Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.4.1-4.4.8

塔尔昆遇刺与塔纳奎尔扶立图利乌斯

第 248 段,共 962 段 · 希腊语

内容简介

在塔尔昆乌斯国王因安库斯·马尔基乌斯之子的阴谋遇刺后,王后塔纳奎尔掌控了局势,并请求图利乌斯继承王位,同时与他达成协议,约定日后将王权交还给国王的幼孙。

§4.4.1φύσεώς τε δὴ μετειληφὼς ἀποχρώντως κατεσκευασμένης πρὸς ἡγεμονίαν οὗτος ὁ ἀνὴρ καὶ τὰς παρὰ τῆς τύχης πολλὰς καὶ μεγάλας ἐσχηκὼς ἀφορμάς, ἐπειδὴ τελευτῆσαι συνέβη Ταρκύνιον ἐπιβουλευθέντα ὑπὸ τῶν Ἄγκου Μαρκίου παίδων ἀνασώσασθαι τὴν τοῦ πατρὸς ἀρχὴν βουλομένων, ὡς ἐν τῷ πρὸ τούτου δεδήλωκα λόγῳ, δόξας ὑπὸ τῶν πραγμάτων αὐτῶν ἐπὶ τὴν βασιλείαν καλεῖσθαι, δραστήριος ἀνὴρ οὐκ ἀφῆκεν ἐκ τῶν χειρῶν τὸν καιρόν.
这位男子天生具备充分的统治才能,并从命运中获得了许多重大的机遇。 当塔尔昆乌斯因企图夺回父亲权力的安库斯·马尔基乌斯之子的阴谋而死去时(正如我在前文中所说明的),他认为自己被时势本身召唤去承袭王位,作为一名精明能干的人,他没有让这个良机从手中溜走。
§4.4.2ἡ δὲ συγκατασκευάσασα τὴν ἡγεμονίαν αὐτῷ καὶ πάντων αἰτία γενομένη τῶν ἀγαθῶν ἡ τοῦ τετελευτηκότος βασιλέως ἦν γυνὴ γαμβρῷ τε συλλαμβάνουσα ἰδίῳ καὶ ἐκ πολλῶν συνεγνωκυῖα θεσφάτων, ὅτι βασιλεῦσαι Ῥωμαίων ἐκεῖνον τὸν ἄνδρα εἵμαρτο.
协助他建立统治并成为一切福分之源泉的,是已故国王的妻子。 她协助自己的女婿,并从许多神谕中得知,那个人注定要统治罗马人。
ἔτυχε δʼ αὐτῇ νεανίας μὲν υἱὸς οὐ πρὸ πολλοῦ τετελευτηκὼς χρόνου, παιδία δʼ ἐξ ἐκείνου δύο νήπια καταλειπόμενα.
她恰好有一个不久前去世的年轻儿子,以及那个儿子留下的两个幼小的孩子。
§4.4.3ἐνθυμουμένη δὲ τὴν περὶ τὸν οἶκον ἐρημίαν καὶ περιδεὴς οὖσα, μὴ κατασχόντες οἱ Μάρκιοι τὴν ἀρχὴν ἄρωνται τὰ παιδία καὶ πᾶσαν τὴν βασιλικὴν συγγένειαν ἀφανίσωσι, πρῶτον μὲν ἐπέταξε τὰς τῶν βασιλείων θύρας κλεῖσαι καὶ φύλακας ἐπʼ αὐταῖς ἐπέστησε διακελευσαμένη μηδένα παριέναι μήτʼ ἔσω μήτʼ ἔξω· ἔπειτʼ ἐκ τοῦ δωματίου πάντας ἐξελθεῖν κελεύσασα τοὺς ἄλλους, ἐν ᾧ τὸν Ταρκύνιον ἡμιθνῆτα ἔθεσαν, τὴν δʼ Ὀκρισίαν καὶ τὸν Τύλλιον καὶ τὴν θυγατέρα τὴν συνοικοῦσαν τῷ Τυλλίῳ κατασχοῦσα καὶ τὰ παιδία ὑπὸ τῶν τροφῶν ἐνεχθῆναι κελεύσασα λέγει πρὸς αὐτούς· §4.4.4Ταρκύνιος μὲν ἡμῖν ὁ βασιλεύς, ὦ Τύλλιε, παρʼ ᾧ τροφῆς καὶ παιδείας ἔτυχες, ἁπάντων μάλιστα σὲ τιμήσας φίλων καὶ συγγενῶν ἀνόσια παθὼν ἐκπεπλήρωκε τὴν ἑαυτοῦ μοῖραν οὔτε περὶ τῶν ἰδίων πραγμάτων διαθέμενος οὐδὲν οὔτε περὶ τῶν κοινῶν καὶ πολιτικῶν ἐπισκήψας, ἀλλʼ οὐδʼ ἀσπάσασθαί τινα ἡμῶν καὶ προσαγορεῦσαι τοὺς ἐσχάτους ἀσπασμοὺς δυνηθείς.
