§4.43.1ταῦτα δʼ ὁρῶντες οἱ δημοτικοὶ δίκαια πάσχειν αὐτοὺς ὑπελάμβανον καὶ ἐπέχαιρον ὑπʼ εὐηθείας, ὡς ἐκείνοις μόνοις τῆς τυραννίδος βαρείας ἐσομένης, σφίσι δʼ αὐτοῖς ἀκινδύνου.
平民们目睹这一切,以为他们(元老院议员)是罪有应得,并愚蠢地暗自庆幸,以为僭主统治只会对那些人显得残酷,而对自己而言则是安全的。
ἧκε δὲ κἀκείνοις οὐ μετὰ πολὺν χρόνον ἔτι πλείω τὰ χαλεπά.
然而,没过多久,更深重的灾难也降临在他们身上。
τούς τε γὰρ νόμους τοὺς ὑπὸ Τυλλίου γραφέντας, καθʼ οὓς ἐξ ἴσου τὰ δίκαια παρʼ ἀλλήλων ἐλάμβανον καὶ οὐδὲν ὑπὸ τῶν πατρικίων ὡς πρότερον ἐβλάπτοντο περὶ τὰ συμβόλαια, πάντας ἀνεῖλε· καὶ οὐδὲ τὰς σανίδας, ἐν αἷς ἦσαν γεγραμμένοι, κατέλιπεν, ἀλλὰ καὶ ταύτας καθαιρεθῆναι κελεύσας ἐκ τῆς ἀγορᾶς διέφθειρεν.
因为他废除了由图利乌斯制定的所有法律,根据这些法律,平民们彼此平等地享有权利,在契约纠纷中也不再像以前那样受到贵族的侵害;他甚至连写有这些法律的木板都没有留下,而是命令将它们从广场上拆除并予以销毁。
§4.43.2ἔπειτα κατέλυσε τὰς ἀπὸ τῶν τιμημάτων εἰσφορὰς καὶ εἰς τὸν ἐξ ἀρχῆς τρόπον ἀποκατέστησε· καὶ ὁπότε δεήσειεν αὐτῷ χρημάτων, τὸ ἴσον διάφορον ὁ πενέστατος τῷ πλουσιωτάτῳ κατέφερε.
\n 接着,他废除了根据财产评估征税的制度,并恢复了最初的方式;每当他需要资金时,最穷的人也要缴纳与最富的人等额的税款。
τοῦτο τὸ πολίτευμα πολὺ τοῦ δημοτικοῦ πλήθους ἀπανήλωσεν ἐπὶ τῆς πρώτης εὐθὺς εἰσφορᾶς ἀναγκαζομένου κατὰ κεφαλὴν ἑκάστου δραχμὰς δέκα εἰσφέρειν.
这一政策在第一次征税时就让大部分平民精疲力竭,因为每个人都被强迫按人头缴纳十德拉克马。
συνόδους τε συμπάσας, ὅσαι πρότερον ἐγίνοντο κωμητῶν ἢ φρατριαστῶν ἢ γειτόνων ἔν τε τῇ πόλει καὶ ἐπὶ τῶν ἀγρῶν ἐφʼ ἱερὰ καὶ θυσίας ἅπασι κοινὰς προεῖπε μηκέτι συντελεῖν, ἵνα μὴ συνιόντες εἰς ταὐτὸ πολλοὶ βουλὰς ἀπορρήτους μετʼ ἀλλήλων ποιῶνται περὶ καταλύσεως τῆς ἀρχῆς.
此外,他还下令禁止一切以往为了公共祭祀和牺牲在城市或乡间举行的村落居民、胞族成员或邻里之间的所有集会,以防众人聚集在一起,互相进行推翻其统治的秘密谋划。
§4.43.3ἦσαν δʼ αὐτῷ πολλαχῇ διεσπαρμένοι κατόπται τινὲς καὶ διερευνηταὶ τῶν λεγομένων τε καὶ πραττομένων λεληθότες τοὺς πολλούς, οἳ συγκαθιέντες εἰς ὁμιλίαν τοῖς πέλας καὶ ἔστιν ὅτε κατὰ τοῦ τυράννου λέγοντες αὐτοί, πεῖραν τῆς ἑκάστου γνώμης ἐλάμβανον·
\n 他还拥有许多散布在各处的眼线和对言行的侦察者,绝大多数人并不知道他们的身份。
ἔπειθʼ οὓς αἴσθοιντο τοῖς καθεστηκόσι πράγμασιν ἀχθομένους κατεμήνυον πρὸς τὸν τύραννον· αἱ δὲ τιμωρίαι κατὰ τῶν ἐλεγχθέντων ἐγίνοντο πικραὶ καὶ ἀπαραίτητοι.
这些人混入身边人的谈话中,有时自己也说一些反对僭主的话,以此来刺探每个人的想法;随后,一旦发现有人对现行政权不满,便向僭主告发;而对那些被证实有罪的人,惩罚是残酷且毫不留情的。