Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.47.1-4.47.6

塔克文栽赃陷害图尔努斯的阴谋

第 291 段,共 962 段 · 希腊语

内容简介

面对图尔努斯的猛烈指责,塔克文争取到了翌日辩护的机会,并策划暗杀图尔努斯,派人将武器暗中藏匿于其住所。第二天,塔克文在集会上宣称图尔努斯是因私怨而告发他,并承诺将展示藏匿在图尔努斯住所内的武器作为证据。

§4.47.1τοιαύτῃ καταδρομῇ τοῦ Τύρνου χρησαμένου καὶ τῶν πολλῶν σφόδρα κινηθέντων ἐπὶ τοῖς λόγοις αἰτησάμενος εἰς ἀπολογίαν ὁ Ταρκύνιος τὴν ἐπιοῦσαν ἡμέραν καὶ λαβών, ὡς ὁ σύλλογος διελύθη, παρακαλέσας τοὺς ἀναγκαιοτάτους ἐσκόπει μετʼ ἐκείνων, τίνα χρηστέον τοῖς πράγμασι τρόπον.
鉴于图尔努斯进行了如此猛烈的攻击,且民众被其言辞极大动摇,塔克文请求在翌日进行辩护并获得允许。 当集会散去后,他召集了最亲近的亲信,与他们商讨应该以何种方式应对局势。
οἱ μὲν οὖν ἄλλοι τοὺς λόγους, οὓς ἦν αὐτῷ λεκτέον ἐπὶ τῆς ἀπολογίας, ὑπετίθεντο καὶ τοὺς τρόπους, οἷς ἔδει τὸ πλῆθος ἀποθεραπεύειν, ἀπελογίζοντο.
其他人则向他建议在辩护时应当说的话,并筹划着平息民众不满的方法。
αὐτὸς δʼ ὁ Ταρκύνιος τούτων μὲν οὐδενὸς ἔφη δεῖν τοῖς πράγμασιν, ἰδίαν δὲ γνώμην ἀπεδείκνυτο μὴ τὰ κατηγορηθέντα λύειν, ἀλλʼ §4.47.2αὐτὸν τὸν κατηγορήσαντα ἀναιρεῖν.
但塔克文自己却说,解决局势根本不需要这些方法,并表明了他自己的主张:不是去澄清那些指控,而是除掉告发者本人。
ἐπαινεσάντων δὲ τὴν γνώμην ἁπάντων συνταξάμενος μετʼ αὐτῶν τὰ κατὰ τὴν ἐπίθεσιν πράγματι ἐπεχείρησεν ἥκιστα δυναμένῳ πεσεῖν εἰς πρόνοιαν ἀνθρωπίνην καὶ φυλακήν.
在所有人赞同这一主张后,他与他们共同商定袭击的细节,并着手实施了一项最不易被人类预见和防范的计划。
τῶν γὰρ παρακομιζόντων τά θʼ ὑποζύγια καὶ τὴν ἀποσκευὴν τοῦ Τύρνου θεραπόντων τοὺς πονηροτάτους ἐξευρὼν καὶ διαφθείρας χρήμασιν ἔπειθεν ὑπὸ νύκτα ξίφη πολλὰ παρʼ αὐτοῦ λαβόντας εἰσενεγκεῖν εἰς τὴν κατάλυσιν τοῦ δεσπότου καὶ ἀποθέσθαι κρύψαντας ἐν τοῖς σκευοφόροις.
因为他找出了运送图尔努斯牲口和行李的仆从中最恶劣的几个人,用金钱收买了他们,说服他们深夜里从他那里接过许多剑,运进其主人的住所,并藏匿在行李箱中。
§4.47.3τῇ δʼ ἑξῆς ἡμέρᾳ συναχθείσης τῆς ἐκκλησίας παρελθὼν ὑπὲρ μὲν τῶν κατηγορηθέντων βραχεῖαν ἔλεγεν εἶναι τὴν ἀπολογίαν καὶ δικαστὴν ἁπάντων ἐποιεῖτο τῶν ἐγκλημάτων αὐτὸν τὸν κατήγορον.
第二天,在集会召集之后,他走上前去,声称自己对指控的辩护非常简短,并让告发者本人来做所有指控的裁判官。
οὑτοσὶ γάρ, ἔφη, Τύρνος, ὦ σύνεδροι, τούτων ὧν νυνί μου κατηγορεῖ πάντων δικαστὴς γενόμενος αὐτὸς ἀπέλυσέ με, ὅτε τὴν θυγατέρα τὴν ἐμὴν ἐβούλετο λαβεῖν γυναῖκα.
他说:“议员们,这里的图尔努斯,在过去想要娶我女儿为妻的时候,他自己曾做过我现在被指控的所有这些事情的裁判官,并亲手宣告我无罪。
§4.47.4ἐπεὶ δʼ ἀπηξιώθη τῶν γάμων κατὰ τὸ εἰκός· τίς γὰρ ἂν τῶν νοῦν ἐχόντων Μαμίλιον τὸν εὐγενέστατόν τε καὶ κράτιστον Λατίνων ἀπεώσατο, τοῦτον δὲ κηδεστὴν ἠξίωσε λαβεῖν, ὃς οὐδʼ εἰς τρίτον πάππον ἀνενεγκεῖν ἔχει τὸ γένος;
但当他顺理成章地被拒绝了这桩婚事时——因为任何有理智的人,又怎会推辞拉丁人中最尊贵、最强大的马米利乌斯,而愿意接受一个连曾祖父是谁都无法追溯的人作为姻亲呢?
ἀγανακτῶν ἐπὶ τούτῳ νῦν ἥκει μου κατηγορῶν.
——他因对此怀恨在心,如今才来指控我。
ἔδει δʼ αὐτόν, εἰ μὲν ᾔδει με τοιοῦτον ὄντα, οἷον νῦν αἰτιᾶται, μὴ προθυμεῖσθαι λαβεῖν τότε πενθερόν· εἰ δὲ χρηστὸν ἐνόμιζεν, ὅτε τὴν θυγατέρα με ᾐτεῖτο, μηδὲ νῦν ὡς πονηροῦ κατηγορεῖν.
如果他当时知道我是他现在所指责的那种人,他那时就不该极力追求我作他的岳父;而如果他在求娶我女儿时认为我是个好人,现在也不该把我当作恶人来告发。
§4.47.5καὶ περὶ μὲν ἐμαυτοῦ τοσαῦτα λέγω·
关于我自己,我只说这么多。
ὑμῖν δʼ, ὦ σύνεδροι, κινδύνων τὸν μέγιστον τρέχουσιν οὐ περὶ ἐμοῦ σκεπτέον ἐστὶ νυνί, πότερα χρηστὸς ἢ πονηρός εἰμι· τουτὶ γὰρ ἐξέσται καὶ μετὰ ταῦθʼ ὑμῖν σκοπεῖν· ἀλλὰ περὶ τῆς ὑμῶν αὐτῶν ἀσφαλείας καὶ περὶ τῆς τῶν πατρίδων ἐλευθερίας.
但是,议员们,正面临最大危险的你们,现在不该考虑我到底是好人还是坏人——因为在这些事情之后你们也有机会去考量这一点——而该考虑你们自身的安全和你们祖国的自由。
ἐπιβουλεύεσθε γὰρ οἱ κορυφαιότατοι τῶν ἐν ταῖς πόλεσι καὶ τὰ κοινὰ πράττοντες ὑπὸ τοῦ καλοῦ τούτου δημαγωγοῦ, ὃς παρεσκεύασταί τε τοὺς ἐπιφανεστάτους ὑμῶν ἀποκτείνας ἐπιθέσθαι τῇ Λατίνων ἀρχῇ καὶ ἐπὶ τοῦθʼ §4.47.6ἥκει.
因为在各城邦中最具领导地位并执掌公职的你们,正被这位优秀的煽动家所暗算。 他已做好准备,在杀害你们中最显赫的人物之后去夺取拉丁人的统治权,并且他就是为此而来的。
ταῦτα δʼ οὐκ εἰκάζων, ἀλλʼ ἀκριβῶς ἐπιστάμενος λέγω μηνύσεώς μοι γενομένης ἐν τῇ παρελθούσῃ νυκτὶ ὑπό τινος τῶν μετεσχηκότων τῆς συνωμοσίας.
我口中所说并不是猜测,而是有精确把握的,因为昨夜有一位参与了该阴谋的人向我进行了告密。
τεκμήριον δʼ ὑμῖν παρέξομαι τῶν λόγων ἔργον ἀναμφίλεκτον, ἐὰν ἐθελήσητε ἐλθεῖν ἐπὶ τὴν κατάλυσιν αὐτοῦ, τὰ κεκρυμμένα ἐν αὐτῇ δείξας ὅπλα.
如果你们愿意到他的住所去,我将向你们展示隐藏在那里的武器,为我的话提供无可争议的事实作为证据。 ”

