§4.41.1μετὰ δὲ τοῦτον παραλαμβάνει Λεύκιος Ταρκύνιος τὴν Ῥωμαίων δυναστείαν οὐ κατὰ νόμους, ἀλλὰ διὰ τῶν ὅπλων κατασχών, κατὰ τὸν τέταρτον ἐνιαυτὸν τῆς ἑξηκοστῆς καὶ πρώτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Ἀγάθαρχος Κερκυραῖος ἄρχοντος Ἀθήνησι Θηρικλέους.
この人の後、ルキウス・タルクィニウスがローマ人の支配権を引き継いだが、それは法に従ってではなく、武力によって強奪したものであり、第六十一回オリンピアードの第四年にあたっていた。 このオリンピアードでは、ケルキュラのアガタルコスがスタディオン競走で優勝し、アテナイではテリクレスがアルコンであった。
§4.41.2οὗτος ὑπεριδὼν μὲν τοῦ δημοτικοῦ πλήθους, ὑπεριδὼν δὲ τῶν πατρικίων, ὑφʼ ὧν ἐπὶ τὴν δυναστείαν παρήχθη, ἔθη τε καὶ νόμους καὶ πάντα τὸν ἐπιχώριον κόσμον, ᾧ τὴν πόλιν ἐκόσμησαν οἱ πρότεροι βασιλεῖς, συγχέας καὶ διαφθείρας εἰς ὁμολογουμένην τυραννίδα μετέστησε τὴν ἀρχήν.
この者は、平民の群衆を軽視し、また自分を支配権へと導いた貴族たちをも軽視し、先代の王たちがそれによって都市を美しく整えた、祖伝の慣習や法律、そしてすべての国内の秩序を攪乱し、かつ台無しにして、支配権を明白な僭主政治へと移行させた。
§4.41.3καὶ πρῶτον μὲν φυλακὴν κατεστήσατο περὶ ἑαυτὸν ἀνθρώπων θρασυτάτων ξίφη καὶ λόγχας φερόντων ἐπιχωρίων τε καὶ ἀλλοδαπῶν, οἳ νυκτός τε περὶ τὴν βασίλειον αὐλιζόμενοι αὐλὴν καὶ μεθʼ ἡμέραν ἐξιόντι παρακολουθοῦντες, ὅπῃ πορεύοιτο, πολλὴν τὴν ἀπὸ τῶν ἐπιβουλευσόντων ἀσφάλειαν παρείχοντο.
そして、まず第一に、彼は自分の周囲に、剣や槍を携えた国内人および外国人の最も大胆な男たちからなる護衛隊を組織した。 彼らは、夜間は王宮の周りに宿営し、昼間は彼が外出する際にその行く先々へ付き従って、陰謀を企てる者たちからの多大な安全を確保した。
ἔπειτα τὰς ἐξόδους οὔτε συνεχεῖς οὔτε τεταγμένας, ἀλλὰ σπανίους καὶ ἀπροσδοκήτους ἐποιεῖτο ἐχρηματίζετό τε περὶ τῶν κοινῶν κατʼ οἶκον μὲν τὰ πολλὰ καὶ αὐτῶν τῶν ἀναγκαιοτάτων §4.41.4συμπαρόντων, ὀλίγα δʼ ἐν ἀγορᾷ.
次に、彼は外出を頻繁にすることも定期的(計画的)にすることもなく、稀で、かつ不意のものとし、公務の処理を、大部分は自宅で行い、極めて不可欠な人々だけを同席させ、広場で行うことはわずかであった。
προσελθεῖν δʼ οὐδενὶ τῶν βουλομένων ἐπέτρεπεν, εἰ μή τινα καλέσειεν αὐτός·
また、自分が誰かを招かない限り、面会を望む者が近づくことを一切許さなかった。
οὔτε τοῖς προσιοῦσιν εὐμενὴς οὐδὲ πρᾷος ἦν, ἀλλʼ οἷα δὴ τύραννος, βαρύς τε καὶ χαλεπὸς ὀργὴν καὶ φοβερὸς μᾶλλον ἢ φαιδρὸς ὀφθῆναι·
近づく者に対しても親切でも穏やかでもなく、まさに僭主らしく、不機嫌で、怒りっぽく、顔つきは晴れやかというよりはむしろ恐ろしかった。
καὶ τὰς περὶ τῶν ἀμφισβητήτων συμβολαίων κρίσεις οὐκ ἐπὶ τὰ δίκαια καὶ τοὺς νόμους, ἀλλʼ ἐπὶ τοὺς ἑαυτοῦ τρόπους ἀναφέρων ἐποιεῖτο.
そして、係争中の契約に関する裁判においては、正義や法律に照らすのではなく、彼自身の意向に従って判決を行った。
διὰ ταῦτʼ ἐπωνυμίαν τίθενται αὐτῷ Ῥωμαῖοι τὸν Σούπερβον, τοῦτο δὲ δηλοῦν βούλεται κατὰ τὴν ἡμετέραν γλῶτταν τὸν ὑπερήφανον.
これらの理由から、ローマ人たちは彼に「スペルブス」という異名を授けたが、これは私たちの言語では「傲慢な者」を意味する。
τὸν δὲ πάππον αὐτοῦ Πρίσκον ἐκάλουν· ὡς δʼ ἡμεῖς ἂν εἴποιμεν, προγενέστερον·
また、彼の祖父のことを彼らは「プリスクス」と呼んでいたが、私たちが言うなら「先の者」となる。
ὁμώνυμος γὰρ ἦν τῷ νεωτέρῳ κατʼ ἄμφω τὰ ὀνόματα.
というのも、祖父はこれら両方の名前において、若い方と同名だったからである。