§4.42.1ἐπεὶ δʼ ἐγκρατῶς ἤδη κατέχειν ὑπελάμβανε τὴν ἀρχήν, παρασκευάσας ἐκ τῶν ἑταίρων τοὺς πονηροτάτους διʼ ἐκείνων ἦγεν εἰς ἐγκλήματα καὶ θανάτου δίκας πολλοὺς τῶν ἐπιφανῶν· πρώτους μὲν τοὺς ἐχθρῶς διακειμένους πρὸς αὐτόν, οἷς οὐκ ἦν βουλομένοις Τύλλιον ἐκ τῆς ἀρχῆς ἐκπεσεῖν· ἔπειτα καὶ τῶν ἄλλων, οὓς ὑπελάμβανε βαρεῖαν ἡγεῖσθαι τὴν μεταβολὴν καὶ οἷς πολὺς πλοῦτος ἦν.
当他认为自己已经牢固地掌握了统治权时,便唆使同伙中最邪恶的人,通过他们将许多杰出公民送上法庭控以死罪:首先是那些对他心怀敌意、不愿看到图利乌斯丧失统治权的人;其次是他认为难以接受这一政变且拥有巨额财富的其他阶层。
§4.42.2οἱ δʼ ὑπάγοντες αὐτοὺς ὑπὸ τὰς δίκας ἄλλους ἐπʼ ἄλλαις ψευδέσιν αἰτίαις, μάλιστα δʼ ἐπιβουλεύειν αἰτιώμενοι τῷ βασιλεῖ, κατηγόρουν ἐπʼ αὐτῷ δικαστῇ.
那些将他们控告上法庭的人,以各种莫须有的罪名,特别是以图谋谋害国王为由,在作为法官的他面前指控他们。
ὁ δὲ τῶν μὲν θάνατον κατεδίκαζε, τῶν δὲ φυγήν, καὶ τὰ χρήματα τούς τʼ ἀναιρουμένους καὶ τοὺς ἐξελαυνομένους ἀφαιρούμενος τοῖς μὲν κατηγόροις μικράν τινα μοῖραν ἀπέθυεν, §4.42.3αὐτὸς δὲ τὰ πλείω κατεῖχεν.
他判处其中一些人死刑,另一些人流放,并剥夺了那些被处决者和被驱逐者的财产,仅分给控告者一小部分,而他自己则保留了大部分。
ἔμελλον δʼ ἄρα πολλοὶ τῶν δυνατῶν, πρὶν ἁλῶναι τὰς ἐπαγομένας σφίσι δίκας, εἰδότες ὧν ἕνεκεν ἐπεβουλεύοντο, καταλείψειν τῷ τυράννῳ τὴν πόλιν ἑκόντες καὶ πολλῷ πλείονες ἐγένοντο τῶν ἑτέρων.
因此,许多有权势的人在针对他们的指控被判有罪之前,因深知自己为何被算计,宁愿主动离开城市留给僭主,而这样的人数远远多于被判罪的人。
ἦσαν δέ τινες, οἳ καὶ κρύφα διεφθάρησαν ὑπʼ αὐτοῦ κατʼ οἰκίας τε καὶ ἐπʼ ἀγρῶν ἀναρπαζόμενοι, λόγου ἄξιοι ἄνδρες, ὧν οὐδὲ τὰ σώματα ἐφάνη.
还有一些体面的人物被他在家中或田野里秘密绑架并杀害,他们的尸体甚至也没有被发现。
§4.42.4ἐπεὶ δὲ διέφθειρε τὸ κράτιστον τῆς βουλῆς μέρος θανάτοις τε καὶ ἀειφυγίαις, ἑτέραν βουλὴν αὐτὸς κατεστήσατο παραγαγὼν ἐπὶ τὰς τῶν ἐκλιπόντων τιμὰς τοὺς ἰδίους ἑταίρους.
当他通过死刑和永久流放摧毁了元老院中最精英的部分后,自己便设立了另一个元老院,安插自己的亲信接替那些离去者的职位。
καὶ οὐδὲ τούτοις μέντοι τοῖς ἀνδράσιν οὔτε πράττειν ἐπέτρεπεν οὐδὲν οὔτε λέγειν ὅ τι μὴ κελεύσειεν αὐτός.
然而,即使是对这些新参议员,他也不允许他们做任何事或说任何话,除非是他自己所命令的。
§4.42.5ὥσθʼ ὁπόσοι κατελείφθησαν ἐν τῷ συνεδρίῳ βουλευταὶ τῶν ἐπὶ Τυλλίου καταλεγέντων, διάφοροι τοῖς δημοτικοῖς τέως ὄντες καὶ τὴν μεταβολὴν τῆς πολιτείας ἐπὶ τῷ σφετέρῳ νομίζοντες ἀγαθῷ γενήσεσθαι· τοιαύτας γὰρ αὐτοῖς ὑπέτεινεν ὁ Ταρκύνιος ὑποσχέσεις ἐξαπατῶν καὶ φενακίζων· τότε μαθόντες, ὅτι τῶν κοινῶν οὐδενὸς ἔτι μετεῖχον, ἀλλὰ καὶ αὐτοὶ τὴν παρρησίαν ἅμα τοῖς δημοτικοῖς ἀφῃρέθησαν, ὠδύροντο μὲν καὶ τὰ μέλλοντα τῶν παρόντων δεινότερα ὑπώπτευον, στέργειν δὲ τὰ παρόντα ἠναγκάζοντο δύναμιν οὐκ ἔχοντες κωλύειν τὰ πραττόμενα.
结果,在会议厅中留下来的那些在图利乌斯时期登记的议员们,以前一直与平民不和,并认为政体的改变会有利于自己(因为塔尔昆纽斯曾向他们开出这样的许诺来欺骗和愚弄他们),此时他们得知自己不再能参与任何公事,而且他们自己也和平民一样被剥夺了发言权,便哀叹起来,并怀疑未来的前景将比现状更加可怕,但由于没有力量阻止正在发生的事情,他们不得不忍受现状。