Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.57.1-4.57.4

塞克斯图斯诬陷佩特龙与清除加比显贵

第 301 段,共 962 段 · 希腊语

内容简介

塞克斯图斯将伪造的信件藏在佩特龙家中以诬陷其叛国,并在大会上予以揭露,使其被石刑处死。随后,他以调查其他同谋为借口,杀害了许多加比的显贵。

§4.57.1ἠρεθισμένου δὲ τοῦ πλήθους καὶ μετὰ πολλῆς. προθυμίας πυνθανομένου, τίνες εἰσὶν οἱ μέλλοντες αὐτὸν προδιδόναι, Ἀντίστιον Πέτρωνα ὠνόμασεν, ὃς ἐν εἰρήνῃ τε πολλὰ καὶ σπουδαῖα πολιτευσάμενος καὶ στρατηγίας πολλὰς τετελεκὼς ἐπιφανέστατος ἁπάντων ἐγεγόνει·
当民众情绪激愤、急切地询问是谁企图背叛他时,塞克斯图斯指名了安提斯提乌斯·佩特龙,此人在和平时期曾参与过许多重大的国政,担任过许多将领职务,是所有人中最显赫的人物。
ἀπολογουμένου δὲ τοῦ ἀνδρὸς καὶ διὰ τὸ μηδὲν ἑαυτῷ συνειδέναι πᾶσαν ἐξέτασιν ὑπομένοντος ἔφη βούλεσθαι τὴν οἰκίαν αὐτοῦ διερευνῆσαι πέμψας ἑτέρους, αὐτὸς δʼ ἐπὶ τῆς ἐκκλησίας σὺν ἐκείνῳ, τέως ἂν οἱ πεμφθέντες ἔλθωσι, μένειν.
但由于该人进行自辩,且因问心无愧而愿意接受任何审查,塞克斯图斯便称,他希望派遣其他人去搜查其住宅,而他自己则与佩特龙一同留在公民大会上,直到被派去的人返回。
§4.57.2ἔτυχε δὲ διεφθαρκὼς αὐτοῦ τῶν θεραπόντων τινὰς ἀργυρίῳ τὰς ἐπὶ τὸν ὄλεθρον τοῦ Πέτρωνος κατασκευασθείσας ἐπιστολὰς σεσημειωμένας τῇ τοῦ πατρὸς σφραγῖδι λαβόντας ἔνδον ἀποθέσθαι.
而他当时恰好已用金钱收买了佩特龙的一些仆人,让他们收下为了陷害佩特龙而伪造的、盖有他父亲印章的信件,并藏在屋里。
ὡς δʼ οἱ πεμφθέντες ἐπὶ τὴν ἔρευναν· οὐδὲν γὰρ ἀντεῖπεν ὁ Πέτρων, ἀλλʼ ἐφῆκε τὴν οἰκίαν ἐρευνᾶν· εὑρόντες, ἔνθα ἦν ἀποκεκρυμμένα τὰ γράμματα, παρῆσαν εἰς τὴν ἐκκλησίαν ἄλλας τε πολλὰς φέροντες ἐπιστολὰς ἐπισεσημασμένας καὶ τὴν πρὸς τὸν Ἀντίστιον γραφεῖσαν, ἐπιγινώσκειν φήσας τὴν σφραγῖδα τοῦ πατρὸς ὁ Σέξτος ἔλυσε, καὶ τῷ γραμματεῖ δοὺς ἐκέλευσεν ἀναγινώσκειν.
当那些被派去搜查的人——因为佩特龙毫无异议,允许他们搜查住宅——在发现藏信的地方后,回到了公民大会,带回了许多其他盖有印章的信件以及写给安提斯提乌斯的那封信,塞克斯图斯声称认出了父亲的印章,便拆开信封,交给书记官并命令他宣读。
§4.57.3ἐγέγραπτο δʼ ἐν αὐτῇ, μάλιστα μὲν ζῶντα παραδοῦναι τὸν υἱὸν αὐτῷ, ἐὰν δʼ ἀδύνατος ᾖ τοῦτο τὴν κεφαλὴν ἀποτεμόντα πέμψαι.
信中写道,最好是将他的儿子活着交给大塔克文,如果不可能,就砍下他的头送去。
ταῦτα δὲ ποιήσαντι αὐτῷ τε καὶ τοῖς συλλαβομένοις τοῦ ἔργου χωρὶς τῶν ἄλλων μισθῶν, οὓς πρότερον ὑπέσχητο, πολιτείαν τε τὴν ἐν Ῥώμῃ δώσειν ἔφη καὶ εἰς τὸν τῶν πατρικίων ἀριθμὸν ἅπαντας ἐγγράψειν οἰκίας τε καὶ κλήρους καὶ §4.57.4ἄλλας δωρεὰς πολλὰς ἐπιθήσειν καὶ μεγάλας.
而对于完成此事的人以及协助此项工作的人,除了先前承诺的其他报酬外,他还表示将给予罗马的公民权,并将所有人列入贵族(帕特里基)之列,赠予房屋、土地以及授予许多其他重大的赏赐。
ἐφʼ οἷς ἐρεθισθέντες οἱ Γάβιοι τὸν μὲν Ἀντίστιον ἐκπεπληγότα ἐπὶ τῇ παραδόξῳ συμφορᾷ καὶ οὐδὲ φωνὴν ὑπὸ τοῦ κακοῦ ῥῆξαι δυνάμενον ἀποκτείνουσι βάλλοντες λίθοις· τὴν δὲ κατὰ τῶν ἄλλων ζήτησίν τε καὶ τιμωρίαν τῶν ταὐτὰ τῷ Πέτρωνι βουλευσαμένων ἐπέτρεψαν τῷ Σέξτῳ ποιήσασθαι.
加比人因这些内容而大为愤慨,用石头砸死了安提斯提乌斯,而安提斯提乌斯因这突如其来的灾祸而目瞪口呆,甚至因祸从天降而无法发出声音;他们随即将调查和惩罚其他与佩特龙共谋之人的权力交给了塞克斯图斯。
ὁ δὲ τοῖς ἰδίοις ἑταίροις τὴν φυλακὴν ἐπιτρέψας τῶν πυλῶν, ἵνα μὴ διαφύγοιεν αὐτὸν οἱ ἐν ταῖς αἰτίαις, πέμπων ἐπὶ τὰς οἰκίας τῶν ἐπιφανεστάτων ἀνδρῶν ἀπέκτεινε πολλοὺς τῶν Γαβίων καὶ ἀγαθούς.
而塞克斯图斯将城门的看守委托给自己的亲信,以防被指控的人逃脱,接着派人前往最显赫人士的住宅,杀害了许多优秀的加比人。

