§4.39.1τὰ μετὰ ταῦτα δεινὰ μὲν ἀκουσθῆναι, θαυμαστὰ δὲ καὶ ἄπιστα πραχθῆναι, τῆς ἀνοσίας αὐτοῦ θυγατρὸς ἔργα παραδίδοται.
在此之后的悲惨事件,听来令人毛骨悚然,但其发生却又令人惊异且难以置信,被传为他那不敬之女的所作所为。
πεπυσμένη γὰρ τὴν εἰς τὸ βουλευτήριον τοῦ πατρὸς εἴσοδον καὶ σπουδὴν ἔχουσα μαθεῖν οἷόν τι λήψεται τὰ πράγματα τέλος, ἐπὶ τῆς ἀπήνης καθεζομένη παρῆν εἰς τὴν ἀγοράν.
她得知父亲进入元元老院议事堂的消息,由于急切地想要知道事情会落得怎样的结局,便乘着马车来到了广场。
μαθοῦσα δὲ τὰ γενόμενα καὶ τὸν Ταρκύνιον ἐπὶ τῆς κρηπῖδος ἑστῶτα πρὸ τοῦ βουλευτηρίου θεασαμένη βασιλέα τʼ αὐτὸν ἠσπάσατο πρώτη μεγάλῃ τῇ φωνῇ καὶ τοῖς θεοῖς εὔξατο ἐπὶ τῷ συμφέροντι τῆς πόλεως τῆς Ῥωμαίων τὴν ἀρχὴν αὐτὸν κατασχεῖν.
在得知所发生的事情后,她看见塔尔昆纽斯正站在元老院议事堂前的台阶上,便第一个大声向他致敬、称他为王,并向神明祈祷,希望他能为了罗马城邦的利益而保有统治权。
§4.39.2ἀσπασαμένων δὲ καὶ τῶν ἄλλων αὐτὸν ὡς βασιλέα τῶν συγκατασκευασάντων τὴν ἀρχὴν λαβοῦσα μόνον αὐτόν· τὰ μὲν πρῶτα, ἔφη, πέπρακταί σοι, Ταρκύνιε, κατὰ τὸ δέον·
在其他协助夺取权力的人也向他致敬、称他为王之后,她把他单独拉到一边,说道:“塔尔昆纽斯,第一阶段的事情你已经按照该做的做好了。
βεβαίως δὲ τὴν βασιλείαν ἔχειν Τυλλίου περιόντος οὐκ ἔνεστί σοι.
但在图利乌斯还活着的时候,你是不可能稳坐王位的。
ἐκδημαγωγήσει γὰρ αὖθις ἐπὶ σοὶ τὸν ὄχλον, ἐὰν καὶ ὁποσονοῦν ταύτης τῆς ἡμέρας περιγένηται χρόνον· ἐπίστασαι δʼ, ὡς εὔνους ἐστὶν αὐτῷ τὸ δημοτικὸν ἅπαν·
因为哪怕他在今天的余下时间里再活上片刻,他也一定会再次针对你向群众进行煽动;而且你很清楚,所有的平民对他都是多么地拥护。
ἀλλὰ καὶ πρὶν εἰς τὴν οἰκίαν αὐτὸν εἰσελθεῖν, ἀποστείλας τοὺς διαχρησομένους ἐκποδῶν ποίησον.
所以在哪怕他回到家之前,你就派人去解决掉他,除掉这个后患。
§4.39.3ταῦτʼ εἰποῦσα καὶ καθεζομένη πάλιν ἐπὶ τῆς ἀπήνης ᾤχετο·
” 她说完这话,重新坐上马车便离去了。
Ταρκύνιος δὲ καὶ ταῦτʼ ὀρθῶς δόξας τὴν ἀνοσιωτάτην γυναῖκα ὑποτίθεσθαι πέμπει τινὰς τῶν θεραπόντων ἐπʼ αὐτὸν ἔχοντας ξίφη· οἳ τάχει πολλῷ τὴν μεταξὺ διανύσαντες ὁδὸν ἐγγὺς ὄντα τῆς οἰκίας ἤδη τὸν Τύλλιον καταλαβόντες κατέσφαξαν.
塔尔昆纽斯也认为这个极其不敬的妻子这番提议很正确,于是派遣了几名带着佩剑的仆人去追杀他;他们以极快的速度穿过其间的道路,追上了已经到家门口的图利乌斯并杀死了他。
ἔτι δὲ νεοσφαγοῦς ἐρριμμένου τοῦ σώματος καὶ σπαίροντος §4.39.4ἡ θυγάτηρ παρῆν.
在尸体刚被杀死、倒在地上抽搐之时,他的女儿到了。
στενοῦ δʼ ὄντος πάνυ τοῦ στενωποῦ, διʼ οὗ τὴν ἀπήνην ἔδει διελθεῖν, αἱ ἡμίονοι τὸ πτῶμα ἰδοῦσαι διεταράχθησαν, καὶ ὁ προηγούμενος αὐτῶν ὀρεοκόμος παθών τι πρὸς τὸ τῆς ὄψεως ἐλεεινὸν ἐπέστη καὶ πρὸς τὴν δέσποιναν ἀπέβλεψε.
因为马车必须通过的那个巷子极其狭窄,骡子看见尸体后受了惊吓,而牵着它们的骡夫因看到这悲惨的景象而心生怜悯,停了下来,回头看着女主人。
πυνθανομένης δʼ ἐκείνης, τί παθὼν οὐκ ἄγει τὸ ζεῦγος· οὐχ ὁρᾷς, εἶπεν, ὦ Τυλλία, τὸν πατέρα σου νεκρὸν κείμενον καὶ πάροδον οὐκ οὖσαν ἄλλην, εἰ μὴ διὰ §4.39.5τοῦ πτώματος;
当她询问他为何不驾驭牲口时,他说:“图丽亚,难道你没看见你父亲正死在那里,除了从尸体上过去,就没有别的通路了吗?
ἡ δʼ ἐκπικρανθεῖσα καὶ ἀπὸ τῶν ποδῶν τὸ βάθρον ἁρπάσασα βάλλει τὸν ὀρεοκόμον καί φησιν· οὐκ ἄξεις, ἀλιτήριε, καὶ διὰ τοῦ νεκροῦ;
”而她勃然大怒,夺下脚底下的脚凳,朝骡夫砸去并说道:“你这恶棍,难道就不能踩着尸体赶过去吗?
κἀκεῖνος ἐπὶ τῷ πάθει μᾶλλον ἢ τῇ πληγῇ στενάξας ἄγει βίᾳ τὰς ἡμιόνους κατὰ τοῦ πτώματος.
”那人因这桩暴行而非因疼痛而发出哀叹,强行驱使骡子踩过尸体。
οὗτος ὁ στενωπὸς ὄρβιος καλούμενος πρότερον ἐξ ἐκείνου τοῦ δεινοῦ καὶ μυσαροῦ πάθους ἀσεβὴς ὑπὸ Ῥωμαίων κατὰ τὴν πάτριον γλῶτταν καλεῖται.
这条巷子以前被称为“奥尔比乌斯”,自那场可怕而令人唾弃的惨剧之后,被罗马人用他们的母语称为“不敬之街”。