§4.40.1τοιαύτης τελευτῆς ἔτυχε Τύλλιος ἔτη τετταράκοντα καὶ τέτταρα τὴν βασιλείαν κατασχών.
图利乌斯在保有王位四十四年之后,落得如此结局。
τοῦτον τὸν ἄνδρα λέγουσι Ῥωμαῖοι πρῶτον τὰ πάτρια ἔθη καὶ νόμιμα κινῆσαι, τὴν ἀρχὴν λαβόντα οὐ παρὰ τῆς βουλῆς καὶ τοῦ δήμου, καθάπερ οἱ πρὸ αὐτοῦ πάντες, ἀλλὰ παρὰ μόνου τοῦ δήμου, δεκασμοῖς δὲ καὶ ἄλλαις πολλαῖς κολακείαις ἐκθεραπεύσαντα τοὺς ἀπόρους·
罗马人说,此人是第一个动摇祖传习俗和法律的人,因为他不像在他之前的历代君主那样从元老院和人民那里获得统治权,而是仅从人民那里获得,并用贿赂和许多其他奉承手段来讨好穷人。
καὶ ἔχει τἀληθὲς οὕτως.
事实也确是如此。
§4.40.2ἐν γὰρ τοῖς πρότερον χρόνοις, ὁπότε βασιλεὺς ἀποθάνοι, τὴν μὲν ἐξουσίαν ὁ δῆμος ἐδίδου τῷ συνεδρίῳ τῆς βουλῆς, οἵαν προέλοιτο καταστήσασθαι πολιτείαν· ἡ δὲ βουλὴ μεσοβασιλεῖς ἀπεδείκνυεν· ἐκεῖνοι δὲ τὸν ἄριστον ἄνδρα, εἴτʼ ἐκ τῶν ἐπιχωρίων, εἴτʼ ἐκ τῶν ξένων, βασιλέα καθίστασαν.
因为在以前的时代,每当国王去世,人民都会将建立他们所选择的任何政体的权力授予元老院会议;而元老院则指定间王,他们从本地人或外邦人中,立最优秀的人为王。
εἰ μὲν οὖν ἥ τε βουλὴ τὸν αἱρεθέντα ὑπʼ αὐτῶν ἐδοκίμασε, καὶ ὁ δῆμος ἐπεψήφισε καὶ τὰ μαντεύματα ἐπεκύρωσε, παρελάμβανεν οὗτος τὴν ἀρχήν· ἐλλείποντος δέ τινος τούτων ἕτερον ὠνόμαζον, καὶ τρίτον, εἰ μὴ συμβαίη μηδὲ τῷ δευτέρῳ τά τε παρʼ ἀνθρώπων καὶ §4.40.3τὰ παρὰ τῶν θεῶν ἀνεπίληπτα.
因此,如果元老院批准了他们所选择的人,且人民通过投票表决,同时神谕也予以确认,此人便接管统治权;但如果其中缺少任何一项,他们就会提名另一个人,如果第二个人也没有获得来自人和来自神明的无瑕疵的确认,他们就会提名第三个人。
ὁ δὲ Τύλλιος ἐπιτρόπου βασιλικοῦ σχῆμα κατʼ ἀρχὰς λαβών, ὡς εἴρηταί μοι πρότερον, ἔπειτα φιλανθρωπίαις τισὶ τὸν δῆμον οἰκειωσάμενος ὑπʼ ἐκείνου βασιλεὺς ἀπεδείχθη μόνου.
但是图利乌斯最初采取了皇家监护人的身份,正如我之前所说,然后通过某些恩惠使人民归顺,仅由他们宣布为王。
ἐπιεικὴς δὲ καὶ μέτριος ἀνὴρ γενόμενος ἔλυσε τὰς ἐπὶ τῷ μὴ πάντα τὰ κατὰ τοὺς νόμους πρᾶξαι. διαβολὰς τοῖς μετὰ ταῦτʼ ἔργοις, παρέσχε τε πολλοῖς ὑπόληψιν ὡς, εἰ μὴ θᾶττον ἀνῃρέθη, μεταστήσων τὸ σχῆμα τῆς πολιτείας εἰς δημοκρατίαν.
