§4.43.1ταῦτα δʼ ὁρῶντες οἱ δημοτικοὶ δίκαια πάσχειν αὐτοὺς ὑπελάμβανον καὶ ἐπέχαιρον ὑπʼ εὐηθείας, ὡς ἐκείνοις μόνοις τῆς τυραννίδος βαρείας ἐσομένης, σφίσι δʼ αὐτοῖς ἀκινδύνου.
And the plebeians, seeing these things, supposed that they were suffering justly and rejoiced in their simplicity, on the ground that the tyranny would be grievous to those men alone, but without danger to themselves.
ἧκε δὲ κἀκείνοις οὐ μετὰ πολὺν χρόνον ἔτι πλείω τὰ χαλεπά.
But not long afterwards, even greater troubles came to them too.
τούς τε γὰρ νόμους τοὺς ὑπὸ Τυλλίου γραφέντας, καθʼ οὓς ἐξ ἴσου τὰ δίκαια παρʼ ἀλλήλων ἐλάμβανον καὶ οὐδὲν ὑπὸ τῶν πατρικίων ὡς πρότερον ἐβλάπτοντο περὶ τὰ συμβόλαια, πάντας ἀνεῖλε· καὶ οὐδὲ τὰς σανίδας, ἐν αἷς ἦσαν γεγραμμένοι, κατέλιπεν, ἀλλὰ καὶ ταύτας καθαιρεθῆναι κελεύσας ἐκ τῆς ἀγορᾶς διέφθειρεν. §4.43.2ἔπειτα κατέλυσε τὰς ἀπὸ τῶν τιμημάτων εἰσφορὰς καὶ εἰς τὸν ἐξ ἀρχῆς τρόπον ἀποκατέστησε· καὶ ὁπότε δεήσειεν αὐτῷ χρημάτων, τὸ ἴσον διάφορον ὁ πενέστατος τῷ πλουσιωτάτῳ κατέφερε.
For he abolished all the laws written by Tullius, according to which they received justice from one another on equal terms and were in no way harmed by the patricians in contracts as previously; and he did not even leave the tablets on which they had been written, but ordered them too to be taken down from the Forum and destroyed.\n Then he abolished the taxes based on censuses and restored them to the original manner; and whenever he needed money, the poorest paid the same contribution as the richest.
τοῦτο τὸ πολίτευμα πολὺ τοῦ δημοτικοῦ πλήθους ἀπανήλωσεν ἐπὶ τῆς πρώτης εὐθὺς εἰσφορᾶς ἀναγκαζομένου κατὰ κεφαλὴν ἑκάστου δραχμὰς δέκα εἰσφέρειν.
This measure ruined much of the plebeian multitude immediately at the first tax, as each individual was forced to pay ten drachmas per head.
συνόδους τε συμπάσας, ὅσαι πρότερον ἐγίνοντο κωμητῶν ἢ φρατριαστῶν ἢ γειτόνων ἔν τε τῇ πόλει καὶ ἐπὶ τῶν ἀγρῶν ἐφʼ ἱερὰ καὶ θυσίας ἅπασι κοινὰς προεῖπε μηκέτι συντελεῖν, ἵνα μὴ συνιόντες εἰς ταὐτὸ πολλοὶ βουλὰς ἀπορρήτους μετʼ ἀλλήλων ποιῶνται περὶ καταλύσεως τῆς ἀρχῆς. §4.43.3ἦσαν δʼ αὐτῷ πολλαχῇ διεσπαρμένοι κατόπται τινὲς καὶ διερευνηταὶ τῶν λεγομένων τε καὶ πραττομένων λεληθότες τοὺς πολλούς, οἳ συγκαθιέντες εἰς ὁμιλίαν τοῖς πέλας καὶ ἔστιν ὅτε κατὰ τοῦ τυράννου λέγοντες αὐτοί, πεῖραν τῆς ἑκάστου γνώμης ἐλάμβανον· ἔπειθʼ οὓς αἴσθοιντο τοῖς καθεστηκόσι πράγμασιν ἀχθομένους κατεμήνυον πρὸς τὸν τύραννον· αἱ δὲ τιμωρίαι κατὰ τῶν ἐλεγχθέντων ἐγίνοντο πικραὶ καὶ ἀπαραίτητοι.
And he forbade all assemblies whatsoever—as many as previously used to be held by villagers, curia-members, or neighbors, both in the city and in the country, for sacred rites and sacrifices common to all—to be held any longer, in order that many coming together in the same place might not make secret counsels with one another concerning the overthrow of his rule.\n And he had, scattered in many places, certain spies and investigators of what was said and done, unknown to the generality of people, who, mingling in conversation with those nearby and sometimes themselves speaking against the tyrant, made trial of each man's opinion; then, whomever they perceived to be resentful of the established state of affairs, they denounced to the tyrant; and the punishments against those convicted were bitter and inexorable.