Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §4.4.1-4.4.8

タルクィニウス暗殺とタナクィルによる王位継承の画策

248 / 962 箇所 · ギリシア語

要旨

タルクィニウス王がマルキウスの息子たちの陰謀で暗殺された後、王妃タナクィルは状況を掌握し、テュッリウスに協力を求めて王位を継承させ、将来王の孫たちに王権を返還させる約束を交わす。

§4.4.1φύσεώς τε δὴ μετειληφὼς ἀποχρώντως κατεσκευασμένης πρὸς ἡγεμονίαν οὗτος ὁ ἀνὴρ καὶ τὰς παρὰ τῆς τύχης πολλὰς καὶ μεγάλας ἐσχηκὼς ἀφορμάς, ἐπειδὴ τελευτῆσαι συνέβη Ταρκύνιον ἐπιβουλευθέντα ὑπὸ τῶν Ἄγκου Μαρκίου παίδων ἀνασώσασθαι τὴν τοῦ πατρὸς ἀρχὴν βουλομένων, ὡς ἐν τῷ πρὸ τούτου δεδήλωκα λόγῳ, δόξας ὑπὸ τῶν πραγμάτων αὐτῶν ἐπὶ τὴν βασιλείαν καλεῖσθαι, δραστήριος ἀνὴρ οὐκ ἀφῆκεν ἐκ τῶν χειρῶν τὸν καιρόν.
支配のための十分な素質を生まれながらに備え、また運命から多くの大いなる機会を与えられていたこの男は、父親の支配権を取り戻そうと望むアンクス・マルキウスの息子たちの陰謀によってタルクィニウスが死ぬことになったとき(私がこれに先立つ記述で明らかにしたように)、事態そのものによって王位へと召し出されていると考え、活動的な男として、その好機を手から放さなかった。
§4.4.2ἡ δὲ συγκατασκευάσασα τὴν ἡγεμονίαν αὐτῷ καὶ πάντων αἰτία γενομένη τῶν ἀγαθῶν ἡ τοῦ τετελευτηκότος βασιλέως ἦν γυνὴ γαμβρῷ τε συλλαμβάνουσα ἰδίῳ καὶ ἐκ πολλῶν συνεγνωκυῖα θεσφάτων, ὅτι βασιλεῦσαι Ῥωμαίων ἐκεῖνον τὸν ἄνδρα εἵμαρτο.
彼のために支配権を共同で整え、すべての善きことの原因となったのは、亡くなった王の妻であった。 彼女は自身の義理の息子を助け、また多くの神託から、あの男がローマ人の王となることが運命づけられていると知っていた。
ἔτυχε δʼ αὐτῇ νεανίας μὲν υἱὸς οὐ πρὸ πολλοῦ τετελευτηκὼς χρόνου, παιδία δʼ ἐξ ἐκείνου δύο νήπια καταλειπόμενα.
彼女には、少し前に亡くなったばかりの若い息子がおり、その息子が残した二人の幼い子供たちがいた。
§4.4.3ἐνθυμουμένη δὲ τὴν περὶ τὸν οἶκον ἐρημίαν καὶ περιδεὴς οὖσα, μὴ κατασχόντες οἱ Μάρκιοι τὴν ἀρχὴν ἄρωνται τὰ παιδία καὶ πᾶσαν τὴν βασιλικὴν συγγένειαν ἀφανίσωσι, πρῶτον μὲν ἐπέταξε τὰς τῶν βασιλείων θύρας κλεῖσαι καὶ φύλακας ἐπʼ αὐταῖς ἐπέστησε διακελευσαμένη μηδένα παριέναι μήτʼ ἔσω μήτʼ ἔξω·
家の孤立を憂慮し、マルキウスの息子たちが支配権を握って子供たちを亡き者にし、王家のすべての親族を抹殺することをひどく恐れて、彼女はまず王宮の門を閉めるように命じ、中にも外にも誰も通さないようにと言い含めて門に番兵を立たせた。
ἔπειτʼ ἐκ τοῦ δωματίου πάντας ἐξελθεῖν κελεύσασα τοὺς ἄλλους, ἐν ᾧ τὸν Ταρκύνιον ἡμιθνῆτα ἔθεσαν, τὴν δʼ Ὀκρισίαν καὶ τὸν Τύλλιον καὶ τὴν θυγατέρα τὴν συνοικοῦσαν τῷ Τυλλίῳ κατασχοῦσα καὶ τὰ παιδία ὑπὸ τῶν τροφῶν ἐνεχθῆναι κελεύσασα λέγει πρὸς αὐτούς·
それから、タルクィニウスが瀕死の状態で横たえられている部屋から他のすべての者たちに出て行くように命じ、オクリシアとテュッリウス、およびテュッリウスの妻である自分の娘を留め置き、さらに子供たちを乳母たちに連れてこさせるように命じた上で、彼らに向かってこう語った。
§4.4.4Ταρκύνιος μὲν ἡμῖν ὁ βασιλεύς, ὦ Τύλλιε, παρʼ ᾧ τροφῆς καὶ παιδείας ἔτυχες, ἁπάντων μάλιστα σὲ τιμήσας φίλων καὶ συγγενῶν ἀνόσια παθὼν ἐκπεπλήρωκε τὴν ἑαυτοῦ μοῖραν οὔτε περὶ τῶν ἰδίων πραγμάτων διαθέμενος οὐδὲν οὔτε περὶ τῶν κοινῶν καὶ πολιτικῶν ἐπισκήψας, ἀλλʼ οὐδʼ ἀσπάσασθαί τινα ἡμῶν καὶ προσαγορεῦσαι τοὺς ἐσχάτους ἀσπασμοὺς δυνηθείς.