然而,由于他成为一个公正而温和的人,他用后来的功绩消除了因未能完全依法办事而招致的指责,并让许多人产生了一种想法:如果他没有这么快被杀,他就会把政体改变为民主制。
§4.40.4καὶ ἐπὶ ταύτῃ μάλιστα τῇ αἰτίᾳ λέγεται τῶν πατρικίων αὐτῷ τινας συνεπιβουλεῦσαι·
据说,尤其正是由于这个原因,一些贵族共同密谋反对他。
ἀδυνάτους δʼ ὄντας διʼ ἑτέρου τρόπου τὴν ἐξουσίαν αὐτοῦ καταλῦσαι καὶ Ταρκύνιον ἐπὶ τὰ πράγματα παραλαβεῖν καὶ συγκατασκευάσαι τὴν ἀρχὴν ἐκείνῳ, κακῶσαί τε βουλομένους τὸ δημοτικὸν ἰσχύος οὐ μικρᾶς ἐπειλημμένον ἐκ τῆς Τυλλίου πολιτείας, καὶ τὴν ἰδίαν ἀξίωσιν, ἣν πρότερον εἶχον, ἀναλαβεῖν.
由于无法通过其他方式瓦解他的权力,他们便将塔尔昆纽斯引入政务,协助他建立统治,既希望削弱因图利乌斯的治理而获得不小力量的平民,又希望恢复他们以前拥有的特权。
§4.40.5θορύβου δὲ γενομένου πολλοῦ κατὰ τὴν πόλιν ὅλην καὶ οἰμωγῆς ἐπὶ τῷ Τυλλίου θανάτῳ δείσας ὁ Ταρκύνιος, εἰ διὰ τῆς ἀγορᾶς ὁ νεκρὸς φέροιτο, ὡς ἔστι Ῥωμαίοις ἔθος, τόν τε βασίλειον κόσμον ἔχων καὶ τἆλλʼ, ὅσα νόμος ἐπὶ ταφαῖς βασιλικαῖς μή τις εἰς ἑαυτὸν ὁρμὴ γένηται τοῦ δημοτικοῦ, πρὶν ἢ βεβαίως κρατύνασθαι τὴν ἀρχήν, οὐκ εἴασε τῶν νομίμων οὐδὲν αὐτῷ γενέσθαι·
由于图利乌斯之死在全城引起了巨大的混乱和哀号,塔尔昆纽斯害怕如果按照罗马人的习俗,将穿着国王盛装和法律规定用于国王葬礼的所有其他事物的遗体抬过广场,平民可能会在自己牢固确立统治权之前对自己发起袭击,因此他不允许为他举行任何合法的仪式。
ἀλλʼ ἡ γυνὴ τοῦ Τυλλίου σὺν ὀλίγοις τισὶ τῶν φίλων, Ταρκυνίου θυγάτηρ οὖσα τοῦ προτέρου βασιλέως, νυκτὸς ἐκκομίζει τὸ σῶμα τῆς πόλεως, ὡς τῶν ἐπιτυχόντων τινός· καὶ πολλὰ μὲν τὸν ἑαυτῆς καὶ ἐκείνου δαίμονα κατοδυραμένη, μυρίας δὲ κατάρας τῷ τε γαμβρῷ καὶ τῇ θυγατρὶ καταρασαμένη κρύπτει γῇ τὸ σῶμα.
然而,图利乌斯的妻子与少数几个朋友一起(她是前代国王塔尔昆纽斯的女儿),在夜间将尸体运出城外,就好像那是个普通人一样;她痛哭自己和他的命运,并对女婿和女儿施加了无数的诅咒,然后将尸体埋入土中。
§4.40.6ἀπελθοῦσα δʼ ἀπὸ τοῦ σήματος οἴκαδε καὶ μίαν ἡμέραν ἐπιβιώσασα μετὰ τὴν ταφὴν τῇ κατόπιν νυκτὶ ἀποθνήσκει.