词汇与语法注释

  1. 4.57.2ἔτυχε δὲ διεφθαρκὼς αὐτοῦ τῶν θεραπόντων τινὰς ἀργυρίῳ τὰς ἐπὶ τὸν ὄλεθρον τοῦ Πέτρωνος κατασκευασθείσας ἐπιστολὰς σεσημειωμένας τῇ τοῦ πατρὸς σφραγῖδι λαβόντας ἔνδον ἀποθέσθαι. — 动词 `ἔτυχε`(`τυγχάνω`,“预先做某事”)接现在完成时分词 `διεφθαρκὼς`(`διαφθείρω`,“收买”)。该分词进一步支配一个“宾格加不定式”结构,其中 `τινὰς`(伴随分词 `λαβόντας`)作为不定式 `ἀποθέσθαι`(“收下并藏在里面”)的逻辑主语。这形成了双重从属结构:“他预先用金钱收买了佩特龙的一些仆人,让他们收下信件并藏在屋里。”
  2. 4.57.3ταῦτα δὲ ποιήσαντι αὐτῷ τε καὶ τοῖς συλλαβομένοις τοῦ ἔργου — 与格词 `ποιήσαντι` 和 `τοῖς συλλαβομένοις` 作为后文不定式 `δώσειν`(“给予”)和 `ἐγγράψειν`(“登记”)的间接宾语。尽管它们位于句首,但它们实际上属于受 `ἔφη` 支配的“宾格加不定式”结构的一部分,即“(大塔克文)声称将给予完成此事及协助此事的他……”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.57.1-4.57.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.57.1-4.57.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。