Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.51.1-4.51.4

在埃雷图姆包围并击溃萨宾军队

第 295 段,共 962 段 · 希腊语

内容简介

在收到萨宾人入侵罗马领土的消息后,塔克文率军前往埃雷图姆。他通过截获敌方的信使掌握了对方的企图,并利用夜间派遣分队绕后的奇计,包围并击败了萨宾军队,夺回了所有被掠夺的罗马财产。

§4.51.1ἔτι δʼ ἐν τῇ Συέσσῃ διατρίβοντος αὐτοῦ παρῆν τις ἀγγέλλων, ὅτι Σαβίνων ἡ κρατίστη νεότης ἐξελήλυθε καὶ δυσὶ μεγάλοις στρατεύμασιν εἰς τὴν Ῥωμαίων ἐμβαλοῦσα λεηλατεῖ τοὺς ἀγρούς, ἡ μὲν Ἠρήτου πλησίον θεμένη τὸν χάρακα, ἡ δὲ περὶ Φιδήνην· καὶ εἰ μή τις αὐτοῖς δύναμις ἐναντιωθήσεται, πάντα οἰχήσεται τἀκεῖ.
在他仍滞留在苏埃萨时,有人前来报告说,萨宾人中最精锐的青年已经出兵,并以两支大军侵入罗马人的领土,正在蹂躏田野,其中一支在埃雷图姆附近设营,另一支在斐德奈周边;且若无军队前去抵挡他们,那里的所有一切都将化为乌有。
§4.51.2ὡς δὲ ταῦτʼ ἤκουσεν, ἐν μὲν τῇ Συέσσῃ βραχύ τι καταλείπει μέρος τῆς στρατιᾶς τά τε λάφυρα καὶ τὴν ἀποσκευὴν φυλάττειν παρακελευσάμενος, τὴν δʼ ἄλλην δύναμιν εὔζωνον ἀναλαβὼν ἦγεν ἐπὶ τοὺς πρὸς Ἠρήτῳ κατεστρατοπεδευκότας καὶ τίθεται τὸν χάρακα μετέωρον ὀλίγον τὸ μεταξὺ χωρίον καταλιπών.
他听到这些消息后,在苏埃萨留下了军队的一小部分,命令他们看守战利品和随行行装,而带领其余轻装上阵的军队,向在埃雷图姆附近设营的敌人进军,并在高处安营扎寨,仅在两军之间留出少许空间。
δόξαν δὲ τοῖς ἡγεμόσι τῶν Σαβίνων μάχην ἕωθεν τίθεσθαι μεταπεμψαμένοις τὸ ἐν Φιδήνῃ στράτευμα, μαθὼν τὴν διάνοιαν αὐτῶν ὁ Ταρκύνιος· ἑάλω γὰρ ὁ τὰ γράμματα κομίζων παρὰ τῶν αὐτόθεν ἡγεμόνων πρὸς τοὺς ἐκεῖ· σοφίᾳ πρὸς τὸ συμβὰν ἀπὸ τύχης ἐχρήσατο τοιᾷδε.
由于萨宾人的首领们决定在召回斐德奈的军队后于黎明时分发起交战,塔克文得知了他们的意图——因为从当地首领送信给那里的送信人被俘获了——他针对这一偶然发生的事件,运用了如下奇计。
§4.51.3νείμας τὴν δύναμιν διχῇ τὴν μὲν ἑτέραν ὑπὸ νύκτα πέμπει λαθὼν τοὺς πολεμίους ἐπὶ τὴν φέρουσαν ἀπὸ Φιδήνης ὁδόν, τὴν δʼ ἑτέραν ἅμα τῷ λαμπρὰν ἡμέραν γενέσθαι συντάξας προῆγεν ἐκ τοῦ χάρακος ὡς εἰς μάχην· καὶ οἱ Σαβῖνοι τεθαρρηκότες ἀντεπεξῄεσαν τούς τε πολεμίους οὐ πολλοὺς ὁρῶντες καὶ τὴν ἑαυτῶν δύναμιν τὴν ἀπὸ Φιδήνης ὅσον οὔπω παρέσεσθαι νομίζοντες.
