Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.41.1-4.41.4

塔尔昆纽斯·苏培布斯篡位与建立僭主统治

第 285 段,共 962 段 · 希腊语

内容简介

记述了卢修斯·塔尔昆纽斯·苏培布斯如何通过武力篡夺王位,无视法律和习俗建立专制僭主统治,并详细描述了他组建护卫队、傲慢的性格及其绰号的由来。

§4.41.1μετὰ δὲ τοῦτον παραλαμβάνει Λεύκιος Ταρκύνιος τὴν Ῥωμαίων δυναστείαν οὐ κατὰ νόμους, ἀλλὰ διὰ τῶν ὅπλων κατασχών, κατὰ τὸν τέταρτον ἐνιαυτὸν τῆς ἑξηκοστῆς καὶ πρώτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Ἀγάθαρχος Κερκυραῖος ἄρχοντος Ἀθήνησι Θηρικλέους.
继他之后,卢修斯·塔尔昆纽斯接管了罗马人的统治权,他不是依法,而是通过武力夺取了王位,时值第六十一届奥林匹亚德的第四年。 在这一届奥林匹亚德中,科尔库拉的阿加塔霍斯在短跑比赛中获胜,当时泰里克雷斯在雅典任执政官。
§4.41.2οὗτος ὑπεριδὼν μὲν τοῦ δημοτικοῦ πλήθους, ὑπεριδὼν δὲ τῶν πατρικίων, ὑφʼ ὧν ἐπὶ τὴν δυναστείαν παρήχθη, ἔθη τε καὶ νόμους καὶ πάντα τὸν ἐπιχώριον κόσμον, ᾧ τὴν πόλιν ἐκόσμησαν οἱ πρότεροι βασιλεῖς, συγχέας καὶ διαφθείρας εἰς ὁμολογουμένην τυραννίδα μετέστησε τὴν ἀρχήν.
此人无视平民大众,也无视将他推上统治地位的贵族,他搞乱并破坏了先王们用以装点这座城市的习俗、法律和所有国内秩序,将统治权转变为公认的僭主统治。
§4.41.3καὶ πρῶτον μὲν φυλακὴν κατεστήσατο περὶ ἑαυτὸν ἀνθρώπων θρασυτάτων ξίφη καὶ λόγχας φερόντων ἐπιχωρίων τε καὶ ἀλλοδαπῶν, οἳ νυκτός τε περὶ τὴν βασίλειον αὐλιζόμενοι αὐλὴν καὶ μεθʼ ἡμέραν ἐξιόντι παρακολουθοῦντες, ὅπῃ πορεύοιτο, πολλὴν τὴν ἀπὸ τῶν ἐπιβουλευσόντων ἀσφάλειαν παρείχοντο.
首先,他在自己周围建立了一支由手持剑和矛的、最胆大妄为的本国人和外国人组成的护卫队,他们夜间在王宫周围宿营,白天在他外出时随行,无论他走到哪里,都为他防范谋害者提供了极大安全。
ἔπειτα τὰς ἐξόδους οὔτε συνεχεῖς οὔτε τεταγμένας, ἀλλὰ σπανίους καὶ ἀπροσδοκήτους ἐποιεῖτο ἐχρηματίζετό τε περὶ τῶν κοινῶν κατʼ οἶκον μὲν τὰ πολλὰ καὶ αὐτῶν τῶν ἀναγκαιοτάτων §4.41.4συμπαρόντων, ὀλίγα δʼ ἐν ἀγορᾷ.
其次,他出行既不频繁,也不固定,而是稀少且令人意想不到,而且他大部分时间在家里处理公事,只有最亲近的人在场,在广场上处理的极少。
προσελθεῖν δʼ οὐδενὶ τῶν βουλομένων ἐπέτρεπεν, εἰ μή τινα καλέσειεν αὐτός· οὔτε τοῖς προσιοῦσιν εὐμενὴς οὐδὲ πρᾷος ἦν, ἀλλʼ οἷα δὴ τύραννος, βαρύς τε καὶ χαλεπὸς ὀργὴν καὶ φοβερὸς μᾶλλον ἢ φαιδρὸς ὀφθῆναι· καὶ τὰς περὶ τῶν ἀμφισβητήτων συμβολαίων κρίσεις οὐκ ἐπὶ τὰ δίκαια καὶ τοὺς νόμους, ἀλλʼ ἐπὶ τοὺς ἑαυτοῦ τρόπους ἀναφέρων ἐποιεῖτο.
除非他自己召见,否则他不允许任何想见他的人靠近;对于靠近的人,他也既不和蔼也不温和,而是展现出真正的僭主做派,脾气暴躁严厉,面容令人畏惧而非令人感到可亲;而在对争议契约进行审判时,他 comfort 并不是根据正义和法律,而是根据他自己的性情来进行裁决。
διὰ ταῦτʼ ἐπωνυμίαν τίθενται αὐτῷ Ῥωμαῖοι τὸν Σούπερβον, τοῦτο δὲ δηλοῦν βούλεται κατὰ τὴν ἡμετέραν γλῶτταν τὸν ὑπερήφανον.
由于这些原因,罗马人给他起了个绰号叫“苏培布斯”,这在我们语言中的意思是“傲慢者”。
τὸν δὲ πάππον αὐτοῦ Πρίσκον ἐκάλουν· ὡς δʼ ἡμεῖς ἂν εἴποιμεν, προγενέστερον· ὁμώνυμος γὰρ ἦν τῷ νεωτέρῳ κατʼ ἄμφω τὰ ὀνόματα.
而他们称他的祖父为“普里斯库斯”,正如我们要说的,即“长者”;因为祖父在这两个名字上都与年轻的一方同名。

词汇与语法注释

  1. §4.41.1ἄρχοντος Ἀθήνησι Θηρικλέους — 这是一个属格独立结构,以名词 ἄρχοντος 为核心,专有名词 Θηρικλέους 为其逻辑主语,用于通过雅典执政官的任期来确定历史事件的年代。
  2. ¦746¦πολλὴν τὴν ἀπὸ τῶν ἐπιβουλευσόντων ἀσφάλειαν — 形容词 πολλὴν 处于冠词 τὴν 之前的叙述位置(predicative position),强调“他们所提供的安全是巨大的”。此外,将来时主动分词的实质化用法 τῶν ἐπιβουλευσόντων 指代“那些将要(或可能)进行阴谋策划的人”。
  3. ¦747¦βαρύς τε καὶ χαλεπὸς ὀργὴν καὶ φοβερὸς μᾶλλον ἢ φαιδρὸς ὀφθῆναι — 对格名词 ὀργὴν 作为关系/观点对格(“在脾气、愤怒方面”)修饰形容词 βαρύς / χαλεπὸς。而被动不定式 ὀφθῆναι 则是限制性/解释性不定式(“看起来、在外表上”),修饰形容词 φοβερὸς 和 φαιδρὸς。
  4. ¦747¦ὡς δʼ ἡμεῖς ἂν εἴποιμεν — 由助词 ἄν 和希求式 εἴποιμεν 构成的潜在希求语气,表示一种假设的可能性:“正如我们(希腊语使用者)会说的那样”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.41.1-4.41.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.41.1-4.41.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。