§4.58.1ἐν ᾧ δὲ ταῦτʼ ἐπράττετο, θορύβου κατὰ τὴν πόλιν ὄντος ὡς ἐπὶ τοσούτῳ κακῷ μαθὼν τὰ γινόμενα διὰ γραμμάτων ὁ Ταρκύνιος παρῆν ἄγων τὴν δύναμιν καὶ περὶ μέσον νυκτὸς ἀγχοῦ τῆς πόλεως γενόμενος ἀνοιχθεισῶν τῶν πυλῶν ὑπὸ τῶν ἐπὶ τοῦτο παρεσκευασμένων εἰσελθὼν δίχα πόνου κύριος ἐγεγόνει τῆς πόλεως.
これらのことが行われている間に、町の中にはこれほど大きな災いに対するものとして騒動が起きていたが、手紙によって何が起きているかを知ったタルクィニウスは軍勢を率いて現れ、夜中頃に町の近くに達すると、このためにあらかじめ用意されていた者たちによって門が開けられ、労せずして入り、町を掌握した。
§4.58.2ὡς δʼ ἐγνώσθη τὸ πάθος ἁπάντων κατοδυρομένων ἑαυτοὺς οἵα πείσονται, σφαγάς τε καὶ ἀνδραποδισμοὺς καὶ πάντα ὅσα καταλαμβάνει δεινὰ τοὺς ὑπὸ τυράννων ἁλόντας προσδοκώντων, εἰ δὲ τὰ κράτιστα πράξειαν, δουλείας τε καὶ χρημάτων ἀφαιρέσεις καὶ τὰ ὅμοια τούτοις κατεψηφικότων, οὐδὲν ὁ Ταρκύνιος ὧν προσεδόκων τε καὶ ἐδεδοίκεσαν καίτοι πικρὸς ὀργὴν καὶ περὶ τὰς τιμωρίας τῶν ἐχθρῶν ἀπαραίτητος ὢν ἔδρασεν.
しかし、その惨状が知れ渡ると、全員が自分たちが被るであろう運命を嘆き悲しみ、虐殺や奴隷化、そして僭主たちによって捕らえられた者たちを襲うあらゆる恐ろしい災難を予期し、もし最善の場合であっても、奴隷状態や財産の没収およびこれらに類する事柄が自分たちに宣告されていると覚悟する中で、タルクィニウスは、彼らが予期し恐れていたことの何一つとして行わなかった。 たとえ彼が怒りにおいて容赦なく、敵に対する処罰において情け容赦のない人物であったとしても、である。
§4.58.3οὔτε γὰρ ἀπέκτεινεν οὐδένα Γαβίων οὔτʼ ἐξήλασε τῆς πόλεως οὔτʼ εἰς ἀτιμίαν ἢ χρημάτων ἀφαίρεσιν ἐζημίωσε, συγκαλέσας δʼ εἰς ἐκκλησίαν τὸ πλῆθος καὶ βασιλικὸν ἐκ τυραννικοῦ τρόπου μεταλαβὼν τήν τε πόλιν αὐτοῖς ἔφη τὴν ἰδίαν ἀποδιδόναι καὶ τὰς οὐσίας, ἃς ἔχουσι, συγχωρεῖν καὶ σὺν τούτοις τὴν Ῥωμαίων ἰσοπολιτείαν ἅπασι χαρίζεσθαι, οὐ διʼ εὔνοιαν τὴν πρὸς τοὺς Γαβίους, ἀλλʼ ἵνα τὴν Ῥωμαίων ἡγεμονίαν ἐγκρατέστερον κατέχῃ ταῦτα πράττων·
というのは、彼はガビイ人の誰をも殺さず、町から追放もせず、市民権剥奪や財産没収で罰することもなかったからである。 彼は群衆を民会に召集し、またその態度を僭主的なものから王のようなものへと改めると、彼らに彼ら自身の町を返還し、彼らが所有している財産を保持することを認め、これらに加えて、全員にローマとの対等な市民権を無償で与えると言った。 それはガビイ人に対する好意からではなく、このように行動することで、ローマの支配権をより強固に維持するためであった。
κρατίστην ἡγούμενος ἔσεσθαι φυλακὴν ἑαυτοῦ τε καὶ τῶν παίδων τὴν ἐκ τῶν παρʼ ἐλπίδας σεσωσμένων καὶ τὰ ἴδια πάντα κεκομισμένων πίστιν.
なぜなら、予想に反して救われ、自らの財産をすべて取り戻した人々から得られる忠誠心こそが、自分自身と自らの子供たちのための最も強固な守りになるであろうと考えたからである。
§4.58.4καὶ ἵνα μηδὲν αὐτοῖς ἔτι δεῖμα περὶ τοῦ μέλλοντος ὑπάρχῃ χρόνου μηδʼ ἐνδοιάζωσιν, εἰ βέβαια ταῦτα σφίσι διαμενεῖ, γράψας ἐφʼ οἷς ἔσονται δικαίοις φίλοι, τὰ περὶ τούτων ὅρκια συνετέλεσεν ἐπὶ τῆς ἐκκλησίας παραχρῆμα καὶ διωμόσατο κατὰ τῶν σφαγίων.
また、彼らに将来についていかなる恐怖ももはや残らず、これらのことが彼らにとって確実かつ永続するものであるかどうかを疑わずに済むように、いかなる条件のもとで彼らが同盟者となるかを書き記した上で、民会において直ちにそれらに関する誓約を取り結び、犠牲獣にかけて厳かに誓った。
τούτων ἐστὶ τῶν ὁρκίων μνημεῖον ἐν Ῥώμῃ κείμενον ἐν ἱερῷ Διὸς Πιστίου, ὃν Ῥωμαῖοι Σάγκον καλοῦσιν, ἀσπὶς ξυλίνη βύρσῃ βοείᾳ περίτονος τοῦ σφαγιασθέντος ἐπὶ τῶν ὁρκίων τότε βοός, γράμμασιν ἀρχαϊκοῖς ἐπιγεγραμμένη τὰς γενομένας αὐτοῖς ὁμολογίας.
これらの誓約の記念碑がローマにあり、ローマ人がサンクスと呼ぶディウス・フィディウスの神殿に置かれている。 それは、当時その誓約に際して犠牲に供された牛の皮を張った木製の盾であり、彼らの間でなされた合意が、古風な文字で刻まれている。
ταῦτα πράξας καὶ βασιλέα τῶν Γαβίων τὸν υἱὸν Σέξτον ἀποδείξας ἀπῆγε τὴν δύναμιν.
これらのことを行い、また息子のセクストゥスをガビイの王に任命すると、彼は軍勢を引き揚げさせた。
ὁ μὲν δὴ πρὸς Γαβίους πόλεμος τοιούτου τέλους ἔτυχεν.
こうして、ガビイに対する戦争はこのような結末を迎えた。