想到家族的孤立无援,并深恐马尔基乌斯之子在夺取政权后会除掉这些孩子并消灭所有王室亲属,她首先下令关闭王宫的大门,并在门前设立守卫,严令任何人不得进出;然后,她命令所有人离开那间将奄奄一息的塔尔昆乌斯安置在其中的房间,只留下了奥克里西娅、图利乌斯和与图利乌斯同居的女儿,并命令乳母们把孩子们抱来,对他们说道: “图利乌斯啊,我们的国王塔尔昆乌斯——你曾在其座下接受抚养和教育,他在所有的朋友和亲属中最器重你——如今遭遇不道义的迫害而结束了生命,既未对自己的私人财产做出任何处置,也未对公共和政治事务留下任何指示,甚至未能与我们中的任何人道别并说出最后的临终赠言。
ἔρημα δὲ καὶ ὀρφανὰ τὰ δύστηνα ταυτὶ παιδία καταλείπεται κίνδυνον οὐ τὸν ἐλάχιστον ὑπὲρ τῆς ψυχῆς τρέχοντα·
这些可怜的孩子沦为孤儿,流落无依,正面临着关乎性性命的极大危险。
εἰ γὰρ ἐπὶ Μαρκίοις τοῖς ἀνελοῦσι τὸν πάππον αὐτῶν τὰ τῆς πόλεως ἔσται πράγματα, τὸν οἴκτιστον ἀπολοῦνται τρόπον ὑπʼ αὐτῶν·
因为如果城邦的事务落入杀害他们祖父的马尔基乌斯之子的手中,他们将以最悲惨的方式被那些人杀害。
ἔσται γʼ οὐδʼ ὑμῖν ἀσφαλὴς ὁ βίος, οἷς ἐνεγγύησε Ταρκύνιος τὰς ἑαυτοῦ θυγατέρας ἐκείνους ὑπεριδών, ἐὰν οἱ φονεύσαντες αὐτὸν τὴν ἀρχὴν κατάσχωσιν, οὐδὲ τοῖς ἄλλοις αὐτοῦ φίλοις καὶ συγγενέσιν οὐδʼ ἡμῖν ταῖς ἀθλίαις γυναιξίν·
对于你们这些塔尔昆乌斯越过他们而将自己的女儿们许配给的人来说,如果谋杀他的人夺取了政权,你们的生活也将不再安全;对于他的其他朋友和亲属,以及我们这些不幸的女人来说,也是如此。
ἀλλὰ πάντας ἡμᾶς φανερῶς τε καὶ κρύφα πειράσονται διολέσαι.
他们会通过公开和秘密的手段,企图将我们所有人消灭干净。
§4.4.5ταῦτʼ οὖν ἐνθυμουμένους ἡμᾶς δεῖ μὴ περιορᾶν τοὺς ἐκεῖνον ἀποκτείναντας ἄνδρας ἀνοσίους καὶ πᾶσιν ἡμῖν ἐχθροὺς τοσαύτην ἀρχὴν κτησαμένους, ἀλλʼ ἐναντιοῦσθαι καὶ κωλύειν νῦν μὲν ἀπάτῃ καὶ δόλῳ χρησαμένους·
因此,考虑到这些,我们决不能坐视那些杀害他的不道义之人——他们也是我们所有人的敌人——获取如此巨大的权力,而必须运用欺骗和诡计来反对并阻止他们;因为在目前,这些手段是必需的。
τούτων γὰρ ἐν τῷ παρόντι δεῖ· ὅταν δὲ τὰ πρῶτα ἡμῖν χωρήσῃ κατὰ νοῦν, τότε καὶ ἐκ τοῦ φανεροῦ πάσῃ δυνάμει καὶ μεθʼ ὅπλων αὐτοῖς ὁμόσε χωροῦντας, ἐὰν ἄρα καὶ τούτων δέῃ.
而当我们的第一步按我们的意愿顺利进行时,那么,如果确实有此必要,我们也将公开动用全部力量并携带武器与他们决一死战。
ἀλλʼ οὐ δεήσει βουληθέντων ἡμῶν πράττειν νῦν ἃ δεῖ.
但只要我们愿意现在就做应该做的事,就没必要走到那一步。
§4.4.6τίνα δὲ ταῦτʼ ἐστί;
那么,这些事是什么呢?
πρῶτον μὲν κρυπτώμεθα τὸν τοῦ βασιλέως θάνατον καὶ πρὸς ἅπαντας ἐξενεχθῆναι παρασκευάσωμεν, ὅτι πληγὴν οὐδεμίαν ἔχει καίριον, οἵ τʼ ἰατροὶ λεγέτωσαν ἐν ὀλίγαις ἡμέραις αὐτὸν ἀποδείξειν ὑγιῆ·
首先,让我们隐瞒国王的死讯,并向所有人散布消息,说他没有受致命伤,也让医生们宣称会在几天内使他康复。
