しのつかない屈辱を被り、あなたに哀願いたします。 私を復讐してくださるよう、そして、死よりも過酷な目に遭ったご自身の娘を放置なさらないよう」。
θαυμάσαντος δʼ αὐτοῦ καὶ τῶν ἄλλων ἁπάντων καὶ τίς ὕβρικεν αὐτὴν καὶ ποδαπὴν ὕβριν ἀξιοῦντος λέγειν·
父親と他のすべての者たちが驚き、誰が彼女を辱め、どのような辱めであったのかを話すよう求めたときに、彼女は言った。
ἀκούσῃ τὰς ἐμάς, ἔφη, συμφοράς, ὦ πάτερ, οὐκ εἰς μακράν·
「お父様、私の不幸については、間もなくお聞きになるでしょう。
χάρισαι δέ μοι ταύτην πρῶτον αἰτουμένῃ τὴν χάριν·
しかし、願い求める私に、まずこの恩恵をお与えください。
κάλεσον ὅσους δύνασαι πλείστους φίλους τε καὶ συγγενεῖς, ἵνα παρʼ ἐμοῦ τῆς τὰ δεινὰ παθούσης ἀκούσωσι καὶ μὴ παρʼ ἑτέρων.
できるだけ多くの友人や親族を呼んでください。 悲惨な目に遭った私自身から彼らが聞き、他の人々から聞くことのないように。
ὅταν δὲ μάθῃς τὰς κατασχούσας αἰσχρὰς καὶ δεινὰς ἀνάγκας, βούλευσαι μετʼ αὐτῶν, ὅντινα τιμωρήσεις ἐμοί τε καὶ σεαυτῷ τρόπον καὶ μὴ πολὺν ποίει χρόνον τὸν διὰ μέσου.
そして、私を襲った恥ずべき悲惨な強制の事態を知ったなら、私のため、そしてご自身のために、どのような方法で復讐を遂げるかを彼らとともに相談してください。 そして、その間の時間を長く引き延ばさないでください」。