§4.44.1καὶ οὐκ ἀπέχρη ταῦτα μόνον εἰς τοὺς δημοτικοὺς αὐτῷ παρανομεῖν, ἀλλʼ ἐπιλέξας ἐκ τοῦ πλήθους, ὅσον ἦν πιστὸν ἑαυτῷ καὶ εἰς τὰς πολεμικὰς χρείας ἐπιτήδειον, τὸ λοιπὸν ἠνάγκασεν ἐργάζεσθαι τὰς κατὰ πόλιν ἐργασίας, μέγιστον οἰόμενος εἶναι κίνδυνον τοῖς μονάρχοις, ὅταν οἱ πονηρότατοι τῶν πολιτῶν καὶ ἀπορώτατοι σχολὴν ἄγωσι, καὶ ἅμα προθυμίαν ἔχων ἐπὶ τῆς ἰδίας ἀρχῆς τὰ καταλειφθέντα ἡμίεργα ὑπὸ τοῦ πάππου τελειῶσαι, τὰς μὲν ἐξαγωγίμους τῶν ὑδάτων τάφρους, ἃς ἐκεῖνος ὀρύττειν ἤρξατο, μέχρι τοῦ ποταμοῦ καταγαγεῖν, τὸν δʼ ἀμφιθέατρον ἱππόδρομον οὐδὲν ἔξω κρηπίδων ἔχοντα παστάσιν ὑποστέγοις περιλαβεῖν·
また、彼にとって平民たちに対してこれらの不法を行うだけでは十分ではなく、群衆の中から、彼に対して忠実でかつ軍事的な用途に適していた限りの者を選び出した上で、残りの者に市内での諸労働を強制した。 それは、市民のうち最も邪悪で最も貧しい者たちが暇を貪っているときはいつでも、君主たちにとって最大の危険であると考えたからであり、かつ同時に、自らの治世において、祖父によって半ばやりかけのまま残された未完の事業を完成させることに熱意を抱いていたからである。 すなわち、一方では、祖父が掘り始めていた水の排出用の堀を川まで引き下ろすことであり、他方では、当時外側に土台のほかには何も有していなかった、両側から観戦できる競技場を、屋根付きの回廊で囲むことであった。
§4.44.2ταῦτα δὴ πάντες οἱ πένητες εἰργάζοντο σῖτα παρʼ αὐτοῦ μέτρια λαμβάνοντες·
貧しい者たちは皆、彼からわずかな食糧を受け取りながら、実のところこれらの仕事を労働した。
οἱ μὲν λατομοῦντες, οἱ δʼ ὑλοτομοῦντες, οἱ δὲ τὰς κομιζούσας ταῦθʼ ἁμάξας ἄγοντες, οἱ δʼ ἐπὶ τῶν ὤμων αὐτοὶ τὰ ἄχθη φέροντες·
ある者は石を切り出し、ある者は木を伐り出し、ある者はこれらを運ぶ荷車を御し、ある者は自ら肩にその重荷を担いで運んだ。
μεταλλεύοντές τε τὰς ὑπονόμους σήραγγας ἕτεροι καὶ πλάττοντες τὰς ἐν αὐταῖς καμάρας καὶ τὰς παστάδας ἐγείροντες, καὶ τοῖς ταῦτα πράττουσι χειροτέχναις ὑπηρετοῦντες χαλκοτύποι τε καὶ τέκτονες καὶ λιθουργοὶ τῶν ἰδιωτικῶν ἔργων ἀφεστῶτες ἐπὶ ταῖς δημοσίαις κατείχοντο χρείαις.
また、他の者たちは地下の産道を掘り進め、その内部にアーチ状の天井を築き、回廊を建てていた。 そして、これらを行う職人たちに仕えるために、鍛冶屋、大工、石工たちも、私的な仕事から引き離されて公の使役に留め置かれた。
§4.44.3περὶ ταῦτα δὴ τὰ ἔργα τριβόμενος ὁ λεὼς οὐδεμίαν ἀνάπαυσιν ἐλάμβανεν·
これらの仕事に磨り潰されつつ、民衆はいかなる休息も得られなかった。
ὥσθʼ οἱ πατρίκιοι τὰ τούτων κακὰ καὶ τὰς λατρείας ὁρῶντες ἔχαιρόν τʼ ἐν μέρει καὶ τῶν ἰδίων ἐπελανθάνοντο ἀλγεινῶν·
その結果、パトリキたちは、彼らの苦難や奴隷的労役を目にして、一方では喜び、同時に自分たち自身の苦痛を忘れた。
κωλύειν μὲν γὰρ οὐδέτεροι τὰ γινόμενα ἐπεχείρουν.
というのも、どちらの側も起きていることを阻止しようとは企てなかったからである。