Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §4.40.1-4.40.7

トゥッリウス王の評価と秘密裏の埋葬と木像の奇跡

284 / 962 箇所 · ギリシア語

要旨

トゥッリウスの治世とその最期の歴史的評価、葬儀の不許可と妻の秘密裏の埋葬、その後の彼女の謎の死、そしてトゥッリウスが神に愛された証拠とされるフォルトゥーナ神殿の木像の奇跡について記述している。

§4.40.1τοιαύτης τελευτῆς ἔτυχε Τύλλιος ἔτη τετταράκοντα καὶ τέτταρα τὴν βασιλείαν κατασχών.
トゥッリウスは、四十四年間王位を保持した後に、このような最期を遂げた。
τοῦτον τὸν ἄνδρα λέγουσι Ῥωμαῖοι πρῶτον τὰ πάτρια ἔθη καὶ νόμιμα κινῆσαι, τὴν ἀρχὴν λαβόντα οὐ παρὰ τῆς βουλῆς καὶ τοῦ δήμου, καθάπερ οἱ πρὸ αὐτοῦ πάντες, ἀλλὰ παρὰ μόνου τοῦ δήμου, δεκασμοῖς δὲ καὶ ἄλλαις πολλαῖς κολακείαις ἐκθεραπεύσαντα τοὺς ἀπόρους·
ローマ人たちは、この人物が、彼以前のすべての王たちのように元老院と民衆からではなく、民衆のみから支配権を受け取り、買収や他の多くの甘言によって貧しき人々を懐柔したことで、祖伝の慣習と掟を最初に動揺させた者であると言っている。
καὶ ἔχει τἀληθὲς οὕτως.
そして、これは事実その通りである。
§4.40.2ἐν γὰρ τοῖς πρότερον χρόνοις, ὁπότε βασιλεὺς ἀποθάνοι, τὴν μὲν ἐξουσίαν ὁ δῆμος ἐδίδου τῷ συνεδρίῳ τῆς βουλῆς, οἵαν προέλοιτο καταστήσασθαι πολιτείαν·
なぜなら、それ以前の時代においては、王が死ぬたびに、民衆は元老院の会議に、いかなる政体を選択して樹立してもよいという権限を与えていたからである。
ἡ δὲ βουλὴ μεσοβασιλεῖς ἀπεδείκνυεν· ἐκεῖνοι δὲ τὸν ἄριστον ἄνδρα, εἴτʼ ἐκ τῶν ἐπιχωρίων, εἴτʼ ἐκ τῶν ξένων, βασιλέα καθίστασαν.
そして元老院は中間王たちを任命し、彼らは地元の人々からであろうと、異邦人からであろうと、最も優れた人物を王として擁立した。
εἰ μὲν οὖν ἥ τε βουλὴ τὸν αἱρεθέντα ὑπʼ αὐτῶν ἐδοκίμασε, καὶ ὁ δῆμος ἐπεψήφισε καὶ τὰ μαντεύματα ἐπεκύρωσε, παρελάμβανεν οὗτος τὴν ἀρχήν·
それゆえ、もし元老院が彼らによって選ばれた者を承認し、民衆もまた投票によって支持し、神託も承認したならば、その者が支配権を引き継いだ。
ἐλλείποντος δέ τινος τούτων ἕτερον ὠνόμαζον, καὶ τρίτον, εἰ μὴ συμβαίη μηδὲ τῷ δευτέρῳ τά τε παρʼ ἀνθρώπων καὶ §4.40.3τὰ παρὰ τῶν θεῶν ἀνεπίληπτα.
しかし、これらのうちのいずれかが欠けている場合には、彼らは第二の人物を指名し、もし第二の人物に対しても人間からの承認と神々からの承認が非の打ちどころのないものでない場合には、第三の人物を指名した。
ὁ δὲ Τύλλιος ἐπιτρόπου βασιλικοῦ σχῆμα κατʼ ἀρχὰς λαβών, ὡς εἴρηταί μοι πρότερον, ἔπειτα φιλανθρωπίαις τισὶ τὸν δῆμον οἰκειωσάμενος ὑπʼ ἐκείνου βασιλεὺς ἀπεδείχθη μόνου.
しかしトゥッリウスは、最初に私が以前に述べたように王の摂政という姿をとり、その後、いくつかの慈善行為によって民衆を味方につけ、彼らのみによって王に任命された。
ἐπιεικὴς δὲ καὶ μέτριος ἀνὴρ γενόμενος ἔλυσε τὰς ἐπὶ τῷ μὴ πάντα τὰ κατὰ τοὺς νόμους πρᾶξαι. διαβολὰς τοῖς μετὰ ταῦτʼ ἔργοις, παρέσχε τε πολλοῖς ὑπόληψιν ὡς, εἰ μὴ θᾶττον ἀνῃρέθη, μεταστήσων τὸ σχῆμα τῆς πολιτείας εἰς δημοκρατίαν.
しかし、彼は公正で穏健な人物となったため、その後の事績によって、すべてのことを法律に従って行わなかったという不名誉を解消し、もし彼がもっと早く殺されていなければ、政体を民主制へと移行させただろうという推測を多くの人々に抱かせた。
§4.40.4καὶ ἐπὶ ταύτῃ μάλιστα τῇ αἰτίᾳ λέγεται τῶν πατρικίων αὐτῷ τινας συνεπιβουλεῦσαι·
そして、特にこの理由のために、貴族たちの何人かが彼に対して共に陰謀を企てたと言われている。
ἀδυνάτους δʼ ὄντας διʼ ἑτέρου τρόπου τὴν ἐξουσίαν αὐτοῦ καταλῦσαι καὶ Ταρκύνιον ἐπὶ τὰ πράγματα παραλαβεῖν καὶ συγκατασκευάσαι τὴν ἀρχὴν ἐκείνῳ, κακῶσαί τε βουλομένους τὸ δημοτικὸν ἰσχύος οὐ μικρᾶς ἐπειλημμένον ἐκ τῆς Τυλλίου πολιτείας, καὶ τὴν ἰδίαν ἀξίωσιν, ἣν πρότερον εἶχον, ἀναλαβεῖν.
彼らは他の方法では彼の権力を崩壊させることができず、タルクィニウスを国政に引き入れて彼に支配権を共同で確立させ、またトゥッリウスの施政によって少なからぬ力を得ていた民衆を弱体化させ、かつて自分たちが有していた独自の権威を取り戻そうと望んでいたのである。