ἔπειτʼ ἐγὼ προελθοῦσα εἰς τοὐμφανὲς ἐρῶν πρὸς τὸν ὄχλον, ὡς δὴ Ταρκυνίου μοι ταῦτʼ εἰπεῖν ἐπισκήψαντος, ὅτι πάντων ἀποδείκνυσιν ἐπιμελητὴν καὶ φύλακα τῶν τʼ ἰδίων καὶ τῶν κοινῶν, ἕως αὐτὸς ἐκ τῶν τραυμάτων ὑγιὴς γένηται, τὸν ἕτερον τῶν ἑαυτοῦ γαμβρῶν, τὸ σὸν εἰποῦσα, ὦ Τύλλιε, ὄνομα ἔσται δʼ οὐκ ἄκουσι Ῥωμαίοις, ἀλλὰ βουλομένοις ὑπὸ σοῦ τὴν πόλιν ἐπιτροπεύεσθαι, ὑφʼ οὗ §4.4.7πολλάκις ἤδη καὶ πρότερον ἐπετροπεύθη.
然后,我将走到公开场合对民众宣布——就当是塔尔昆乌斯确实如此嘱托我一般——说在自己因伤恢复之前,他任命自己的两个女婿之一(图利乌斯啊,即说出你的名字)来担任其私人事务和国家公共事务的管理者与监护人。 这对于罗马人来说并不是件勉强的事,相反,他们会乐意接受由你来治理城邦,因为你以前也已经多次受过你的治理。
ὅταν δὲ τὸν παρόντα κίνδυνον διασκεδάσωμεν, οὐδὲν γὰρ ἔτι τῶν ἐχθρῶν ἰσχυρόν ἐστι ζῆν τοῦ βασιλέως ἀγγελλομένου, παραλαβὼν σὺ τάς τε ῥάβδους καὶ τὴν τῶν ὅπλων ἐξουσίαν κάλει τοὺς βουλεύσαντας ἀποκτεῖναι Ταρκύνιον ἐπὶ τὸν δῆμον ἀπὸ τῶν Μαρκίου παίδων ἀρξάμενος καὶ πρόθες αὐτοῖς δίκας·
而当我们化解了眼前的危险时(因为只要传出国王还活着的消息,敌人就不会再有任何力量),你接过法西斯和军事指挥权,召集那些图谋杀害塔尔昆乌斯的人到民众面前受审,从马尔基乌斯之子开始,向他们提起诉讼。
τιμωρησάμενος δὲ τούτους ἅπαντας, ἐὰν μὲν ὑπομείνωσι τὰς κρίσεις, θανάτοις, ἐὰν δʼ ἐρήμους ἀφῶσιν, ὃ μᾶλλον αὐτοὺς οἶμαι ποιήσειν, ἀειφυγίᾳ καὶ δημεύσει τῶν ὑπαρχόντων, καθίστασʼ ἤδη τὰ περὶ τὴν ἀρχὴν ὁμιλίαις τε φιλανθρώποις τὸ πλῆθος ἀναλαμβάνων καὶ τοῦ μηδὲν ἀδίκημα γενέσθαι πολλὴν ἔχων φροντίδα καὶ τοὺς ἀπόρους τῶν πολιτῶν εὐεργεσίαις τισὶ καὶ δωρεαῖς ὑπαγόμενος·
在惩罚了所有人之后——如果他们留下受审,就处以死刑;如果他们缺席审判(我想他们更有可能这样做),就处以终身流放并没收财产—— 从而确立你的统治,通过和蔼的谈话赢得民众,并极力注意不发生任何不公之事,用某些恩惠和馈赠来笼络贫困的公民。
ἔπειθʼ ὅταν ἡμῖν καιρὸς εἶναι δοκῇ, τότε λέγωμεν ἀποτεθνηκέναι §4.4.8Ταρκύνιον καὶ ταφὰς αὐτοῦ ποιῶμεν ἀπὸ τοῦ φανεροῦ.
随后,当我们认为时机成熟时,我们再宣布塔尔昆乌斯已经去世,并公开为他举行葬礼。
δίκαιος δʼ εἶ, Τύλλιε, τραφείς θʼ ὑφʼ ἡμῶν καὶ παιδευθεὶς καὶ πάντων μετεσχηκὼς ἀγαθῶν, ὅσων παρὰ μητρός τε καὶ πατρὸς υἱοὶ μεταλαμβάνουσι, καὶ θυγατρὶ συνοικῶν ἡμετέρᾳ, ἐὰν δὴ καὶ βασιλεὺς ἔτι γένῃ Ῥωμαίων ἐμοῦ καὶ εἰς τοῦτό σοι συναγωνισαμένης, πατρὸς εὔνοιαν τοῖς παιδίοις τοῖς2δε παρασχέσθαι· ὅταν δʼ εἰς ἄνδρας ἔλθωσι καὶ τὰ κοινὰ πράττειν ἱκανοὶ γένωνται, τὸν πρεσβύτερον αὐτῶν ἀποδεῖξαι Ῥωμαίων ἡγεμόνα.
图利乌斯啊,你既然由我们抚养和教育,并分享了儿子从父母那里获得的一切恩惠,且娶了我们的女儿,如果有了我的协助你确实成为罗马人的国王,那么你理当对这些孩子们展现出父亲般的善意;当他们成年并有能力管理公共事务时,指定他们中的长子为罗马人的领袖。 ”

