§4.52.1ὡς δʼ ἡ πρώτη πεῖρα τῷ Ταρκυνίῳ κατὰ νοῦν ἐχώρησεν, ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐπὶ τοὺς ἐν Φιδήνῃ ἐστρατοπεδευκότας τῶν Σαβίνων, οἷς οὔπω δῆλος ἦν ὁ τῶν σφετέρων ὄλεθρος.
When Tarquinius' first attempt succeeded according to his mind, he took his force and came against those of the Sabines who were encamped at Fidenae, to whom the destruction of their own men was not yet known.
ἔτυχον δὲ κἀκεῖνοι προεξεληλυθότες ἐκ τοῦ χάρακος καὶ ἤδη ὄντες ἐν ὁδῷ· ὡς δὴ πλησίον ἐγένοντο καὶ εἶδον ἐπὶ δορατίων ἀναπεπηγυίας τὰς κεφαλὰς τῶν σφετέρων ἡγεμόνων· προὔτεινον γὰρ αὐτὰς οἱ Ῥωμαῖοι καταπλήξεως τῶν πολεμίων ἕνεκα· μαθόντες, ὅτι διέφθαρται τὸ ἕτερον αὐτῶν στράτευμα, οὐδὲν ἔτι ἀπεδείξαντο γενναῖον ἔργον, ἀλλʼ εἰς ἱκεσίας καὶ δεήσεις τραπόμενοι παρέδοσαν ἑαυτούς.
These also, as it happened, had already marched out of their camp and were already on the road; and when they came near and saw the heads of their commanders fixed upon spears— for the Romans held them out in order to strike terror into the enemy—learning that their other army had been destroyed, they no longer displayed any brave deed, but turning to entreaties and supplications, surrendered themselves.
§4.52.2οὕτω δʼ αἰσχρῶς καὶ κακῶς ἀμφοτέρων τῶν στρατοπέδων ἀναρπασθέντων εἰς στενὰς ἐλπίδας οἱ Σαβῖνοι κατακεκλεισμένοι καὶ περὶ τῶν πόλεων, μὴ ἐξ ἐφόδου καταληφθῶσι, δεδιότες ὑπὲρ εἰρήνης διεπρεσβεύοντο παραδιδόντες σφᾶς αὐτοὺς ὑπηκόους εἶναι Ταρκυνίου καὶ φόρου τὸ λοιπὸν ὑποτελεῖς.
Both their armies having been thus shamefully and miserably destroyed, the Sabines, reduced to narrow hopes and fearing for their cities, lest they should be taken by assault, sent ambassadors to treat for peace, delivering themselves up to be subjects of Tarquinius and to pay tribute for the future.
σπεισάμενος δὴ πρὸς αὐτοὺς τὸν πόλεμον καὶ ἐπὶ ταῖς αὐταῖς συνθήκαις παραλαβὼν τὰς πόλεις ἐπὶ Σύεσσαν ᾤχετο.
Having made a treaty with them and received their cities upon these terms, he departed for Suessa.
ἐκεῖθεν δὲ τήν τε καταλειφθεῖσαν δύναμιν καὶ τὰ λάφυρα καὶ τὴν ἄλλην ἀποσκευὴν ἀναλαβὼν εἰς Ῥώμην ἀπῄει πλουτοῦσαν τὴν στρατιὰν ἀπάγων.
From there, taking the force that had been left behind, the booty, and the rest of the baggage, he returned to Rome, leading back an army that had become rich.
§4.52.3ἐποιήσατο δὲ καὶ μετὰ ταῦτα πολλὰς ἐξόδους ἐπὶ τὴν Οὐολούσκων χώραν τοτὲ μὲν ἁπάσῃ τῇ δυνάμει, τότε δὲ μέρει τινί, καὶ λείας πολλῆς ἐγένετο κύριος.
Even after this, he made many expeditions into the territory of the Volscians, sometimes with his whole force, and sometimes with a part of it, and became master of much booty.
ἤδη δὲ τῶν πλείστων αὐτῷ κατὰ νοῦν χωρούντων πόλεμος ἐκ τῶν ὁμόρων ἀνέστη χρόνῳ τε μακρός· ἔτη γὰρ ἑπτὰ συνεχῶς ἐπολεμήθη· καὶ παθήμασι χαλεποῖς καὶ ἀπροσδοκήτοις μέγας.
But when most of his affairs were now going according to his mind, a war arose with their neighbors, long in duration—for it was waged continuously for seven years—and great in its severe and unexpected sufferings.
ἀφʼ ὧν δʼ αἰτιῶν ἤρξατο καὶ τελευτῆς ὁποίας ἔτυχεν, ἐπειδὴ δολίῳ τʼ ἀπάτῃ καὶ στρατηγήματι παραδόξῳ κατειργάσθη, διʼ ὀλίγων ἐρῶ.
From what causes it began and what kind of end it had, since it was brought to an end by crafty deceit and an unexpected stratagem, I shall relate in a few words.