§4.40.5θορύβου δὲ γενομένου πολλοῦ κατὰ τὴν πόλιν ὅλην καὶ οἰμωγῆς ἐπὶ τῷ Τυλλίου θανάτῳ δείσας ὁ Ταρκύνιος, εἰ διὰ τῆς ἀγορᾶς ὁ νεκρὸς φέροιτο, ὡς ἔστι Ῥωμαίοις ἔθος, τόν τε βασίλειον κόσμον ἔχων καὶ τἆλλʼ, ὅσα νόμος ἐπὶ ταφαῖς βασιλικαῖς μή τις εἰς ἑαυτὸν ὁρμὴ γένηται τοῦ δημοτικοῦ, πρὶν ἢ βεβαίως κρατύνασθαι τὴν ἀρχήν, οὐκ εἴασε τῶν νομίμων οὐδὲν αὐτῷ γενέσθαι·
トゥッリウスの死に対して、市中全体に大きな混乱と哀哭が起こったため、タルクィニウスは、もしローマの慣習に従って遺体が王の装束やその他王の葬儀に法で定められたあらゆるものを備えて広場を通って運ばれるならば、支配権を強固に確立する前に、民衆から自分に対する襲撃が起こるのではないかと恐れ、彼に対する葬儀の儀式がいっさい行われることを許さなかった。
ἀλλʼ ἡ γυνὴ τοῦ Τυλλίου σὺν ὀλίγοις τισὶ τῶν φίλων, Ταρκυνίου θυγάτηρ οὖσα τοῦ προτέρου βασιλέως, νυκτὸς ἐκκομίζει τὸ σῶμα τῆς πόλεως, ὡς τῶν ἐπιτυχόντων τινός·
しかし、トゥッリウスの妻であり、先代の王タルクィニウスの娘であった女性は、わずかな友人と共に、夜の間にその遺体を、あたかも市井の平凡な人物の一人であるかのように市外へと運び出した。
καὶ πολλὰ μὲν τὸν ἑαυτῆς καὶ ἐκείνου δαίμονα κατοδυραμένη, μυρίας δὲ κατάρας τῷ τε γαμβρῷ καὶ τῇ θυγατρὶ καταρασαμένη κρύπτει γῇ τὸ σῶμα.
そして、彼女自身と彼の運命を深く嘆き、婿と娘に対して無数の呪いをかけた後、その遺体を土に隠した。
§4.40.6ἀπελθοῦσα δʼ ἀπὸ τοῦ σήματος οἴκαδε καὶ μίαν ἡμέραν ἐπιβιώσασα μετὰ τὴν ταφὴν τῇ κατόπιν νυκτὶ ἀποθνήσκει.
墓から家へと戻った彼女は、葬儀の後に一日だけ生き延びて、その次の夜に亡くなった。
τοῦ θανάτου δʼ ὁ τρόπος, ὅστις ἦν, ἠγνοεῖτο τοῖς πολλοῖς·
その死の有様がどのようなものであったかは、多くの人々には知られていなかった。
ἔλεγον δʼ οἱ μὲν ὑπὸ λύπης αὐτοχειρίᾳ τὸ ζῆν προεμένην αὐτὴν ἀποθανεῖν· οἱ δʼ ὑπὸ τοῦ γαμβροῦ καὶ τῆς θυγατρὸς ἀναιρεθῆναι τῆς εἰς τὸν ἄνδρα συμπαθείας τε καὶ εὐνοίας ἕνεκα.
ある人々は、彼女が悲しみのあまり自らの手で命を絶って死んだと言い、他の人々は、夫に対する同情と好意のために、婿と娘によって殺害されたと言った。
ταφῆς μὲν οὖν βασιλικῆς καὶ μνήματος ἐπιφανοῦς διὰ ταύτας τὰς αἰτίας οὐκ ἐξεγένετο τυχεῖν τῷ Τυλλίου σώματι, μνήμης δʼ αἰωνίου τοῖς ἔργοις αὐτοῦ παρὰ πάντα τὸν χρόνον ὑπάρχει τυγχάνειν.
それゆえ、これらの理由によって、トゥッリウスの遺体は王の葬儀と顕著な記念碑を得ることはできなかったが、彼の事績に対する永遠の記憶は、すべての時代を通じて存在することとなった。
§4.40.7ἐδήλωσε δέ τι καὶ ἄλλο δαιμόνιον ἔργον, ὅτι θεοφιλὴς ἦν ἁνήρ, ἐξ οὗ καὶ ἡ περὶ τῆς γενέσεως αὐτοῦ μυθικὴ καὶ ἄπιστος ὑπόληψις, ὥσπερ εἴρηταί μοι πρότερον, ἀληθὴς εἶναι ὑπὸ πολλῶν ἐπιστεύθη.
そして、彼が神に愛された人物であったことを、もう一つの不思議な出来事を示しており、それによって、以前に私が述べたように、彼の誕生に関する神話的で信じがたい推測が、多くの人々によって真実であると信じられるようになった。
ἐν γὰρ τῷ ναῷ τῆς Τύχης, ὃν αὐτὸς κατεσκεύασεν, εἰκὼν αὐτοῦ κειμένη ξυλίνη κατάχρυσος ἐμπρήσεως γενομένης καὶ τῶν ἄλλων ἁπάντων διαφθαρέντων μόνη διέμεινεν οὐδὲν λωβηθεῖσα ὑπὸ τοῦ πυρός.
なぜなら、彼自身が建立した運命の女神の神殿において、金箔を貼った彼の木像が置かれていたが、火災が起こり他のすべてのものが破壊された中で、それだけが火によっていかなる損傷も受けずに残ったからである。
καὶ ἔτι νῦν ὁ μὲν νεὼς καὶ τὰ ἐν αὐτῷ πάντα, ὅσα μετὰ τὴν ἔμπρησιν εἰς τὸν ἀρχαῖον κόσμον ἐπετελέσθη φανερά, ὅτι τῆς καινῆς ἐστι τέχνης, ἡ δʼ εἰκών, οἵα πρότερον ἦν, ἀρχαικὴ τὴν κατασκευήν·
そして今なお、神殿とその中のすべてのものは、火災の後に古代の装飾に従って完成されたものであり、それが新しい技術によるものであることは明らかであるが、その像は以前のままで、その構造は古風なものである。
διαμένει γὰρ ἔτι σεβασμοῦ τυγχάνουσα ὑπὸ Ῥωμαίων.
なぜなら、それは今なおローマ人によって崇敬を受けつつ残っているからである。
καὶ περὶ μὲν Τυλλίου τοσαῦτα παρελάβομεν.
そして、トゥッリウスに関しては、私たちはこれほどのことを受け継いでいる。

