Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §4.38.1-4.38.6

タルクィニウスによる元老院占拠と王への襲撃

282 / 962 箇所 · ギリシア語

要旨

タルクィニウスは妻の勧めによりトゥッリウスと偽りの和解をし、民衆が不在の隙を狙って王衣をまとい元老院議事堂を占拠する。抗議に訪れた高齢のトゥッリウスを、タルクィニウスは議事堂の階段から投げ落とし、負傷させる。

§4.38.1ὡς δὲ καὶ ταύτης διήμαρτε τῆς πείρας ὁ Ταρκύνιος, ἀδημονῶν ἐπὶ τῷ μηδεμίαν αὐτῷ βοήθειαν παρὰ τῆς βουλῆς, ᾗ μάλιστα ἐπεποίθει, γενέσθαι, χρόνον μέν τινα διέτριβε κατʼ οἰκίαν τοῖς ἑταίροις μόνοις διαλεγόμενος·
タルクィニウスはこの試みにも失敗すると、最も信頼していた元老院から自分に何の援助も得られなかったことにひどく落胆し、しばらくの間は家にとどまり、親しい仲間たちとだけ話し合って過ごしていた。
ἔπειτα γνώμην ἀποδειξαμένης τῆς γυναικὸς μηδὲν ἔτι μαλακίζεσθαι μηδὲ κατοκνεῖν, ἀλλὰ καταβαλόντα τοὺς λόγους ἐπὶ τὰ ἔργα χωρεῖν διαλλαγὰς πρῶτον εὑρόμενον διὰ φίλων πρὸς τὸν Τύλλιον, ἵνα πιστεύσας ὡς φίλῳ γεγονότι ἧττον αὐτὸν φυλάττοιτο, δόξας δʼ αὐτὴν τὰ κράτιστα ὑποθέσθαι μετανοεῖν τε περὶ τῶν γεγονότων ἐσκήπτετο καὶ πολλὰ διὰ φίλων λιπαρῶν τὸν Τύλλιον ἠξίου συγγνώμονα γενέσθαι.
その後、妻が、もはや決して弱腰になったり躊躇したりせず、言葉を捨てて実行に移るべきであり、まず友人を通じてトゥッリウスとの和解を取り付けるべきである(それによって、トゥッリウスが彼を友となったと信じ、彼への警戒を緩めるようにするために)との意見を述べた。 彼は彼女が最善の提案をしてくれたと考えたので、起こったことについて後悔しているふりをし、友人たちを通じてトゥッリウスに何度も熱心に懇願し、自分を許してくれるよう求めた。
§4.38.2ῥᾷστα δὲ πείσας τὸν ἄνδρα φύσει τʼ εὐδιάλλακτον ὄντα καὶ οὐκ ἀξιοῦντα πόλεμον ἄσπειστον θυγατρὶ καὶ γαμβρῷ πολεμεῖν, ἐπειδὴ τὸν οἰκεῖον καιρὸν ἔλαβε διεσκεδασμένου τοῦ δήμου κατὰ τοὺς ἀγροὺς ἐπὶ τὴν τῶν καρπῶν συγκομιδήν, ἐξῆλθε μετὰ τῶν ἑταίρων ἐχόντων ὑπὸ ταῖς περιβολαῖς ξίφη, τούς τε πελέκεις ὑπηρέταις τισὶν ἀναδοὺς καὶ αὐτὸς τὴν βασιλικὴν ἐσθῆτα λαβὼν καὶ τἆλλα παράσημα τῆς ἀρχῆς ἐπαγόμενος· ἐλθὼν δʼ εἰς τὴν ἀγορὰν καὶ πρὸ τοῦ βουλευτηρίου στὰς ἐκέλευσε τῷ κήρυκι τοὺς βουλευτὰς καλεῖν εἰς τὸ συνέδριον.
生来和解しやすく、娘や娘婿と和解不能な戦争を交えるべきではないと考えていたその男を極めて容易に説得すると、民衆が収穫のために野良に散らばっている好機を得て、彼はマントの下に剣を忍ばせた仲間たちとともに出て行った。 従者たちに束桿を担がせ、自身は王の衣を身にまとい、その他の権力の象徴を携えて、広場へ行き、元老院議事堂の前に立って、伝令官に、議員たちを議場に召集するよう命じた。
ἦσαν δʼ ἐκ παρασκευῆς ἕτοιμοι περὶ τὴν ἀγορὰν οἱ συνειδότες αὐτῷ τὴν πρᾶξιν
彼と計画を共有していた者たちが、事前の準備によって、すでに広場の周りでおのおの待機していた。
§4.38.3καὶ παρορμῶντες ἐκ τῶν πατρικίων συχνοί.
また、貴族のうちの少なからぬ者が彼をそそのかしていた。
οἱ μὲν δὴ συνῄεσαν·
議員たちは集まった。
τῷ δὲ Τυλλίῳ λέγει τις ἐλθὼν ὄντι κατʼ οἰκίαν, ὅτι Ταρκύνιος ἐν ἐσθῆτι βασιλικῇ προελήλυθε καὶ καλεῖ τοὺς βουλευτὰς εἰς τὸ συνέδριον.
家にいたトゥッリウスのもとに、ある者がやって来て、タルクィニウスが王の衣を着て現れ、議員たちを議場に召集していると告げた。
ὁ δὲ θαυμάσας τὴν τόλμαν αὐτοῦ τάχιον ἢ φρονιμώτερον προῆλθεν ἐκ τῆς οἰκίας οὐ πολλοὺς περὶ ἑαυτὸν ἔχων.