词汇与语法注释

  1. §4.4.8δίκαιος δʼ εἶ ... παρασχέσθαι — 人称结构 δίκαιός εἰμι 连用不定式,意为“我有义务做/我理当做”,在语义上等同于无人称结构 δίκαιόν ἐστι 后接带介词或对格的不定式。在此处指图利乌斯有道德义务向塔纳奎尔的孙辈展示善意(παρασχέσθαι),并最终指定他们为领袖(ἀποδεῖξαι)。
  2. §4.4.6ὡς δὴ Ταρκυνίου μοι ταῦτʼ εἰπεῖν ἐπισκήψαντος — 带有 ὡς δὴ 的属格绝对结构。语气词组合 ὡς δὴ 表示主观原因或虚假借口(“仿佛确实……似的”)。分词 ἐπισκήψαντος(源自 ἐπισκήπτω)在此意为“嘱托/命令”,并连用与格 μοι 和不定式 εἰπεῖν(其后又支配一个带对格的不定式从句)。
  3. ¦641¦ἔτυχε δʼ αὐτῇ νεανίας μὲν υἱὸς οὐ πρὸ πολλοῦ τετελευτηκὼς χρόνου — τυγχάνω 连用与格和分词的结构。虽然 τυγχάνω 连用分词表示“恰好/碰巧是”,但与格 αὐτῇ 表示所有或关系(“对她而言/她拥有”)。因此,整个从句意为“她恰好有一个已经去世的儿子”。
  4. §4.4.3μὴ κατασχόντες οἱ Μάρκιοι τὴν ἀρχὴν ἄρωνται τὰ παιδία — 由表示恐惧的形容词 περιδεὴς(极其恐惧)引导的恐惧从句,连用 μή 和 过去不定过去时虚拟语气(ἄρωνται 和 ἀφανίσωσι),意为“深恐(他们除去……并消灭……)”。分词 κατασχόντες 在恐惧从句中表达条件含义(“如果他们夺取了”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.4.1-4.4.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.4.1-4.4.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。