Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §4.42.1-4.42.5

タルクィニウス・スペルブスによる有力者の粛清と元老院の無力化

286 / 962 箇所 · ギリシア語

要旨

タルクィニウス・スペルブスは支配権を確立すると、有力者たちを次々と告発して処刑や追放に処し、彼らの財産を没収した。また、元老院の有力メンバーを排除して自身の息のかかった者を補充し、発言権や行動の自由を完全に奪った。

§4.42.1ἐπεὶ δʼ ἐγκρατῶς ἤδη κατέχειν ὑπελάμβανε τὴν ἀρχήν, παρασκευάσας ἐκ τῶν ἑταίρων τοὺς πονηροτάτους διʼ ἐκείνων ἦγεν εἰς ἐγκλήματα καὶ θανάτου δίκας πολλοὺς τῶν ἐπιφανῶν·
彼が今や支配権を確固として掌握したと考えるや、彼は仲間たちの中から最も邪悪な者たちを唆し、彼らを通じて多くの有力者たちを告発と死罪の裁判へと引き立てた。
πρώτους μὲν τοὺς ἐχθρῶς διακειμένους πρὸς αὐτόν, οἷς οὐκ ἦν βουλομένοις Τύλλιον ἐκ τῆς ἀρχῆς ἐκπεσεῖν· ἔπειτα καὶ τῶν ἄλλων, οὓς ὑπελάμβανε βαρεῖαν ἡγεῖσθαι τὴν μεταβολὴν καὶ οἷς πολὺς πλοῦτος ἦν.
第一には、彼に対して敵意を抱き、テュリウスが支配権から失脚することを望んでいなかった者たちであり、第二には、その政変を耐え難いものとみなし、多大な富を所有していると彼が看做したその他の者たちであった。
§4.42.2οἱ δʼ ὑπάγοντες αὐτοὺς ὑπὸ τὰς δίκας ἄλλους ἐπʼ ἄλλαις ψευδέσιν αἰτίαις, μάλιστα δʼ ἐπιβουλεύειν αἰτιώμενοι τῷ βασιλεῖ, κατηγόρουν ἐπʼ αὐτῷ δικαστῇ.
彼らを裁判へと引き立てた者たちは、様々な虚偽の容疑をかけ、特に王に対して陰謀を企てたとして告発し、裁判官たる彼の前で訴え立てた。
ὁ δὲ τῶν μὲν θάνατον κατεδίκαζε, τῶν δὲ φυγήν, καὶ τὰ χρήματα τούς τʼ ἀναιρουμένους καὶ τοὺς ἐξελαυνομένους ἀφαιρούμενος τοῖς μὲν κατηγόροις μικράν τινα μοῖραν ἀπέθυεν, §4.42.3αὐτὸς δὲ τὰ πλείω κατεῖχεν.
彼はある者たちには死刑を、他の者たちには追放を宣告し、殺害された者たちや追放された者たちから財産を剥奪して、告発者たちにはわずかな分け前を施し、自分自身が大部分を保持した。
ἔμελλον δʼ ἄρα πολλοὶ τῶν δυνατῶν, πρὶν ἁλῶναι τὰς ἐπαγομένας σφίσι δίκας, εἰδότες ὧν ἕνεκεν ἐπεβουλεύοντο, καταλείψειν τῷ τυράννῳ τὴν πόλιν ἑκόντες καὶ πολλῷ πλείονες ἐγένοντο τῶν ἑτέρων.
そこで、有力者たちの多くは、自分たちにかけられた裁判で有罪判決を受ける前に、自分たちがなぜ狙われているかを知っていたので、自ら進んで僭主に都市を明け渡して去ろうとし、その数は他方の者たちよりもはるかに多くなった。
ἦσαν δέ τινες, οἳ καὶ κρύφα διεφθάρησαν ὑπʼ αὐτοῦ κατʼ οἰκίας τε καὶ ἐπʼ ἀγρῶν ἀναρπαζόμενοι, λόγου ἄξιοι ἄνδρες, ὧν οὐδὲ τὰ σώματα ἐφάνη.
また、彼によって、家の中や畑で拉致されて秘密裏に殺害された高名な人々もいたが、彼らの遺体は見つかりさえしなかった。