「テュッリウスよ、私たちの王であり、あなたがそのもとで養育と教育を受け、すべての友人や親族の中でもとりわけあなたを重んじたタルクィニウスは、不道徳な目に遭って自らの運命を満たした。 私的な事柄についても何も遺言せず、公的な国政についても指示を残さず、それどころか私たちの誰とも別れを告げて最期の挨拶を交わすことさえできなかった。
ἔρημα δὲ καὶ ὀρφανὰ τὰ δύστηνα ταυτὶ παιδία καταλείπεται κίνδυνον οὐ τὸν ἐλάχιστον ὑπὲρ τῆς ψυχῆς τρέχοντα·
そして、これら不憫な幼い子供たちは孤立し、孤児として取り残され、命にかかわる非常に大きな危険にさらされている。
εἰ γὰρ ἐπὶ Μαρκίοις τοῖς ἀνελοῦσι τὸν πάππον αὐτῶν τὰ τῆς πόλεως ἔσται πράγματα, τὸν οἴκτιστον ἀπολοῦνται τρόπον ὑπʼ αὐτῶν·
もし、祖父を殺害したマルキウスの息子たちに国家の事柄が渡るなら、子供たちは彼らによって最も無残な方法で滅ぼされるだろう。
ἔσται γʼ οὐδʼ ὑμῖν ἀσφαλὴς ὁ βίος, οἷς ἐνεγγύησε Ταρκύνιος τὰς ἑαυτοῦ θυγατέρας ἐκείνους ὑπεριδών, ἐὰν οἱ φονεύσαντες αὐτὸν τὴν ἀρχὴν κατάσχωσιν, οὐδὲ τοῖς ἄλλοις αὐτοῦ φίλοις καὶ συγγενέσιν οὐδʼ ἡμῖν ταῖς ἀθλίαις γυναιξίν·
また、タルクィニウスが彼らを無視して自らの娘たちを嫁がせたあなた方にとっても、もし彼を殺害した者たちが支配権を手にするなら、生命の安全は保たれない。 王の他の友人たちや親族にとっても、また私たち哀れな女たちにとっても同様である。
ἀλλὰ πάντας ἡμᾶς φανερῶς τε καὶ κρύφα πειράσονται διολέσαι.
彼らは表立って、また裏で、私たち全員を滅ぼそうと企てるだろう。
§4.4.5ταῦτʼ οὖν ἐνθυμουμένους ἡμᾶς δεῖ μὴ περιορᾶν τοὺς ἐκεῖνον ἀποκτείναντας ἄνδρας ἀνοσίους καὶ πᾶσιν ἡμῖν ἐχθροὺς τοσαύτην ἀρχὴν κτησαμένους, ἀλλʼ ἐναντιοῦσθαι καὶ κωλύειν νῦν μὲν ἀπάτῃ καὶ δόλῳ χρησαμένους·
それゆえ、私たちはこれらのことを考え、あの男を殺害した不道徳極まりない、私たち全員の敵である者たちが、これほど大きな支配権を手にするのを黙って見過ごしてはならず、むしろ立ち向かい、今は欺瞞と計略を用いて阻止しなければならない。
τούτων γὰρ ἐν τῷ παρόντι δεῖ·
なぜなら現時点においては、これらが必要だからである。
ὅταν δὲ τὰ πρῶτα ἡμῖν χωρήσῃ κατὰ νοῦν, τότε καὶ ἐκ τοῦ φανεροῦ πάσῃ δυνάμει καὶ μεθʼ ὅπλων αὐτοῖς ὁμόσε χωροῦντας, ἐὰν ἄρα καὶ τούτων δέῃ.
そして、最初の事柄が私たちの思い通りに進んだならば、そのときには、もしそれらが必要となるならば、公然と全戦力を傾け、武器を取って彼らと肉薄して戦うのだ。
ἀλλʼ οὐ δεήσει βουληθέντων ἡμῶν πράττειν νῦν ἃ δεῖ.
しかし、もし私たちが今なすべきことを行う意志を持つならば、その必要はないだろう。
§4.4.6τίνα δὲ ταῦτʼ ἐστί;
では、それらとは何か。
πρῶτον μὲν κρυπτώμεθα τὸν τοῦ βασιλέως θάνατον καὶ πρὸς ἅπαντας ἐξενεχθῆναι παρασκευάσωμεν, ὅτι πληγὴν οὐδεμίαν ἔχει καίριον, οἵ τʼ ἰατροὶ λεγέτωσαν ἐν ὀλίγαις ἡμέραις αὐτὸν ἀποδείξειν ὑγιῆ·
まず第一に、私たちは王の死を隠し、王には命に関わる傷は一つもなく、医師たちが数日中に彼を健康に戻して見せるだろうという知らせをすべての人々に広めるように手配しよう。
