Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §4.52.1-4.52.3

サビニ人の完全な服属とウォルスキ遠征

296 / 962 箇所 · ギリシア語

要旨

タルクィニウスはフィデネのサビニ軍を急襲して降伏させ、サビニ全体を服属させてローマに凱旋する。その後、彼はウォルスキ人への遠征を重ねるが、隣国との長期にわたる過酷な戦争が始まる。

§4.52.1ὡς δʼ ἡ πρώτη πεῖρα τῷ Ταρκυνίῳ κατὰ νοῦν ἐχώρησεν, ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐπὶ τοὺς ἐν Φιδήνῃ ἐστρατοπεδευκότας τῶν Σαβίνων, οἷς οὔπω δῆλος ἦν ὁ τῶν σφετέρων ὄλεθρος.
タルクィニウスの最初の企てが意図通りに進むと、彼は軍勢を率いて、フィデネに陣を張っていたサビニ人のもとへやって来たが、彼らには自分たちの味方の破滅がまだ明らかではなかった。
ἔτυχον δὲ κἀκεῖνοι προεξεληλυθότες ἐκ τοῦ χάρακος καὶ ἤδη ὄντες ἐν ὁδῷ·
ちょうど彼らもまた、あらかじめ陣地から出発して、すでに途上にあった。
ὡς δὴ πλησίον ἐγένοντο καὶ εἶδον ἐπὶ δορατίων ἀναπεπηγυίας τὰς κεφαλὰς τῶν σφετέρων ἡγεμόνων· προὔτεινον γὰρ αὐτὰς οἱ Ῥωμαῖοι καταπλήξεως τῶν πολεμίων ἕνεκα· μαθόντες, ὅτι διέφθαρται τὸ ἕτερον αὐτῶν στράτευμα, οὐδὲν ἔτι ἀπεδείξαντο γενναῖον ἔργον, ἀλλʼ εἰς ἱκεσίας καὶ δεήσεις τραπόμενοι παρέδοσαν ἑαυτούς.
そして、彼らが近づき、槍の先に自分たちの指揮官たちの首が突き刺さっているのを見たとき―― というのも、ローマ人たちは敵を威嚇するためにそれらを差し出していたのである――自分たちのもう一方の軍勢が全滅したことを知ると、もはやいかなる勇敢な行動も示さず、哀願と嘆願に転じて、自分たちを引き渡した。
§4.52.2οὕτω δʼ αἰσχρῶς καὶ κακῶς ἀμφοτέρων τῶν στρατοπέδων ἀναρπασθέντων εἰς στενὰς ἐλπίδας οἱ Σαβῖνοι κατακεκλεισμένοι καὶ περὶ τῶν πόλεων, μὴ ἐξ ἐφόδου καταληφθῶσι, δεδιότες ὑπὲρ εἰρήνης διεπρεσβεύοντο παραδιδόντες σφᾶς αὐτοὺς ὑπηκόους εἶναι Ταρκυνίου καὶ φόρου τὸ λοιπὸν ὑποτελεῖς.
このように両方の軍勢が不名誉にも無残に撃破されたので、サビニ人たちは絶望的な状況に追い込まれ、また自分たちの都市が急襲によって奪われるのではないかと恐れて、和平を求めて使節を送り、自分たち自身をタルクィニウスの臣下とし、今後は貢納を支払う者として引き渡した。
σπεισάμενος δὴ πρὸς αὐτοὺς τὸν πόλεμον καὶ ἐπὶ ταῖς αὐταῖς συνθήκαις παραλαβὼν τὰς πόλεις ἐπὶ Σύεσσαν ᾤχετο.
そこで彼らと条約を結び、同じ条件のもとでそれらの都市を接収すると、彼はスエッサへと向かった。
ἐκεῖθεν δὲ τήν τε καταλειφθεῖσαν δύναμιν καὶ τὰ λάφυρα καὶ τὴν ἄλλην ἀποσκευὴν ἀναλαβὼν εἰς Ῥώμην ἀπῄει πλουτοῦσαν τὴν στρατιὰν ἀπάγων.
そこから、残されていた軍勢と戦利品とその他の手荷物を引き連れて、兵士たちを富ませつつローマへと帰還した。
§4.52.3ἐποιήσατο δὲ καὶ μετὰ ταῦτα πολλὰς ἐξόδους ἐπὶ τὴν Οὐολούσκων χώραν τοτὲ μὲν ἁπάσῃ τῇ δυνάμει, τότε δὲ μέρει τινί, καὶ λείας πολλῆς ἐγένετο κύριος.
その後も、彼はウォルスキ人の領土に対して、ある時は全軍をもって、またある時はその一部をもって、何度も遠征を行い、多くの略奪品を手に入れた。
ἤδη δὲ τῶν πλείστων αὐτῷ κατὰ νοῦν χωρούντων πόλεμος ἐκ τῶν ὁμόρων ἀνέστη χρόνῳ τε μακρός·
彼の計画の大部分が意図通りに進んでいた時、隣国との間に、期間としても長い戦争が起こった。
ἔτη γὰρ ἑπτὰ συνεχῶς ἐπολεμήθη·
というのも、それは7年間絶え間なく戦われたからである。
καὶ παθήμασι χαλεποῖς καὶ ἀπροσδοκήτοις μέγας.
そして、その戦争は過酷で予期せぬ苦難を伴う、大規模なものであった。
ἀφʼ ὧν δʼ αἰτιῶν ἤρξατο καὶ τελευτῆς ὁποίας ἔτυχεν, ἐπειδὴ δολίῳ τʼ ἀπάτῃ καὶ στρατηγήματι παραδόξῳ κατειργάσθη, διʼ ὀλίγων ἐρῶ.
それがどのような原因から始まり、いかなる結末を迎えたのか、それは狡猾な欺瞞と意表を突く奇策によって決着を見たのであるが、手短に語ることにしよう。

語釈・文法注

  1. 769ὡς δʼ ἡ πρώτη πεῖρα... ὡς δὴ πλησίον ἐγένοντο καὶ εἶδον ... μαθόντες ... οὐδὲν ἔτι ἀπεδείξαντο — ὡς 節(「彼らが近づき、〜を見たとき」)の後に γάρ 節が挿入され、さらに主節の主語に係る分詞 μαθόντες(「知ると」)が続く。このため、ὡς 節に対応する明確な主節の動詞を欠く構文上のねじれ(anacoluthon)が生じており、実質的には後続の ἀπεδείξαντο が全体の主動詞として機能している。
  2. 4.52.2εἰς στενὰς ἐλπίδας — 直訳すると「狭い希望の中に」となり、「絶望的な状況」や「極めて厳しい窮地」を意味する比喩的表現。
  3. p.v.2p.91ἀφʼ ὧν δʼ αἰτιῶν ἤρξατο καὶ τελευτῆς ὁποίας ἔτυχεν — 後続の動詞 ἐρῶ(「私は語るだろう」)の目的語となる間接疑問節である。本来は αἰτιῶν が先行詞、ὧν が関係詞、および τελευτῆς が先行詞、ὁποίας が関係詞であるが、先行詞が関係(疑問)詞の中に引き込まれている(先行詞の引入れ)。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §4.52.1-4.52.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.52.1-4.52.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。