§4.43.1ταῦτα δʼ ὁρῶντες οἱ δημοτικοὶ δίκαια πάσχειν αὐτοὺς ὑπελάμβανον καὶ ἐπέχαιρον ὑπʼ εὐηθείας, ὡς ἐκείνοις μόνοις τῆς τυραννίδος βαρείας ἐσομένης, σφίσι δʼ αὐτοῖς ἀκινδύνου.
これらを目にした平民たちは、彼ら(元老院議員たち)が当然の報いを受けていると考え、愚かにも、僭主政治が苛酷なものとなるのはあの者たちに対してだけであって、自分たち自身にとっては危険のないものになると考えて喜んでいた。
ἧκε δὲ κἀκείνοις οὐ μετὰ πολὺν χρόνον ἔτι πλείω τὰ χαλεπά.
しかし、それほど時間をおかずに、彼らにもさらに多くの苦難が到来した。
τούς τε γὰρ νόμους τοὺς ὑπὸ Τυλλίου γραφέντας, καθʼ οὓς ἐξ ἴσου τὰ δίκαια παρʼ ἀλλήλων ἐλάμβανον καὶ οὐδὲν ὑπὸ τῶν πατρικίων ὡς πρότερον ἐβλάπτοντο περὶ τὰ συμβόλαια, πάντας ἀνεῖλε·
というのも、彼らがそれに基づいて互いに平等な権利を受け取り、以前のように契約に関してパトリキから不利益を被ることが全くなかった、テュリウスによって制定された法律を、彼はすべて廃止したからである。
καὶ οὐδὲ τὰς σανίδας, ἐν αἷς ἦσαν γεγραμμένοι, κατέλιπεν, ἀλλὰ καὶ ταύτας καθαιρεθῆναι κελεύσας ἐκ τῆς ἀγορᾶς διέφθειρεν.
そして、それらの法律が書き留められていた板さえも残さず、これらをも広場から撤去して破棄するように命じた。
§4.43.2ἔπειτα κατέλυσε τὰς ἀπὸ τῶν τιμημάτων εἰσφορὰς καὶ εἰς τὸν ἐξ ἀρχῆς τρόπον ἀποκατέστησε·
\n 次に、彼は財産評価に基づく納税制度を廃止し、当初の方式に戻した。
καὶ ὁπότε δεήσειεν αὐτῷ χρημάτων, τὸ ἴσον διάφορον ὁ πενέστατος τῷ πλουσιωτάτῳ κατέφερε.
そして、彼に資金が必要になるたびに、最も貧しい者も最も富んだ者と同じだけの税額を納めた。
τοῦτο τὸ πολίτευμα πολὺ τοῦ δημοτικοῦ πλήθους ἀπανήλωσεν ἐπὶ τῆς πρώτης εὐθὺς εἰσφορᾶς ἀναγκαζομένου κατὰ κεφαλὴν ἑκάστου δραχμὰς δέκα εἰσφέρειν.
この政策は、最初の課税の時点からすぐに、平民の群衆の多くを疲弊させた。 各人が頭割りで一人当たり十ドラクマを納税することを強要されたからである。
συνόδους τε συμπάσας, ὅσαι πρότερον ἐγίνοντο κωμητῶν ἢ φρατριαστῶν ἢ γειτόνων ἔν τε τῇ πόλει καὶ ἐπὶ τῶν ἀγρῶν ἐφʼ ἱερὰ καὶ θυσίας ἅπασι κοινὰς προεῖπε μηκέτι συντελεῖν, ἵνα μὴ συνιόντες εἰς ταὐτὸ πολλοὶ βουλὰς ἀπορρήτους μετʼ ἀλλήλων ποιῶνται περὶ καταλύσεως τῆς ἀρχῆς.
また、以前は神事や全員に共通の犠牲式のために、市内や田野において、村落の住民、民会の構成員、あるいは隣人たちの間で催されていた、ありとあらゆる集会をこれ以上執り行わないよう布告した。 これは、多くの者が一堂に会して、彼の支配権の打倒について互いに秘密の謀議を巡らせることがないようにするためであった。
§4.43.3ἦσαν δʼ αὐτῷ πολλαχῇ διεσπαρμένοι κατόπται τινὲς καὶ διερευνηταὶ τῶν λεγομένων τε καὶ πραττομένων λεληθότες τοὺς πολλούς, οἳ συγκαθιέντες εἰς ὁμιλίαν τοῖς πέλας καὶ ἔστιν ὅτε κατὰ τοῦ τυράννου λέγοντες αὐτοί, πεῖραν τῆς ἑκάστου γνώμης ἐλάμβανον·
\n また、彼には、多くの場所に分散させられた密偵や、話されたことや行われたことの探査係がおり、一般の人々には正体を知られていなかった。 彼らは近くにいる者たちとの会話に加わり、時には自ら僭主の悪口を言うことで、一人一人の考えを試していた。
ἔπειθʼ οὓς αἴσθοιντο τοῖς καθεστηκόσι πράγμασιν ἀχθομένους κατεμήνυον πρὸς τὸν τύραννον·
そして、現体制に不満を抱いていると察知した者たちを僭主に密告した。
αἱ δὲ τιμωρίαι κατὰ τῶν ἐλεγχθέντων ἐγίνοντο πικραὶ καὶ ἀπαραίτητοι.
有罪とされた者たちへの処罰は苛烈で、容赦のないものであった。