§4.5.1ταῦτʼ εἰποῦσα καὶ τῶν παιδίων ἑκάτερον εἰς τὰς ἀγκάλας ἐμβαλοῦσα τοῦ τε γαμβροῦ καὶ τῆς θυγατρὸς καὶ πολὺν ἐξ ἀμφοτέρων κινήσασα οἶκτον, ἐπειδὴ καιρὸς ἦν, ἐξῆλθεν ἐκ τοῦ δωματίου καὶ παρήγγειλε τοῖς ἔνδον εὐτρεπῆ τὰ πρὸς τὴν θεραπείαν ἐπιτήδεια ποιεῖν καὶ τοὺς ἰατροὺς συγκαλεῖν.
このように語り、子供たちの一人ひとりを義理の息子と娘の腕の中にそれぞれ抱かせ、二人から大きな同情を引き起こした上で、ふさわしい時が来ると、彼女は部屋から出て行き、中にいる者たちに治療に必要なものを準備すること、および医師たちを招集することを命じた。
διαλιποῦσα δὲ τὴν μεταξὺ νύκτα τῇ κατόπιν ἡμέρᾳ πολλοῦ πρὸς τὰ βασίλεια συνδραμόντος ὄχλου προῆλθεν εἰς τοὐμφανὲς ταῖς θυρίσιν ἐπιστᾶσα ταῖς φερούσαις εἰς τὸν πρὸ τῶν θυρῶν στενωπόν, καὶ πρῶτον μὲν ἐδήλωσε τοῖς παροῦσι τοὺς βουλεύσαντας ἐπὶ τῷ βασιλεῖ τὸν φόνον, καὶ τοὺς ἐπὶ τοὖργον ἀποσταλέντας ὑπʼ §4.5.2αὐτῶν δεδεμένους παρήγαγεν·
その間の夜が明けるのを待ち、翌日、大勢の群衆が王宮に駆けつけたとき、彼女は門の前の路地へと通じる窓のところに立って公の前に姿を現し、まず集まった者たちに、王に対する暗殺を企てた者たちを明らかにし、彼らによってその実行のために送り込まれた者たちを、縛り上げた状態で連れてこさせた。
ἔπειθʼ ὡς εἶδε πολλοὺς· ὀλοφυρομένους τε τὸ πάθος καὶ τοῖς δεδρακόσιν ἀπεχθομένους, τελευτῶσα εἶπεν οὐδὲν αὐτοῖς ἐκ τῶν ἀνοσίων ἐπιβουλευμάτων γεγονέναι οὐ δυνηθεῖσιν ἀποκτεῖναι Ταρκύνιον.
それから、多くの人々がこの災難を嘆き、犯行に及んだ者たちに憤っているのを見て、最後に彼女は、あの不道徳な陰謀から彼らには何ももたらされなかった、なぜなら彼らはタルクィニウスを殺害することができなかったからである、と告げた。
ἀγαπητῶς δὲ τὸν λόγον ἁπάντων δεξαμένων τότε τὸν Τύλλιον αὐτοῖς συνίστησιν ὡς ὑπὸ τοῦ βασιλέως ἐπίτροπον ἁπάντων τῶν τʼ ἰδίων καὶ τῶν κοινῶν ἀποδεικνύμενον, ἕως αὐτὸς ῥαΐσῃ.
全員がこの言葉を大いに喜んで受け入れたとき、そのとき彼女は、テュッリウスを彼らに紹介し、王自身が回復するまでの間、私的な事柄と公的な事柄のすべての管理者として王によって任命された者であると説明した。
§4.5.3ὁ μὲν οὖν δῆμος ἀπῄει περιχαρὴς γενόμενος, εἰ μηδὲν πέπονθεν ὁ βασιλεὺς δεινόν, καὶ μέχρι πολλοῦ τὴν δόξαν ἔχων ταύτην διετέλει.
そこで民衆は、王が何ら酷い目にも遭わなかったことに大喜びしながら立ち去り、長い間この考えを持ち続けた。
ὁ δὲ Τύλλιος ἰσχυρὰν χεῖρα περὶ αὑτὸν ἔχων καὶ τοὺς ῥαβδούχους ἐπαγόμενος τοὺς βασιλικοὺς προῆλθεν εἰς τὴν ἀγορὰν καὶ τοὺς Μαρκίους ἐκήρυττεν ἥκειν ὑφέξοντας δίκην·
一方テュッリウスは、自らの周りに強力な護衛を従え、王のリクトルたちを伴って広場へと進み、マルキウスの息子たちに、裁判を受けて罰に服するために出頭するよう布告させた。
ὡς δʼ οὐχ ὑπήκουον, ἐπικηρύξας αὐτοῖς ἀϊδίους φυγὰς καὶ τὰς οὐσίας ἀναλαβὼν εἰς τὸ δημόσιον ἀσφαλῶς ἤδη τὴν Ταρκυνίου κατεῖχεν ἀρχήν.
しかし彼らが出頭しなかったので、彼らに対して永久追放を宣告し、その財産を国庫に没収した上で、もはや安全にタルクィニウスの支配権を保持した。