Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §4.39.1-4.39.5

トゥッリウス王の暗殺と娘トゥッリアの蛮行

283 / 962 箇所 · ギリシア語

要旨

トゥッリアはタルクィニウスが権力を握ったことを知ると、彼を王として祝福し、さらに父親のトゥッリウスを暗殺するよう促す。暗殺者が彼を殺害したのち、トゥッリアは自ら馬車を走らせて父親の遺体を踏み越えていった。

§4.39.1τὰ μετὰ ταῦτα δεινὰ μὲν ἀκουσθῆναι, θαυμαστὰ δὲ καὶ ἄπιστα πραχθῆναι, τῆς ἀνοσίας αὐτοῦ θυγατρὸς ἔργα παραδίδοται.
これに続く出来事、すなわち彼の不敬な娘の仕業は、聞くも恐ろしく、行われたことは驚くべき、また信じがたいこととして伝えられている。
πεπυσμένη γὰρ τὴν εἰς τὸ βουλευτήριον τοῦ πατρὸς εἴσοδον καὶ σπουδὴν ἔχουσα μαθεῖν οἷόν τι λήψεται τὰ πράγματα τέλος, ἐπὶ τῆς ἀπήνης καθεζομένη παρῆν εἰς τὴν ἀγοράν.
彼女は父親が元老院議事堂に入ったことを知ると、事態がどのような結末を迎えるのかを熱心に知ろうとして、馬車に乗って広場へとやって来た。
μαθοῦσα δὲ τὰ γενόμενα καὶ τὸν Ταρκύνιον ἐπὶ τῆς κρηπῖδος ἑστῶτα πρὸ τοῦ βουλευτηρίου θεασαμένη βασιλέα τʼ αὐτὸν ἠσπάσατο πρώτη μεγάλῃ τῇ φωνῇ καὶ τοῖς θεοῖς εὔξατο ἐπὶ τῷ συμφέροντι τῆς πόλεως τῆς Ῥωμαίων τὴν ἀρχὴν αὐτὸν κατασχεῖν.
そして起こったことを知り、タルクィニウスが議事堂の前の階段の上に立っているのを目にすると、自ら大声で最初に彼を王として祝福し、ローマ人の都市の利益のために、彼がその支配権を保持するよう神々に祈った。
§4.39.2ἀσπασαμένων δὲ καὶ τῶν ἄλλων αὐτὸν ὡς βασιλέα τῶν συγκατασκευασάντων τὴν ἀρχὴν λαβοῦσα μόνον αὐτόν·
支配権を確立するのを手助けした他の者たちも彼を王として祝福すると、彼女は彼だけを二人きりにさせて言った。
τὰ μὲν πρῶτα, ἔφη, πέπρακταί σοι, Ταρκύνιε, κατὰ τὸ δέον·
「タルクィニウスよ、最初の事柄はあなたによって、なされるべき通りになされました。
βεβαίως δὲ τὴν βασιλείαν ἔχειν Τυλλίου περιόντος οὐκ ἔνεστί σοι.
しかし、トゥッリウスが生きている限り、あなたが王位を確固たるものにすることは不可能です。
ἐκδημαγωγήσει γὰρ αὖθις ἐπὶ σοὶ τὸν ὄχλον, ἐὰν καὶ ὁποσονοῦν ταύτης τῆς ἡμέρας περιγένηται χρόνον·
なぜなら、彼が今日のわずかな時間でも生き延びるならば、彼は再びあなたに対して群衆を煽動するでしょうから。
ἐπίστασαι δʼ, ὡς εὔνους ἐστὶν αὐτῷ τὸ δημοτικὸν ἅπαν·
一般市民の誰もが彼にどれほど好意を抱いているか、あなたは知っているはずです。
ἀλλὰ καὶ πρὶν εἰς τὴν οἰκίαν αὐτὸν εἰσελθεῖν, ἀποστείλας τοὺς διαχρησομένους ἐκποδῶν ποίησον.
彼が家にたどり着く前に、暗殺者を送って亡き者にしなさい」。
§4.39.3ταῦτʼ εἰποῦσα καὶ καθεζομένη πάλιν ἐπὶ τῆς ἀπήνης ᾤχετο·
彼女はこう言うと、再び馬車に乗り込んで去って行った。
Ταρκύνιος δὲ καὶ ταῦτʼ ὀρθῶς δόξας τὴν ἀνοσιωτάτην γυναῖκα ὑποτίθεσθαι πέμπει τινὰς τῶν θεραπόντων ἐπʼ αὐτὸν ἔχοντας ξίφη·
タルクィニウスもまた、この不敬極まりない妻が極めて正しい提案をしてくれたと考え、剣を持った数人の従者を彼のもとへ送った。
οἳ τάχει πολλῷ τὴν μεταξὺ διανύσαντες ὁδὸν ἐγγὺς ὄντα τῆς οἰκίας ἤδη τὸν Τύλλιον καταλαβόντες κατέσφαξαν.
彼らは極めて迅速にその間の道を進み、すでに家の近くにいたトゥッリウスに追いついて、彼を刺し殺した。
ἔτι δὲ νεοσφαγοῦς ἐρριμμένου τοῦ σώματος καὶ σπαίροντος §4.39.4ἡ θυγάτηρ παρῆν.
その遺体がまだ切り裂かれたばかりで、地面に投げ出されて震えているところに、娘がやって来た。
στενοῦ δʼ ὄντος πάνυ τοῦ στενωποῦ, διʼ οὗ τὴν ἀπήνην ἔδει διελθεῖν, αἱ ἡμίονοι τὸ πτῶμα ἰδοῦσαι διεταράχθησαν, καὶ ὁ προηγούμενος αὐτῶν ὀρεοκόμος παθών τι πρὸς τὸ τῆς ὄψεως ἐλεεινὸν ἐπέστη καὶ πρὸς τὴν δέσποιναν ἀπέβλεψε.
馬車が通り抜けなければならないその路地は非常に狭かったため、ラバたちは遺体を見て怯え、彼らを先導していた御者はその光景の痛ましさに胸を打たれて立ち止まり、女主人の方を振り返った。
πυνθανομένης δʼ ἐκείνης, τί παθὼν οὐκ ἄγει τὸ ζεῦγος· οὐχ ὁρᾷς, εἶπεν, ὦ Τυλλία, τὸν πατέρα σου νεκρὸν κείμενον καὶ πάροδον οὐκ οὖσαν ἄλλην, εἰ μὴ διὰ §4.39.5τοῦ πτώματος;
彼女が、どうして馬車を走らせないのかと尋ねると、「トゥッリアよ、あなたの父親が死んで横たわっており、この遺体の上を通るほかには、どこにも通り道がないのが見えないのですか」と彼は言った。
ἡ δʼ ἐκπικρανθεῖσα καὶ ἀπὸ τῶν ποδῶν τὸ βάθρον ἁρπάσασα βάλλει τὸν ὀρεοκόμον καί φησιν·
彼女は激怒し、足元から足台をひったくると、御者に投げつけて言った。
οὐκ ἄξεις, ἀλιτήριε, καὶ διὰ τοῦ νεκροῦ;
「この悪党め、遺体の上を通ってでも走らせないか」。
κἀκεῖνος ἐπὶ τῷ πάθει μᾶλλον ἢ τῇ πληγῇ στενάξας ἄγει βίᾳ τὰς ἡμιόνους κατὰ τοῦ πτώματος.
御者はその打撃よりも、その行為の痛ましさにため息を漏らし、無理やりラバたちを遺体の上に走らせた。
οὗτος ὁ στενωπὸς ὄρβιος καλούμενος πρότερον ἐξ ἐκείνου τοῦ δεινοῦ καὶ μυσαροῦ πάθους ἀσεβὴς ὑπὸ Ῥωμαίων κατὰ τὴν πάτριον γλῶτταν καλεῖται.
かつてはオルビウスと呼ばれていたこの路地は、あの恐ろしく忌まわしい出来事以来、ローマ人によって彼らの母国語で「不敬な路地」と呼ばれている。

