§4.57.1ἠρεθισμένου δὲ τοῦ πλήθους καὶ μετὰ πολλῆς. προθυμίας πυνθανομένου, τίνες εἰσὶν οἱ μέλλοντες αὐτὸν προδιδόναι, Ἀντίστιον Πέτρωνα ὠνόμασεν, ὃς ἐν εἰρήνῃ τε πολλὰ καὶ σπουδαῖα πολιτευσάμενος καὶ στρατηγίας πολλὰς τετελεκὼς ἐπιφανέστατος ἁπάντων ἐγεγόνει·
When the multitude was excited and with great eagerness inquired who those were that were going to betray him, Sextus named Antistius Petron, who, having conducted many important affairs of state in time of peace and having held many military commands, had become the most illustrious of all.
ἀπολογουμένου δὲ τοῦ ἀνδρὸς καὶ διὰ τὸ μηδὲν ἑαυτῷ συνειδέναι πᾶσαν ἐξέτασιν ὑπομένοντος ἔφη βούλεσθαι τὴν οἰκίαν αὐτοῦ διερευνῆσαι πέμψας ἑτέρους, αὐτὸς δʼ ἐπὶ τῆς ἐκκλησίας σὺν ἐκείνῳ, τέως ἂν οἱ πεμφθέντες ἔλθωσι, μένειν.
But as the man defended himself and, being conscious of no guilt, submitted to every investigation, Sextus said that he wished to search his house by sending others, and that he himself would remain with him at the assembly until those who were sent should return.
§4.57.2ἔτυχε δὲ διεφθαρκὼς αὐτοῦ τῶν θεραπόντων τινὰς ἀργυρίῳ τὰς ἐπὶ τὸν ὄλεθρον τοῦ Πέτρωνος κατασκευασθείσας ἐπιστολὰς σεσημειωμένας τῇ τοῦ πατρὸς σφραγῖδι λαβόντας ἔνδον ἀποθέσθαι.
Now he had happened to corrupt some of Petron's servants with money to receive and hide inside the house the letters prepared for Petron's destruction, sealed with his father's signet.
ὡς δʼ οἱ πεμφθέντες ἐπὶ τὴν ἔρευναν· οὐδὲν γὰρ ἀντεῖπεν ὁ Πέτρων, ἀλλʼ ἐφῆκε τὴν οἰκίαν ἐρευνᾶν· εὑρόντες, ἔνθα ἦν ἀποκεκρυμμένα τὰ γράμματα, παρῆσαν εἰς τὴν ἐκκλησίαν ἄλλας τε πολλὰς φέροντες ἐπιστολὰς ἐπισεσημασμένας καὶ τὴν πρὸς τὸν Ἀντίστιον γραφεῖσαν, ἐπιγινώσκειν φήσας τὴν σφραγῖδα τοῦ πατρὸς ὁ Σέξτος ἔλυσε, καὶ τῷ γραμματεῖ δοὺς ἐκέλευσεν ἀναγινώσκειν.
And when those sent for the search—for Petron made no objection but permitted them to search his house—having found where the letters were hidden, returned to the assembly, bringing many other sealed letters and also the one written to Antistius, Sextus, saying that he recognized his father's seal, broke it open, and giving the letter to the scribe, ordered him to read it.
§4.57.3ἐγέγραπτο δʼ ἐν αὐτῇ, μάλιστα μὲν ζῶντα παραδοῦναι τὸν υἱὸν αὐτῷ, ἐὰν δʼ ἀδύνατος ᾖ τοῦτο τὴν κεφαλὴν ἀποτεμόντα πέμψαι.
And in it was written, preferably to deliver his son alive to him, but if that should be impossible, to cut off his head and send it.
ταῦτα δὲ ποιήσαντι αὐτῷ τε καὶ τοῖς συλλαβομένοις τοῦ ἔργου χωρὶς τῶν ἄλλων μισθῶν, οὓς πρότερον ὑπέσχητο, πολιτείαν τε τὴν ἐν Ῥώμῃ δώσειν ἔφη καὶ εἰς τὸν τῶν πατρικίων ἀριθμὸν ἅπαντας ἐγγράψειν οἰκίας τε καὶ κλήρους καὶ §4.57.4ἄλλας δωρεὰς πολλὰς ἐπιθήσειν καὶ μεγάλας.
And to him who should do this and to those who assisted in the deed, besides the other rewards which he had previously promised, he said he would give citizenship in Rome and enroll them all among the patricians, and give them houses and lands, and bestow many other great gifts.
ἐφʼ οἷς ἐρεθισθέντες οἱ Γάβιοι τὸν μὲν Ἀντίστιον ἐκπεπληγότα ἐπὶ τῇ παραδόξῳ συμφορᾷ καὶ οὐδὲ φωνὴν ὑπὸ τοῦ κακοῦ ῥῆξαι δυνάμενον ἀποκτείνουσι βάλλοντες λίθοις· τὴν δὲ κατὰ τῶν ἄλλων ζήτησίν τε καὶ τιμωρίαν τῶν ταὐτὰ τῷ Πέτρωνι βουλευσαμένων ἐπέτρεψαν τῷ Σέξτῳ ποιήσασθαι.
Exasperated by these words, the Gabians killed Antistius by throwing stones at him, while he was stunned by the unexpected calamity and unable even to utter a word because of the misfortune; and they entrusted to Sextus the investigation and punishment of the others who had planned the same things as Petron.
ὁ δὲ τοῖς ἰδίοις ἑταίροις τὴν φυλακὴν ἐπιτρέψας τῶν πυλῶν, ἵνα μὴ διαφύγοιεν αὐτὸν οἱ ἐν ταῖς αἰτίαις, πέμπων ἐπὶ τὰς οἰκίας τῶν ἐπιφανεστάτων ἀνδρῶν ἀπέκτεινε πολλοὺς τῶν Γαβίων καὶ ἀγαθούς.
But he, having committed the guarding of the gates to his own companions so that those under accusation might not escape him, sent to the houses of the most illustrious men and put to death many of the noble Gabians.