§4.57.1ἠρεθισμένου δὲ τοῦ πλήθους καὶ μετὰ πολλῆς. προθυμίας πυνθανομένου, τίνες εἰσὶν οἱ μέλλοντες αὐτὸν προδιδόναι, Ἀντίστιον Πέτρωνα ὠνόμασεν, ὃς ἐν εἰρήνῃ τε πολλὰ καὶ σπουδαῖα πολιτευσάμενος καὶ στρατηγίας πολλὰς τετελεκὼς ἐπιφανέστατος ἁπάντων ἐγεγόνει·
群衆が激高し、非常に熱心に、彼を裏切ろうとしているのは誰なのかを尋ねたので、セクストゥスはアンティスティウス・ペトロンの名を挙げた。 彼は平時において多くの重要な国政に携わり、多くの将軍職を務め、誰よりも際立って高名であった人物である。
ἀπολογουμένου δὲ τοῦ ἀνδρὸς καὶ διὰ τὸ μηδὲν ἑαυτῷ συνειδέναι πᾶσαν ἐξέτασιν ὑπομένοντος ἔφη βούλεσθαι τὴν οἰκίαν αὐτοῦ διερευνῆσαι πέμψας ἑτέρους, αὐτὸς δʼ ἐπὶ τῆς ἐκκλησίας σὺν ἐκείνῳ, τέως ἂν οἱ πεμφθέντες ἔλθωσι, μένειν.
しかし、その男が弁明し、また自らにやましいところがないために、いかなる厳しい取り調べも受ける用意があるとしたので、セクストゥスは、他の者たちを派遣して彼の家を捜索させることを望み、自分自身は、派遣された者たちが戻るまで、彼とともに民会にとどまる、と言った。
§4.57.2ἔτυχε δὲ διεφθαρκὼς αὐτοῦ τῶν θεραπόντων τινὰς ἀργυρίῳ τὰς ἐπὶ τὸν ὄλεθρον τοῦ Πέτρωνος κατασκευασθείσας ἐπιστολὰς σεσημειωμένας τῇ τοῦ πατρὸς σφραγῖδι λαβόντας ἔνδον ἀποθέσθαι.
ところで彼は、あらかじめペトロンの召使たちの幾人かを金銭で買収し、ペトロンを破滅させるために作成され、彼の父の印章で封印された手紙を受け取らせて、家の中に隠し置かせていた。
ὡς δʼ οἱ πεμφθέντες ἐπὶ τὴν ἔρευναν· οὐδὲν γὰρ ἀντεῖπεν ὁ Πέτρων, ἀλλʼ ἐφῆκε τὴν οἰκίαν ἐρευνᾶν·
捜索のために派遣された者たちは(ペトロンは何ら反対せず家の捜索を許したのだが)、手紙が隠されていた場所を見つけると、民会に現れた。
εὑρόντες, ἔνθα ἦν ἀποκεκρυμμένα τὰ γράμματα, παρῆσαν εἰς τὴν ἐκκλησίαν ἄλλας τε πολλὰς φέροντες ἐπιστολὰς ἐπισεσημασμένας καὶ τὴν πρὸς τὸν Ἀντίστιον γραφεῖσαν, ἐπιγινώσκειν φήσας τὴν σφραγῖδα τοῦ πατρὸς ὁ Σέξτος ἔλυσε, καὶ τῷ γραμματεῖ δοὺς ἐκέλευσεν ἀναγινώσκειν.
彼らは封印された他の多くの手紙と、アンティスティウス宛てに書かれたあの手紙を携えていた。 セクストゥスは父の印章であることを確認したと言って封印を解き、書記に渡して朗読するように命じた。
§4.57.3ἐγέγραπτο δʼ ἐν αὐτῇ, μάλιστα μὲν ζῶντα παραδοῦναι τὸν υἱὸν αὐτῷ, ἐὰν δʼ ἀδύνατος ᾖ τοῦτο τὴν κεφαλὴν ἀποτεμόντα πέμψαι.
その手紙には次のように書かれていた。 できれば息子を生きたまま彼に引き渡すこと、もしそれが不可能ならば、首を切り落として送ること。
ταῦτα δὲ ποιήσαντι αὐτῷ τε καὶ τοῖς συλλαβομένοις τοῦ ἔργου χωρὶς τῶν ἄλλων μισθῶν, οὓς πρότερον ὑπέσχητο, πολιτείαν τε τὴν ἐν Ῥώμῃ δώσειν ἔφη καὶ εἰς τὸν τῶν πατρικίων ἀριθμὸν ἅπαντας ἐγγράψειν οἰκίας τε καὶ κλήρους καὶ §4.57.4ἄλλας δωρεὰς πολλὰς ἐπιθήσειν καὶ μεγάλας.
これを行う彼自身と、その仕事に協力した者たちに対して、以前に約束した他の報酬とは別に、ローマでの市民権を与え、全員をパトリキの数に登録し、家や割り当て地、そして他にも多くの多大な贈り物を付与する、と。
ἐφʼ οἷς ἐρεθισθέντες οἱ Γάβιοι τὸν μὲν Ἀντίστιον ἐκπεπληγότα ἐπὶ τῇ παραδόξῳ συμφορᾷ καὶ οὐδὲ φωνὴν ὑπὸ τοῦ κακοῦ ῥῆξαι δυνάμενον ἀποκτείνουσι βάλλοντες λίθοις·
これらに憤慨したガビイ人たちは、この思いがけない災難に呆然自失となり、災いのあまり声さえ発することができなくなっていたアンティスティウスを、石を投げつけて殺害した。
τὴν δὲ κατὰ τῶν ἄλλων ζήτησίν τε καὶ τιμωρίαν τῶν ταὐτὰ τῷ Πέτρωνι βουλευσαμένων ἐπέτρεψαν τῷ Σέξτῳ ποιήσασθαι.
そして、ペトロンと同じ謀略を企てていた他の者たちの捜査と処罰を、セクストゥスが行うよう委ねた。
ὁ δὲ τοῖς ἰδίοις ἑταίροις τὴν φυλακὴν ἐπιτρέψας τῶν πυλῶν, ἵνα μὴ διαφύγοιεν αὐτὸν οἱ ἐν ταῖς αἰτίαις, πέμπων ἐπὶ τὰς οἰκίας τῶν ἐπιφανεστάτων ἀνδρῶν ἀπέκτεινε πολλοὺς τῶν Γαβίων καὶ ἀγαθούς.
彼は容疑者たちが自分から逃げ出さないように、自分の仲間たちに城門の警備を委ねた上で、最も著名な男たちの家へと人を送り、ガビイの多くの優れた人々を殺害した。