ἔπειτʼ ἐγὼ προελθοῦσα εἰς τοὐμφανὲς ἐρῶν πρὸς τὸν ὄχλον, ὡς δὴ Ταρκυνίου μοι ταῦτʼ εἰπεῖν ἐπισκήψαντος, ὅτι πάντων ἀποδείκνυσιν ἐπιμελητὴν καὶ φύλακα τῶν τʼ ἰδίων καὶ τῶν κοινῶν, ἕως αὐτὸς ἐκ τῶν τραυμάτων ὑγιὴς γένηται, τὸν ἕτερον τῶν ἑαυτοῦ γαμβρῶν, τὸ σὸν εἰποῦσα, ὦ Τύλλιε, ὄνομα ἔσται δʼ οὐκ ἄκουσι Ῥωμαίοις, ἀλλὰ βουλομένοις ὑπὸ σοῦ τὴν πόλιν ἐπιτροπεύεσθαι, ὑφʼ οὗ
次に、私は公の場に出て群衆に対し、タルクィニウスが自分自身で傷から回復するまでの間、自らの私的な財産および公的な事柄のすべての管理者かつ守護者として、二人の娘婿のうちの一方を任命したとタルクィニウスが私に命じたかのように語り、テュッリウスよ、あなたの名前を挙げよう。 そしてそれは、ローマ人にとって不本意なことではなく、むしろ、以前にもしばしばそうであったように、あなたによって国が管理されることを望む人々にとって好ましいことだろう。
§4.4.7πολλάκις ἤδη καὶ πρότερον ἐπετροπεύθη.
以前にもすでにしばしば管理されていたのだから。
ὅταν δὲ τὸν παρόντα κίνδυνον διασκεδάσωμεν, οὐδὲν γὰρ ἔτι τῶν ἐχθρῶν ἰσχυρόν ἐστι ζῆν τοῦ βασιλέως ἀγγελλομένου, παραλαβὼν σὺ τάς τε ῥάβδους καὶ τὴν τῶν ὅπλων ἐξουσίαν κάλει τοὺς βουλεύσαντας ἀποκτεῖναι Ταρκύνιον ἐπὶ τὸν δῆμον ἀπὸ τῶν Μαρκίου παίδων ἀρξάμενος καὶ πρόθες αὐτοῖς δίκας·
そして、私たちが目の前の危機を払いのけたとき(王が生存していると報じられている間は、敵の勢力はもはや何ら強力ではないからである)、あなたはファスケスと軍事権力を受け継ぎ、マルキウスの息子たちを筆頭に、タルクィニウスの殺害を企てた者たちを民衆の前に召喚し、彼らに対する裁判を提起しなさい。
τιμωρησάμενος δὲ τούτους ἅπαντας, ἐὰν μὲν ὑπομείνωσι τὰς κρίσεις, θανάτοις, ἐὰν δʼ ἐρήμους ἀφῶσιν, ὃ μᾶλλον αὐτοὺς οἶμαι ποιήσειν, ἀειφυγίᾳ καὶ δημεύσει τῶν ὑπαρχόντων, καθίστασʼ ἤδη τὰ περὶ τὴν ἀρχὴν ὁμιλίαις τε φιλανθρώποις τὸ πλῆθος ἀναλαμβάνων καὶ τοῦ μηδὲν ἀδίκημα γενέσθαι πολλὴν ἔχων φροντίδα καὶ τοὺς ἀπόρους τῶν πολιτῶν εὐεργεσίαις τισὶ καὶ δωρεαῖς ὑπαγόμενος·
そして、もし彼らが裁判に留まるなら死刑によって、もし彼らが裁判を欠席して逃亡するなら(私は彼らがそうする可能性が高いと思うが)、永久追放と財産没収によって、これらすべての者を処罰しなさい。 そうして支配権を確立しなさい。 親しみやすい対話によって大衆の支持を獲得し、いかなる不正も生じないように細心の注意を払い、困窮している市民たちを特定の恩恵や贈り物によって懐柔しながら。
ἔπειθʼ ὅταν ἡμῖν καιρὸς εἶναι δοκῇ, τότε λέγωμεν ἀποτεθνηκέναι
その上で、私たちが好機であると判断したときに、ようやく亡くなったと言おう、タルクィニウスが。
§4.4.8Ταρκύνιον καὶ ταφὰς αὐτοῦ ποιῶμεν ἀπὸ τοῦ φανεροῦ.
そして公然と彼の葬儀を執り行おう。
δίκαιος δʼ εἶ, Τύλλιε, τραφείς θʼ ὑφʼ ἡμῶν καὶ παιδευθεὶς καὶ πάντων μετεσχηκὼς ἀγαθῶν, ὅσων παρὰ μητρός τε καὶ πατρὸς υἱοὶ μεταλαμβάνουσι, καὶ θυγατρὶ συνοικῶν ἡμετέρᾳ, ἐὰν δὴ καὶ βασιλεὺς ἔτι γένῃ Ῥωμαίων ἐμοῦ καὶ εἰς τοῦτό σοι συναγωνισαμένης, πατρὸς εὔνοιαν τοῖς παιδίοις τοῖς2δε παρασχέσθαι· ὅταν δʼ εἰς ἄνδρας ἔλθωσι καὶ τὰ κοινὰ πράττειν ἱκανοὶ γένωνται, τὸν πρεσβύτερον αὐτῶν ἀποδεῖξαι Ῥωμαίων ἡγεμόνα.
テュッリウスよ、あなたは私たちによって養育され教育を受け、息子たちが父母から受けるのと同じすべての善きものを分かち合われ、私たちの娘と結婚しているのだから、当然、以下のことを行うべきである。 もしあなたがローマ人の王になるなら、私がそのためにあなたと共に戦うのであるが、これらの子供たちに対して父親のような愛情を示し、彼らが成人して国政を執る能力を身につけたときには、彼らのうちの年長者をローマ人の指導者に指名することだ」

