§4.52.1ὡς δʼ ἡ πρώτη πεῖρα τῷ Ταρκυνίῳ κατὰ νοῦν ἐχώρησεν, ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐπὶ τοὺς ἐν Φιδήνῃ ἐστρατοπεδευκότας τῶν Σαβίνων, οἷς οὔπω δῆλος ἦν ὁ τῶν σφετέρων ὄλεθρος.
当塔克文的第一步尝试如愿成功后,他带领军队来到了在斐德奈安营扎寨的萨宾人那里,这些人还不知道自己同胞的覆灭。
ἔτυχον δὲ κἀκεῖνοι προεξεληλυθότες ἐκ τοῦ χάρακος καὶ ἤδη ὄντες ἐν ὁδῷ·
他们碰巧也已经走出了营垒,已经在路上了。
ὡς δὴ πλησίον ἐγένοντο καὶ εἶδον ἐπὶ δορατίων ἀναπεπηγυίας τὰς κεφαλὰς τῶν σφετέρων ἡγεμόνων· προὔτεινον γὰρ αὐτὰς οἱ Ῥωμαῖοι καταπλήξεως τῶν πολεμίων ἕνεκα· μαθόντες, ὅτι διέφθαρται τὸ ἕτερον αὐτῶν στράτευμα, οὐδὲν ἔτι ἀπεδείξαντο γενναῖον ἔργον, ἀλλʼ εἰς ἱκεσίας καὶ δεήσεις τραπόμενοι παρέδοσαν ἑαυτούς.
当他们走近并看到自己指挥官的首级被插在枪尖上时—— 因为罗马人为了震慑敌人而将这些首级展示出来——得知他们的另一支军队已被消灭,他们便不再表现出任何英勇之举,而是转向哀求与投降,交出了自己。
§4.52.2οὕτω δʼ αἰσχρῶς καὶ κακῶς ἀμφοτέρων τῶν στρατοπέδων ἀναρπασθέντων εἰς στενὰς ἐλπίδας οἱ Σαβῖνοι κατακεκλεισμένοι καὶ περὶ τῶν πόλεων, μὴ ἐξ ἐφόδου καταληφθῶσι, δεδιότες ὑπὲρ εἰρήνης διεπρεσβεύοντο παραδιδόντες σφᾶς αὐτοὺς ὑπηκόους εἶναι Ταρκυνίου καὶ φόρου τὸ λοιπὸν ὑποτελεῖς.
在两支军队都如此可耻而惨痛地覆灭之后,萨宾人陷入了绝境,并担心自己的城市会被顺势攻占,于是派遣使者前来求和,甘愿臣服于塔克文,并在今后缴纳贡税。
σπεισάμενος δὴ πρὸς αὐτοὺς τὸν πόλεμον καὶ ἐπὶ ταῖς αὐταῖς συνθήκαις παραλαβὼν τὰς πόλεις ἐπὶ Σύεσσαν ᾤχετο.
在与他们结盟、并按相同条件接管其城市后,他前往苏埃萨。
ἐκεῖθεν δὲ τήν τε καταλειφθεῖσαν δύναμιν καὶ τὰ λάφυρα καὶ τὴν ἄλλην ἀποσκευὴν ἀναλαβὼν εἰς Ῥώμην ἀπῄει πλουτοῦσαν τὴν στρατιὰν ἀπάγων.
从那里,他带上留守的军队、战利品和其余随行行装,返回了罗马,带回了一支腰缠万贯的军队。
§4.52.3ἐποιήσατο δὲ καὶ μετὰ ταῦτα πολλὰς ἐξόδους ἐπὶ τὴν Οὐολούσκων χώραν τοτὲ μὲν ἁπάσῃ τῇ δυνάμει, τότε δὲ μέρει τινί, καὶ λείας πολλῆς ἐγένετο κύριος.
在此之后,他还多次向沃尔斯奇人的领地发起远征,有时使用全军,有时使用一部分兵力,并获取了大量战利品。
ἤδη δὲ τῶν πλείστων αὐτῷ κατὰ νοῦν χωρούντων πόλεμος ἐκ τῶν ὁμόρων ἀνέστη χρόνῳ τε μακρός· ἔτη γὰρ ἑπτὰ συνεχῶς ἐπολεμήθη· καὶ παθήμασι χαλεποῖς καὶ ἀπροσδοκήτοις μέγας.
正当他的大多数计划都如愿进行时,与邻国之间爆发了一场在时间上持久的战争——因为这场战争连续打了七年——并且由于严酷而意想不到的苦难而变得规模巨大。
ἀφʼ ὧν δʼ αἰτιῶν ἤρξατο καὶ τελευτῆς ὁποίας ἔτυχεν, ἐπειδὴ δολίῳ τʼ ἀπάτῃ καὶ στρατηγήματι παραδόξῳ κατειργάσθη, διʼ ὀλίγων ἐρῶ.
至于这场战争起于何种原因,以及迎来了怎样的结局,既然它是通过狡猾的欺诈和意想不到的策略而结束的,我将用简短的话语予以叙述。