他将军队一分为二,在夜色掩护下,避开敌人的注意,将其中一支派往从斐德奈通往此处的道路上,而将另一支队伍在天色大亮时整队,率领他们步出营垒,作势交战;萨宾人见敌人人数不多,且认为自己那支来自斐德奈的军队随时都会赶到,便充满信心地迎战。
οὗτοι μὲν δὴ καταστάντες ἐμάχοντο, καὶ ἦν ἰσόρροπος αὐτοῖς ἐπὶ πολὺν χρόνον ὁ ἀγών· οἱ δὲ προαποσταλέντες ὑπὸ τοῦ Ταρκυνίου νύκτωρ ὑποστρέψαντες ἐκ τῆς ὁδοῦ καὶ γενόμενοι κατὰ νώτου τῶν Σαβίνων ἐπῄεσαν.
于是双方摆开阵势交战,战斗在很长一段时间内旗鼓相当;而那些在夜间被塔克文预先派出的军队则从路上折回,绕到萨宾人的后方发起了进攻。
§4.51.4τούτους ἰδόντες οἱ Σαβῖνοι καὶ γνωρίσαντες ἐκ τῶν ὅπλων καὶ ἀπὸ τῶν σημείων ἐξέστησαν τῶν λογισμῶν καὶ τὰ ὅπλα ῥίψαντες ἐπειρῶντο σώζειν ἑαυτούς.
萨宾人看到他们,并从武器和军旗中认出他们时,顿时惊慌失措,纷纷丢弃武器企图逃命。
ἦν δʼ ἄπορος ἡ σωτηρία τοῖς πολλοῖς περιεχομένοις κύκλῳ ὑπʼ ἐχθρῶν, καὶ τῶν Ῥωμαίων ἡ ἵππος ἐπικειμένη πανταχόθεν αὐτοὺς ἀπέκλειεν· ὥστʼ ὀλίγοι μέν τινες ἔφθησαν τὰ δεινὰ ὑπεκδύντες, οἱ δὲ πλείους κατεκόπησαν ὑπὸ τῶν πολεμίων ἢ παρέδοσαν ἑαυτούς.
但由于大多数人已被敌人合围,逃生之途极为艰难,且罗马骑兵从四面八方逼近,切断退路;结果,只有少数人设法提前逃离了险境,而大多数人要么被敌军斩杀,要么缴械投降。
ἀντέσχον δʼ οὐδʼ οἱ καταλειφθέντες ἐπὶ τοῦ χάρακος, ἀλλὰ καὶ τὸ ἔρυμα ἑάλω τῇ πρώτῃ ἐφόδῳ· ἔνθα σὺν τοῖς ἰδίοις τῶν Σαβίνων χρήμασι καὶ τὰ Ῥωμαίων ἅπαντα σὺν πολλοῖς αἰχμαλώτοις ἔτι ἀκέραια ὄντα τοῖς ἀπολωλεκόσιν ἀνεσώθη.
而在营垒中留守的人也未能坚守,营寨在第一次冲锋中便告失守;在营垒里,除了萨宾人自己的财物外,罗马人先前丢失的所有财物连同许多俘虏(皆完好无损)一并被夺回,归还给失主。

词汇与语法注释

  1. 767δόξαν δὲ ... τοῖς ἡγεμόσι τῶν Σαβίνων μάχην ἕωθεν τίθεσθαι μεταπεμψαμένοις τὸ ἐν Φιδήνῃ στράτευμα — 绝对宾格结构。非人称动词 δοκεῖ(决定)的中性宾格单数分词 δόξαν 呈绝对用法,意为“既然已经决定”。决定动作的逻辑主体由与格 τοῖς ἡγεμόσι 表示。
  2. p.v.2p.89ὅσον οὔπω — 副词性成语,意为“即将”、“眼看就要”。它结合了 ὅσον(到……程度)和 οὔπω(尚未),用于表示时间所剩无几的紧迫状态。
  3. 768ἐξέστησαν τῶν λογισμῶν — 不及物第二不定过去时动词 ἐξέστησαν 与分离属格 τῶν λογισμῶν 结合的惯用表达,意为“惊慌失措”或“失去理智”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.51.1-4.51.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.51.1-4.51.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。