词汇与语法注释

  1. 4.47.1χρηστέον τοῖς πράγμασι — 动词形容词 `χρηστέον` 源自 `χράομαι`(使用、应对),以与格 `τοῖς πράγμασι` 为其补足语,动作的主体在此被省略(暗指)。
  2. 4.47.1δεῖν τοῖς πράγμασιν — 非人称动词 `δεῖ` 的不定式 `δεῖν`,与表示所需事物的属格 `τούτων οὐδενὸς`(这些中没有任何一个)以及表示有需要的事物或人的与格 `τοῖς πράγμασιν`(事态)搭配使用。
  3. 4.47.2δυναμένῳ πεσεῖν — 与格分词 `δυναμένῳ` 修饰前文的 `πράγματι`(企图、计划)。不定式 `πεσεῖν` 依赖于该分词,意为“最不可能落入(人类预见与防范)的计划”。
  4. 4.47.5κινδύνων τὸν μέγιστον τρέχουσιν — 这是同族宾语惯用语 `κίνδυνον τρέχειν`(冒风险)的变体,同族宾语被属格 `κινδύνων` 与最高级 `τὸν μέγιστον` 的组合所代替。分词 `τρέχουσιν` 与与格代词 `ὑμῖν` 一致。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.47.1-4.47.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.47.1-4.47.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。