§4.47.1τοιαύτῃ καταδρομῇ τοῦ Τύρνου χρησαμένου καὶ τῶν πολλῶν σφόδρα κινηθέντων ἐπὶ τοῖς λόγοις αἰτησάμενος εἰς ἀπολογίαν ὁ Ταρκύνιος τὴν ἐπιοῦσαν ἡμέραν καὶ λαβών, ὡς ὁ σύλλογος διελύθη, παρακαλέσας τοὺς ἀναγκαιοτάτους ἐσκόπει μετʼ ἐκείνων, τίνα χρηστέον τοῖς πράγμασι τρόπον.
トゥルヌスがこのような激しい攻撃を行い、群衆がその言葉に激しく動揺したため、タルクィニウスは弁明のために翌日を要求してこれを認められると、集会が解散した後に、最も親しい者たちを呼び集めて、彼らとともにいかなる方法で事態に対処すべきかを検討した。
οἱ μὲν οὖν ἄλλοι τοὺς λόγους, οὓς ἦν αὐτῷ λεκτέον ἐπὶ τῆς ἀπολογίας, ὑπετίθεντο καὶ τοὺς τρόπους, οἷς ἔδει τὸ πλῆθος ἀποθεραπεύειν, ἀπελογίζοντο.
他の者たちは、彼が弁明において語るべき弁論を提案し、群衆をなだめるために必要な手段をあれこれ考えた。
αὐτὸς δʼ ὁ Ταρκύνιος τούτων μὲν οὐδενὸς ἔφη δεῖν τοῖς πράγμασιν, ἰδίαν δὲ γνώμην ἀπεδείκνυτο μὴ τὰ κατηγορηθέντα λύειν, ἀλλʼ §4.47.2αὐτὸν τὸν κατηγορήσαντα ἀναιρεῖν.
しかし、タルクィニウス自身は、事態の解決にはこれらのうち何一つ必要ないと言い、告発された内容を晴らすのではなく、むしろ、告発した男自身を亡き者にすることが自身の考えであると示した。
ἐπαινεσάντων δὲ τὴν γνώμην ἁπάντων συνταξάμενος μετʼ αὐτῶν τὰ κατὰ τὴν ἐπίθεσιν πράγματι ἐπεχείρησεν ἥκιστα δυναμένῳ πεσεῖν εἰς πρόνοιαν ἀνθρωπίνην καὶ φυλακήν.
全員がその考えを賛同すると、彼は彼らとともに襲撃の手はずを整え、人間の予測や警戒に最も引っかかりにくい企てに着手した。
τῶν γὰρ παρακομιζόντων τά θʼ ὑποζύγια καὶ τὴν ἀποσκευὴν τοῦ Τύρνου θεραπόντων τοὺς πονηροτάτους ἐξευρὼν καὶ διαφθείρας χρήμασιν ἔπειθεν ὑπὸ νύκτα ξίφη πολλὰ παρʼ αὐτοῦ λαβόντας εἰσενεγκεῖν εἰς τὴν κατάλυσιν τοῦ δεσπότου καὶ ἀποθέσθαι κρύψαντας ἐν τοῖς σκευοφόροις.
すなわち、トゥルヌスの役獣と荷物を運んでいた従者たちのうち、最も悪質な者たちを見つけ出して金で買収し、夜のうちに彼から多くの剣を受け取って、主人の宿舎に運び込ませ、荷物の中に隠して置いておくようにと説得したのである。
§4.47.3τῇ δʼ ἑξῆς ἡμέρᾳ συναχθείσης τῆς ἐκκλησίας παρελθὼν ὑπὲρ μὲν τῶν κατηγορηθέντων βραχεῖαν ἔλεγεν εἶναι τὴν ἀπολογίαν καὶ δικαστὴν ἁπάντων ἐποιεῖτο τῶν ἐγκλημάτων αὐτὸν τὸν κατήγορον.