語釈・文法注

  1. 4.39.1τὰ μετὰ ταῦτα δεινὰ μὲν ἀκουσθῆναι, θαυμαστὰ δὲ καὶ ἄπιστα πραχθῆναι, τῆς ἀνοσίας αὐτοῦ θυγατρὸς ἔργα — δεινὰ ... πραχθῆναι は「聞くには恐ろしく、行うには驚くべき…」のように形容詞を修飾する説明的不定詞(epexegetical infinitive)である。主文の文脈の主語は τὰ μετὰ ταῦτα(それに続く出来事)であり、ἔργα はその主語と同格の名詞句として機能している。
  2. 4.39.2ἐὰν καὶ ὁποσονοῦν ταύτης τῆς ἡμέρας περιγένηται χρόνον — ὁποσονοῦν ... χρόνον は時間の継続を示す対格であり、ταύτης τῆς ἡμέρας は部分属格として χρόνον を修飾している。「今日のどんなにわずかな時間でも生き延びるならば」という意味を表す。
  3. 4.39.4τί παθὼν — 疑問代名詞 τί と分詞 παθών(πάσχω のアオリスト能動態分詞)の組み合わせは、「なぜ一体」「どういう風の吹き回しで」という、不満や驚きの感情を伴う慣用表現である。
  4. 4.39.5οὐκ ἄξεις, ἀλιτήριε, καὶ διὰ τοῦ νεκροῦ; — 否定辞 οὐκ に動詞 ἄγω の未来直説法 2人称単数形 ἄξεις を伴う疑問文は、「〜しないのか」という形から、強い催促や性急な命令(「走らせろ!」)を表す。また、καί は「〜でさえも」という意味で前置詞句にかかっている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §4.39.1-4.39.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.39.1-4.39.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。