語釈・文法注

  1. 741τὴν ἀρχὴν λαβόντα — 分詞 λαβόντα と後続の ἐκθεραπεύσαντα は、いずれも対格の τὸν ἄνδρα(主節の不定詞 κινῆσαι の意味上の主語)に一致する。この分詞句は、彼が祖伝の慣習を動揺させた「方法」または「理由」を説明している。
  2. 742εἰ μὲν οὖν ἥ τε βουλὴ... καὶ ὁ δῆμος... καὶ τὰ μαντεύματα... — 過去の反復的な条件文(εἰ +直説法過去)に、主節の未完了過去(παρελάμβανεν, ὠνόμαζον)が対応している。これは「〜するたびに、〜するのが常であった」という、過去における一般的条件・習慣を表す。
  3. 4.40.3ἔλυσε τὰς ἐπὶ τῷ μὴ πάντα τὰ κατὰ τοὺς νόμους πρᾶξαι διαβολὰς — 冠詞 τὰς と名詞 διαβολὰς が大きく離隔しており、その間に前置詞句 ἐπὶ τῷ μὴ πάντα τὰ κατὰ τοὺς νόμους πρᾶξαι(「すべてのことを法律に従って行わなかったということに対する」)が挟み込まれている。動名詞的動詞不定詞句(τῷ ... πρᾶξαι)が前置詞 ἐπί の目的語となっている。
  4. p.v.2p.73δείσας... εἰ... μή τις εἰς ἑαυτὸν ὁρμὴ γένηται — 分詞 δείσας(恐れて)に導かれる名詞節・副詞節の複雑な構造。εἰ は「もし〜ならば」という条件節で、μή... γένηται は恐れを表す動詞に付随する「〜ではないかと(恐れる)」という懸念節(接続法現在)であり、これらは δείσας の内容を入れ子状に構成している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §4.40.1-4.40.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.40.1-4.40.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。