語釈・文法注

  1. §4.4.8δίκαιος δʼ εἶ ... παρασχέσθαι — 人称構文 δίκαιός εἰμι + 不定詞は「私は〜するのが当然である / 〜する義務がある」という意味を持ち、意味的には非人称構文 δίκαιόν ἐστι に対格不定詞構文が続くものと同じである。ここではテュッリウスがタナクィルの孫たちに好意を示し(παρασχέσθαι)、後に王位を譲る(ἀποδεῖξαι)べき道義的義務を指している。
  2. §4.4.6ὡς δὴ Ταρκυνίου μοι ταῦτʼ εἰπεῖν ἐπισκήψαντος — ὡς δὴ を伴う属格絶対。ὡς δὴ は主観的な理由、あるいは虚偽の口実(「あたかも〜であるかのように」)を表す。ἐπισκήψαντος(ἐπισκήπτω の分詞アオリスト能動態属格)は、ここでは「命じる」という意味で、与格 μοι と対格不定詞 εἰπεῖν(さらにその中に対格不定詞節が続く)を伴っている。
  3. ¦641¦ἔτυχε δʼ αὐτῇ νεανίας μὲν υἱὸς οὐ πρὸ πολλοῦ τετελευτηκὼς χρόνου — τυγχάνω + 与格 + 分詞の構文。τυγχάνω は分詞を伴って「たまたま〜である」を意味するが、与格 αὐτῇ は「彼女にとって / 彼女には」という所有または利害関係を表す。全体として「彼女にはたまたま、〜の息子が亡くなっていた」という意味になる。
  4. §4.4.3μὴ κατασχόντες οἱ Μάρκιοι τὴν ἀρχὴν ἄρωνται τὰ παιδία — 恐れを表す形容詞 περιδεὴς(非常に恐れて)に導かれる、μή + 接続法アオリスト(ἄρωνται と ἀφανίσωσι)による恐れの従属節。「〜しはしないかと恐れて」という意味になる。分詞 κατασχόντες は、恐れの節の中で条件(「もし彼らが支配権を手に入れるなら」)を表している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §4.4.1-4.4.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.4.1-4.4.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。