§4.39.1τὰ μετὰ ταῦτα δεινὰ μὲν ἀκουσθῆναι, θαυμαστὰ δὲ καὶ ἄπιστα πραχθῆναι, τῆς ἀνοσίας αὐτοῦ θυγατρὸς ἔργα παραδίδοται.
The events after these, deeds terrible to hear, but wonderful and incredible to have been performed, are handed down as the actions of his impious daughter.
πεπυσμένη γὰρ τὴν εἰς τὸ βουλευτήριον τοῦ πατρὸς εἴσοδον καὶ σπουδὴν ἔχουσα μαθεῖν οἷόν τι λήψεται τὰ πράγματα τέλος, ἐπὶ τῆς ἀπήνης καθεζομένη παρῆν εἰς τὴν ἀγοράν.
For having heard of her father's entrance into the senate-house and being eager to learn what kind of end the matters would take, she arrived at the forum, seated upon her carriage.
μαθοῦσα δὲ τὰ γενόμενα καὶ τὸν Ταρκύνιον ἐπὶ τῆς κρηπῖδος ἑστῶτα πρὸ τοῦ βουλευτηρίου θεασαμένη βασιλέα τʼ αὐτὸν ἠσπάσατο πρώτη μεγάλῃ τῇ φωνῇ καὶ τοῖς θεοῖς εὔξατο ἐπὶ τῷ συμφέροντι τῆς πόλεως τῆς Ῥωμαίων τὴν ἀρχὴν αὐτὸν κατασχεῖν.
And having learned what had happened, and having beheld Tarquinius standing on the steps in front of the senate-house, she was the first to salute him as king with a loud voice and prayed to the gods that he might hold the sovereignty for the benefit of the city of the Romans.
§4.39.2ἀσπασαμένων δὲ καὶ τῶν ἄλλων αὐτὸν ὡς βασιλέα τῶν συγκατασκευασάντων τὴν ἀρχὴν λαβοῦσα μόνον αὐτόν· τὰ μὲν πρῶτα, ἔφη, πέπρακταί σοι, Ταρκύνιε, κατὰ τὸ δέον· βεβαίως δὲ τὴν βασιλείαν ἔχειν Τυλλίου περιόντος οὐκ ἔνεστί σοι.
And when the others also, those who had helped him establish his power, had saluted him as king, taking him aside alone, she said: "The first things, Tarquinius, have been done by you as they ought to be; but it is not possible for you to hold the kingship securely while Tullius survives.
ἐκδημαγωγήσει γὰρ αὖθις ἐπὶ σοὶ τὸν ὄχλον, ἐὰν καὶ ὁποσονοῦν ταύτης τῆς ἡμέρας περιγένηται χρόνον· ἐπίστασαι δʼ, ὡς εὔνους ἐστὶν αὐτῷ τὸ δημοτικὸν ἅπαν·
For he will again win over the multitude by demagoguery against you, if he remains alive for even any length of time whatsoever of this day; and you know how well-disposed to him the whole common people is.
ἀλλὰ καὶ πρὶν εἰς τὴν οἰκίαν αὐτὸν εἰσελθεῖν, ἀποστείλας τοὺς διαχρησομένους ἐκποδῶν ποίησον. §4.39.3ταῦτʼ εἰποῦσα καὶ καθεζομένη πάλιν ἐπὶ τῆς ἀπήνης ᾤχετο·
But even before he enters his house, send men to dispatch him and put him out of the way." Having said this and seating herself again upon the carriage, she departed.
Ταρκύνιος δὲ καὶ ταῦτʼ ὀρθῶς δόξας τὴν ἀνοσιωτάτην γυναῖκα ὑποτίθεσθαι πέμπει τινὰς τῶν θεραπόντων ἐπʼ αὐτὸν ἔχοντας ξίφη· οἳ τάχει πολλῷ τὴν μεταξὺ διανύσαντες ὁδὸν ἐγγὺς ὄντα τῆς οἰκίας ἤδη τὸν Τύλλιον καταλαβόντες κατέσφαξαν.
And Tarquinius, thinking that in this too his most impious wife advised him correctly, sent some of his servants armed with swords against him; and they, having traversed the intervening distance with great speed, caught up with Tullius, who was already near his house, and slew him.
ἔτι δὲ νεοσφαγοῦς ἐρριμμένου τοῦ σώματος καὶ σπαίροντος §4.39.4ἡ θυγάτηρ παρῆν.
And while his body was still newly slain and lying there quivering, his daughter arrived.
στενοῦ δʼ ὄντος πάνυ τοῦ στενωποῦ, διʼ οὗ τὴν ἀπήνην ἔδει διελθεῖν, αἱ ἡμίονοι τὸ πτῶμα ἰδοῦσαι διεταράχθησαν, καὶ ὁ προηγούμενος αὐτῶν ὀρεοκόμος παθών τι πρὸς τὸ τῆς ὄψεως ἐλεεινὸν ἐπέστη καὶ πρὸς τὴν δέσποιναν ἀπέβλεψε.
And the alley being very narrow, through which the carriage had to pass, the mules, seeing the corpse, were startled, and the muleteer leading them, being moved by the pitiable sight, halted and looked back at his mistress.
πυνθανομένης δʼ ἐκείνης, τί παθὼν οὐκ ἄγει τὸ ζεῦγος· οὐχ ὁρᾷς, εἶπεν, ὦ Τυλλία, τὸν πατέρα σου νεκρὸν κείμενον καὶ πάροδον οὐκ οὖσαν ἄλλην, εἰ μὴ διὰ §4.39.5τοῦ πτώματος; ἡ δʼ ἐκπικρανθεῖσα καὶ ἀπὸ τῶν ποδῶν τὸ βάθρον ἁρπάσασα βάλλει τὸν ὀρεοκόμον καί φησιν· οὐκ ἄξεις, ἀλιτήριε, καὶ διὰ τοῦ νεκροῦ; κἀκεῖνος ἐπὶ τῷ πάθει μᾶλλον ἢ τῇ πληγῇ στενάξας ἄγει βίᾳ τὰς ἡμιόνους κατὰ τοῦ πτώματος.
And when she asked why he did not drive the team, he said: "Do you not see, Tullia, your father lying dead, and that there is no other passage except through the corpse?" But she, flying into a passion and snatching up the footstool from under her feet, pelted the muleteer and said: "Will you not drive on, you scoundrel, even through the corpse?" And he, groaning more at the horror of the deed than at the blow, drove the mules by force over the corpse.
οὗτος ὁ στενωπὸς ὄρβιος καλούμενος πρότερον ἐξ ἐκείνου τοῦ δεινοῦ καὶ μυσαροῦ πάθους ἀσεβὴς ὑπὸ Ῥωμαίων κατὰ τὴν πάτριον γλῶτταν καλεῖται.
This alley, previously called Orbius, is from that terrible and loathsome deed called 'Impious' by the Romans in their native tongue.