她从坟墓回到家中,在葬礼后仅活了一天,就在接下来的夜里去世了。
τοῦ θανάτου δʼ ὁ τρόπος, ὅστις ἦν, ἠγνοεῖτο τοῖς πολλοῖς· ἔλεγον δʼ οἱ μὲν ὑπὸ λύπης αὐτοχειρίᾳ τὸ ζῆν προεμένην αὐτὴν ἀποθανεῖν· οἱ δʼ ὑπὸ τοῦ γαμβροῦ καὶ τῆς θυγατρὸς ἀναιρεθῆναι τῆς εἰς τὸν ἄνδρα συμπαθείας τε καὶ εὐνοίας ἕνεκα.
大多数人都不知道她的死因;有些人说她是因为悲伤而自杀身亡,另一些人则说她是因为对丈夫的同情和关爱而被女婿和女儿杀害。
ταφῆς μὲν οὖν βασιλικῆς καὶ μνήματος ἐπιφανοῦς διὰ ταύτας τὰς αἰτίας οὐκ ἐξεγένετο τυχεῖν τῷ Τυλλίου σώματι, μνήμης δʼ αἰωνίου τοῖς ἔργοις αὐτοῦ παρὰ πάντα τὸν χρόνον ὑπάρχει τυγχάνειν.
因此,由于这些原因,图利乌斯的遗体未能获得皇家葬礼和显赫的陵墓,但他的功绩在所有时代都享有着永恒的记忆。
§4.40.7ἐδήλωσε δέ τι καὶ ἄλλο δαιμόνιον ἔργον, ὅτι θεοφιλὴς ἦν ἁνήρ, ἐξ οὗ καὶ ἡ περὶ τῆς γενέσεως αὐτοῦ μυθικὴ καὶ ἄπιστος ὑπόληψις, ὥσπερ εἴρηταί μοι πρότερον, ἀληθὴς εἶναι ὑπὸ πολλῶν ἐπιστεύθη.
另一个神圣的事件也表明他是一个受神喜爱的人,正如我之前所说,正因为这一事件,关于他出生的神话般且不可信的传闻被许多人信以为真。
ἐν γὰρ τῷ ναῷ τῆς Τύχης, ὃν αὐτὸς κατεσκεύασεν, εἰκὼν αὐτοῦ κειμένη ξυλίνη κατάχρυσος ἐμπρήσεως γενομένης καὶ τῶν ἄλλων ἁπάντων διαφθαρέντων μόνη διέμεινεν οὐδὲν λωβηθεῖσα ὑπὸ τοῦ πυρός.
因为在他自己建造的命运女神庙中,立着一尊他的贴金木像,在发生火灾且所有其他东西都被烧毁时,唯独它完好无损地在火中幸存了下来。
καὶ ἔτι νῦν ὁ μὲν νεὼς καὶ τὰ ἐν αὐτῷ πάντα, ὅσα μετὰ τὴν ἔμπρησιν εἰς τὸν ἀρχαῖον κόσμον ἐπετελέσθη φανερά, ὅτι τῆς καινῆς ἐστι τέχνης, ἡ δʼ εἰκών, οἵα πρότερον ἦν, ἀρχαικὴ τὴν κατασκευήν· διαμένει γὰρ ἔτι σεβασμοῦ τυγχάνουσα ὑπὸ Ῥωμαίων.
直到现在,那座神庙以及其中的所有东西,虽在火灾后按照古代装饰重新修缮,且显而易见是采用新艺术制作的,但那尊神像却和以前一样,其构造呈现古风;因为它至今仍存在,并受到罗马人的崇敬。
καὶ περὶ μὲν Τυλλίου τοσαῦτα παρελάβομεν.
关于图利乌斯,我们所承袭的记述就是这些。