§4.51.1ἔτι δʼ ἐν τῇ Συέσσῃ διατρίβοντος αὐτοῦ παρῆν τις ἀγγέλλων, ὅτι Σαβίνων ἡ κρατίστη νεότης ἐξελήλυθε καὶ δυσὶ μεγάλοις στρατεύμασιν εἰς τὴν Ῥωμαίων ἐμβαλοῦσα λεηλατεῖ τοὺς ἀγρούς, ἡ μὲν Ἠρήτου πλησίον θεμένη τὸν χάρακα, ἡ δὲ περὶ Φιδήνην·
彼がまだスエッサに滞在しているとき、サビニ人の最も精強な若者たちが兵を起こし、二つの大軍をもってローマ人の領土に侵入し、田野を略奪している、という報告をもたらす者がやって来た。
καὶ εἰ μή τις αὐτοῖς δύναμις ἐναντιωθήσεται, πάντα οἰχήσεται τἀκεῖ.
一方の軍はエレトゥムの近くに陣を構え、他方はフィデネの周辺に陣を構えており、もし何らかの軍勢が彼らに立ち向かわなければ、あそこのすべてのものは失われてしまうだろう、というのであった。
§4.51.2ὡς δὲ ταῦτʼ ἤκουσεν, ἐν μὲν τῇ Συέσσῃ βραχύ τι καταλείπει μέρος τῆς στρατιᾶς τά τε λάφυρα καὶ τὴν ἀποσκευὴν φυλάττειν παρακελευσάμενος, τὴν δʼ ἄλλην δύναμιν εὔζωνον ἀναλαβὼν ἦγεν ἐπὶ τοὺς πρὸς Ἠρήτῳ κατεστρατοπεδευκότας καὶ τίθεται τὸν χάρακα μετέωρον ὀλίγον τὸ μεταξὺ χωρίον καταλιπών.
これを聞くと、彼はスエッサに軍勢のわずかな一部分を残し、戦利品と手荷物を守るよう命じ、残りの軍勢を軽装にして率い、エレトゥムの近くに陣を張っている者たちに対して進軍し、その間の土地をわずかに残して、高台に陣を構えた。
δόξαν δὲ τοῖς ἡγεμόσι τῶν Σαβίνων μάχην ἕωθεν τίθεσθαι μεταπεμψαμένοις τὸ ἐν Φιδήνῃ στράτευμα, μαθὼν τὴν διάνοιαν αὐτῶν ὁ Ταρκύνιος·
サビニ人の指揮官たちがフィデネの軍勢を呼び寄せて夜明けに戦闘を交えることを決定したとき、タルクィニウスはその意図を知った。
ἑάλω γὰρ ὁ τὰ γράμματα κομίζων παρὰ τῶν αὐτόθεν ἡγεμόνων πρὸς τοὺς ἐκεῖ·
というのも、現地の指揮官たちからあそこの指揮官たちへと手紙を運んでいた者が捕まったからである。
σοφίᾳ πρὸς τὸ συμβὰν ἀπὸ τύχης ἐχρήσατο τοιᾷδε.
彼は偶然の出来事に対して、次のような奇策を用いた。
§4.51.3νείμας τὴν δύναμιν διχῇ τὴν μὲν ἑτέραν ὑπὸ νύκτα πέμπει λαθὼν τοὺς πολεμίους ἐπὶ τὴν φέρουσαν ἀπὸ Φιδήνης ὁδόν, τὴν δʼ ἑτέραν ἅμα τῷ λαμπρὰν ἡμέραν γενέσθαι συντάξας προῆγεν ἐκ τοῦ χάρακος ὡς εἰς μάχην·
彼は軍勢を二つに分け、その一方を、敵に気づかれないように夜のうちにフィデネからの道へと派遣し、もう一方の部隊は、夜がすっかり明けると同時に整列させ、戦闘に向かうかのように陣から前進させた。
καὶ οἱ Σαβῖνοι τεθαρρηκότες ἀντεπεξῄεσαν τούς τε πολεμίους οὐ πολλοὺς ὁρῶντες καὶ τὴν ἑαυτῶν δύναμιν τὴν ἀπὸ Φιδήνης ὅσον οὔπω παρέσεσθαι νομίζοντες.
サビニ人たちは意気揚々と立ち向かって出てきた。 敵の数が多くないのを見て、またフィデネからの自分たちの軍勢が今にも到着するだろうと考えていたからである。
οὗτοι μὲν δὴ καταστάντες ἐμάχοντο, καὶ ἦν ἰσόρροπος αὐτοῖς ἐπὶ πολὺν χρόνον ὁ ἀγών·
こうして彼らは対峙して戦い、彼らの戦いは長い間互角であった。
οἱ δὲ προαποσταλέντες ὑπὸ τοῦ Ταρκυνίου νύκτωρ ὑποστρέψαντες ἐκ τῆς ὁδοῦ καὶ γενόμενοι κατὰ νώτου τῶν Σαβίνων ἐπῄεσαν.
一方、夜のうちにタルクィニウスによってあらかじめ派遣されていた者たちは、道から引き返してサビニ人の背後に回り、襲いかかった。
§4.51.4τούτους ἰδόντες οἱ Σαβῖνοι καὶ γνωρίσαντες ἐκ τῶν ὅπλων καὶ ἀπὸ τῶν σημείων ἐξέστησαν τῶν λογισμῶν καὶ τὰ ὅπλα ῥίψαντες ἐπειρῶντο σώζειν ἑαυτούς.
彼らを見て、その武器や軍旗から彼らが敵であると見分けると、サビニ人たちは我を失い、武器を投げ捨てて身を救おうとした。
ἦν δʼ ἄπορος ἡ σωτηρία τοῖς πολλοῖς περιεχομένοις κύκλῳ ὑπʼ ἐχθρῶν, καὶ τῶν Ῥωμαίων ἡ ἵππος ἐπικειμένη πανταχόθεν αὐτοὺς ἀπέκλειεν·
しかし、敵によって周囲を包囲されていた大多数の者にとって救いは絶望的であり、ローマの騎兵が四方から迫って彼らを遮断した。
ὥστʼ ὀλίγοι μέν τινες ἔφθησαν τὰ δεινὰ ὑπεκδύντες, οἱ δὲ πλείους κατεκόπησαν ὑπὸ τῶν πολεμίων ἢ παρέδοσαν ἑαυτούς.
そのため、わずかな者たちだけが辛うじて難を逃れたが、大部分は敵によって斬り殺されるか、あるいは降伏した。
ἀντέσχον δʼ οὐδʼ οἱ καταλειφθέντες ἐπὶ τοῦ χάρακος, ἀλλὰ καὶ τὸ ἔρυμα ἑάλω τῇ πρώτῃ ἐφόδῳ·
陣地に残されていた者たちも持ちこたえられず、その砦も最初の突撃で陥落した。
ἔνθα σὺν τοῖς ἰδίοις τῶν Σαβίνων χρήμασι καὶ τὰ Ῥωμαίων ἅπαντα σὺν πολλοῖς αἰχμαλώτοις ἔτι ἀκέραια ὄντα τοῖς ἀπολωλεκόσιν ἀνεσώθη.
そこでは、サビニ人自身の財産とともに、ローマ人のすべての財産が、多くの捕虜とともに、まだ無傷のままで、それらを失っていた者たちに取り戻された。