トゥッリウスは彼の厚かましさに驚き、賢明というよりはむしろ性急に、身の回りにわずかな者だけを従えて家を出た。
ἐλθὼν δʼ εἰς τὸ συνέδριον καὶ τὸν Ταρκύνιον ἰδὼν ἐπὶ τῆς βασιλικῆς καθήμενον ἕδρας καὶ τὸν ἄλλον βασίλειον ἔχοντα κόσμον· §4.38.4τίς, εἶπεν, ὦ μιαρώτατε ἀνθρώπων, τοῦτό σοι τὸ σχῆμα συνεχώρησε λαβεῖν;
そして議場に入り、タルクィニウスが王座に座り、その他の王としての装飾を身につけているのを見て、「人間の中で最も忌まわしい者よ、誰がお前にその姿をすることを許したのか」と彼は言った。
καὶ ὃς ὑπολαβών·
すると彼が答えて言った。
ἡ σὴ τόλμα καὶ ἀναίδεια, εἶπεν, ὦ Τύλλιε, ὃς οὐδʼ ἐλεύθερος ὤν, ἀλλὰ δοῦλος ἐκ δούλης, ἣν οὑμὸς ἐκτήσατο πάππος ἐκ τῶν αἰχμαλώτων, ἐτόλμησας βασιλέα Ῥωμαίων σεαυτὸν ἀναδεῖξαι.
「お前の不敵さと破廉恥さだ、トゥッリウスよ。 自由人ですらなく、私の祖父が捕虜の中から手に入れた女奴隷から生まれた奴隷の身でありながら、ローマ人の王を自称する大それたことをしたお前のな」。
ὡς δὲ ταῦτʼ ἤκουσεν ὁ Τύλλιος, ἐκπικρανθεὶς ἐπὶ τῷ λόγῳ παρὰ τὸ συμφέρον ὥρμησεν ἐπʼ αὐτὸν ὡς ἐξαναστήσων τῆς ἕδρας.
トゥッリウスはこれを聞くと、その言葉に深く激怒し、自らの安全を顧みず、彼を座から立たせようと襲いかかった。
§4.38.5καὶ ὁ Ταρκύνιος ἄσμενος τοῦτʼ ἰδὼν ἀναπηδᾷ τʼ ἀπὸ τοῦ δίφρου, καὶ συναρπάσας τὸν γέροντα κεκραγότα καὶ τοὺς ὑπηρέτας ἐπικαλούμενον ἔφερε.
タルクィニウスはこれを喜んで見て椅子から跳び起き、叫び声を上げ、従者たちに助けを求めている老人をつかんで連れ出した。
γενόμενος δʼ ἔξω τοῦ βουλευτηρίου μετέωρον ἐξαρπάσας αὐτὸν ἀκμάζων τὸ σῶμα καὶ ῥωμαλέος ἀνὴρ ῥιπτεῖ κατὰ τῶν κρηπίδων τοῦ βουλευτηρίου τῶν εἰς τὸ ἐκκλησιαστήριον φερουσῶν.
元老院議事堂の外に出ると、肉体的に全盛期にあり頑強な男であった彼は、老人を空中に持ち上げ、民会の場へと続く元老院議事堂の階段から投げ落とした。
§4.38.6μόγις δʼ ἐκ τοῦ πτώματος ἀναστὰς ὁ πρεσβύτης ὡς εἶδε μεστὰ τὰ πέριξ ἅπαντα τῆς περὶ τὸν Ταρκύνιον ἑταιρείας, τῶν δʼ αὐτοῦ φίλων πολλὴν ἐρημίαν, ἀπῄει στένων κρατούντων καὶ παραπεμπόντων αὐτὸν ὀλίγων, αἵματι πολλῷ ῥεόμενος καὶ κακῶς ὅλον ἑαυτὸν ἐκ τοῦ πτώματας ἔχων.
老人は転落からかろうじて立ち上がると、周囲がすべてタルクィニウスの一味で満ちており、自分自身の友人たちが全くいないのを見て、多量の血を流し、転落のために体中がボロボロになりながら、彼を支え、付き添うわずかな者たちとともに、うめき声を上げながら去って行った。

語釈・文法注

  1. 4.38.1ἔπειτα γνώμην ἀποδειξαμένης τῆς γυναικὸς — γνώμην ἀποδειξαμένης τῆς γυναικὸς は属格独立。続く不定詞 μηδὲν ἔτι μαλακίζεσθαι... χωρεῖν... εὑρόμενον(意味上の主語は対格分詞 καταβαλόντα と εὑρόμενον で表されるタルクィニウス)は、妻の意見の具体的内容を表す。
  2. 4.38.3τάχιον ἢ φρονιμώτερον — 2つの比較級を用いた並列関係で、「賢明というよりはむしろあまりに急いで」という意味を表す。
  3. 4.38.4παρὰ τὸ συμφέρον — 「自らの安全に反して」「自分のためにはならないのに」という意味の前置詞句。トゥッリウスが怒りにかられて、自らの身の安全を省みずにタルクィニウスに立ち向かった無謀さを描写している。
  4. 4.38.6κρατούντων καὶ παραπεμπόντων αὐτὸν ὀλίγων — 属格独立構文。ὀλίγων が意味上の主語で、分詞 κρατούντων(支える)と παραπεμπόντων(付き添う)に係っている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §4.38.1-4.38.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.38.1-4.38.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。