翌日、集会が召集されると、彼は進み出て、告発された内容に対する弁明は短いものであると言い、すべての罪状に対する裁判官として、告発者自身を指名した。
οὑτοσὶ γάρ, ἔφη, Τύρνος, ὦ σύνεδροι, τούτων ὧν νυνί μου κατηγορεῖ πάντων δικαστὴς γενόμενος αὐτὸς ἀπέλυσέ με, ὅτε τὴν θυγατέρα τὴν ἐμὴν ἐβούλετο λαβεῖν γυναῖκα. §4.47.4ἐπεὶ δʼ ἀπηξιώθη τῶν γάμων κατὰ τὸ εἰκός·
「議員の皆さん、こちらのトゥルヌスは」と彼は言った。 「今私を告発しているこれらのすべてのことについて、かつて彼自身が裁判官となって私を無罪としたのです。 それは、彼が私の娘を妻に迎えたいと望んでいた時のことでした。
τίς γὰρ ἂν τῶν νοῦν ἐχόντων Μαμίλιον τὸν εὐγενέστατόν τε καὶ κράτιστον Λατίνων ἀπεώσατο, τοῦτον δὲ κηδεστὴν ἠξίωσε λαβεῖν, ὃς οὐδʼ εἰς τρίτον πάππον ἀνενεγκεῖν ἔχει τὸ γένος;
しかし、当然のごとく婚姻を断られると――まともな知性を持つ者なら、ラティウム人の中で最も高貴で強力なマミリウスを退けて、曽祖父の代にまで自らの血統を遡ることすらできないこの男を、姻戚に迎えようと思うでしょうか?
ἀγανακτῶν ἐπὶ τούτῳ νῦν ἥκει μου κατηγορῶν.
――このことに憤慨して、今私を告発しにやってきたのです。
ἔδει δʼ αὐτόν, εἰ μὲν ᾔδει με τοιοῦτον ὄντα, οἷον νῦν αἰτιᾶται, μὴ προθυμεῖσθαι λαβεῖν τότε πενθερόν·
もし彼が、今非難しているような人物であると当時知っていたなら、その時に義父として迎えることを望むべきではありませんでした。
εἰ δὲ χρηστὸν ἐνόμιζεν, ὅτε τὴν θυγατέρα με ᾐτεῖτο, μηδὲ νῦν ὡς πονηροῦ κατηγορεῖν.
また、私の娘を求めていた時に私が優れた人間であると思っていたなら、今、悪人として告発すべきではありません。
§4.47.5καὶ περὶ μὲν ἐμαυτοῦ τοσαῦτα λέγω·
私自身については、これくらいにしておきます。
ὑμῖν δʼ, ὦ σύνεδροι, κινδύνων τὸν μέγιστον τρέχουσιν οὐ περὶ ἐμοῦ σκεπτέον ἐστὶ νυνί, πότερα χρηστὸς ἢ πονηρός εἰμι·
しかし、議員の皆さん、最大の危機に瀕しているあなた方が、今考えるべきは私について、すなわち私が善人であるか悪人であるかではありません。
τουτὶ γὰρ ἐξέσται καὶ μετὰ ταῦθʼ ὑμῖν σκοπεῖν·
そのようなことは後からでも検討できるからです。
ἀλλὰ περὶ τῆς ὑμῶν αὐτῶν ἀσφαλείας καὶ περὶ τῆς τῶν πατρίδων ἐλευθερίας.
そうではなく、あなた方自身の安全と、祖国の自由についてです。
ἐπιβουλεύεσθε γὰρ οἱ κορυφαιότατοι τῶν ἐν ταῖς πόλεσι καὶ τὰ κοινὰ πράττοντες ὑπὸ τοῦ καλοῦ τούτου δημαγωγοῦ, ὃς παρεσκεύασταί τε τοὺς ἐπιφανεστάτους ὑμῶν ἀποκτείνας ἐπιθέσθαι τῇ Λατίνων ἀρχῇ καὶ ἐπὶ τοῦθʼ §4.47.6ἥκει.
なぜなら、各都市で最も主導的な立場にあり、国政を担っているあなた方が、この見事な煽動政治家によって命を狙われているからです。 彼はあなた方のうち最も高名な者たちを殺害した上で、ラティウム人の支配権を強奪しようと準備しており、そのためにここへ来ているのです。
ταῦτα δʼ οὐκ εἰκάζων, ἀλλʼ ἀκριβῶς ἐπιστάμενος λέγω μηνύσεώς μοι γενομένης ἐν τῇ παρελθούσῃ νυκτὶ ὑπό τινος τῶν μετεσχηκότων τῆς συνωμοσίας.
私はこれを推測ではなく、正確に把握して語っています。 昨夜、その陰謀に加担していた者の一人から私に密告があったからです。
τεκμήριον δʼ ὑμῖν παρέξομαι τῶν λόγων ἔργον ἀναμφίλεκτον, ἐὰν ἐθελήσητε ἐλθεῖν ἐπὶ τὴν κατάλυσιν αὐτοῦ, τὰ κεκρυμμένα ἐν αὐτῇ δείξας ὅπλα.
私の言葉の証拠として、疑いようのない事実を皆さんにお示ししましょう。 もし彼の宿舎へ行くことを厭わないならば、そこに隠されている武器をお見せいたします。 」