§4.42.4ἐπεὶ δὲ διέφθειρε τὸ κράτιστον τῆς βουλῆς μέρος θανάτοις τε καὶ ἀειφυγίαις, ἑτέραν βουλὴν αὐτὸς κατεστήσατο παραγαγὼν ἐπὶ τὰς τῶν ἐκλιπόντων τιμὰς τοὺς ἰδίους ἑταίρους.
彼は元老院の最良の部分を死刑や永久追放によって破滅させると、去った者たちの官職に自分の仲間たちを就けて、自ら別の元老院を組織した。
καὶ οὐδὲ τούτοις μέντοι τοῖς ἀνδράσιν οὔτε πράττειν ἐπέτρεπεν οὐδὲν οὔτε λέγειν ὅ τι μὴ κελεύσειεν αὐτός.
しかし、これらの男たちに対しても、彼自身が命令したこと以外には、いかなることも行うことも話すことも許さなかった。
§4.42.5ὥσθʼ ὁπόσοι κατελείφθησαν ἐν τῷ συνεδρίῳ βουλευταὶ τῶν ἐπὶ Τυλλίου καταλεγέντων, διάφοροι τοῖς δημοτικοῖς τέως ὄντες καὶ τὴν μεταβολὴν τῆς πολιτείας ἐπὶ τῷ σφετέρῳ νομίζοντες ἀγαθῷ γενήσεσθαι· τοιαύτας γὰρ αὐτοῖς ὑπέτεινεν ὁ Ταρκύνιος ὑποσχέσεις ἐξαπατῶν καὶ φενακίζων· τότε μαθόντες, ὅτι τῶν κοινῶν οὐδενὸς ἔτι μετεῖχον, ἀλλὰ καὶ αὐτοὶ τὴν παρρησίαν ἅμα τοῖς δημοτικοῖς ἀφῃρέθησαν, ὠδύροντο μὲν καὶ τὰ μέλλοντα τῶν παρόντων δεινότερα ὑπώπτευον, στέργειν δὲ τὰ παρόντα ἠναγκάζοντο δύναμιν οὐκ ἔχοντες κωλύειν τὰ πραττόμενα.
その結果、議場に残された、テュリウスの時代に登録された議員たちのうち、それまでは平民たちと対立しており、国制の変更が自分たちの利益になると信じていた者たち(というのも、タルクィニウスが彼らを騙し、欺くためにそのような約束を提示していたからである)は、今や自分たちが公務に一切関与できなくなり、自分たちも平民と同様に言論の自由を奪われたことを知って、嘆き悲しみ、将来は現状よりさらに悲惨なものになると予想したが、進行している事態を阻止する力を持たないため、現状に甘んじることを余儀なくされた。

語釈・文法注

  1. 4.42.1οἷς οὐκ ἦν βουλομένοις — 与格 οἷς と分詞 βουλομένοις が動詞 ἦν (εἰμί) と結びつき、「〜にとって望ましい」を意味するギリシア語の慣用表現(ἐμοὶ βουλομένῳ ἐστίν の形式)。ここでは「彼らにとって、テュリウスが支配権から失脚することが望ましくなかった(=彼らが望んでいなかった)」という状況を表す。
  2. 4.42.3πολλῷ πλείονες ἐγένοντο τῶν ἑτέρων — 比較級 πλείονες に対して、比較の対象が属格 τῶν ἑτέρων(比較の属格)で示されている。自ら亡命した人々が、告発され裁判にかけられた「他方の人々」よりもはるかに多かったことを示す。
  3. 4.42.5τὴν παρρησίαν ἅμα τοῖς δημοτικοῖς ἀφῃρέθησαν — 二重対格をとる動詞 ἀφαιρέω(人から物を奪う)の受動態。能動態における物の対格(τὴν παρρησίαν)が、受動態でもそのまま対格(保留対格)として残されている。「彼ら自身もまた、平民たちとともと言論の自由を奪われた」の意。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §4.42.1-4.42.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.42.1-4.42.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。