§4.34.1περὶ δὲ τῆς βασιλείας, ἐπειδὴ τοῦτʼ ἐστιν, ὃ κατηγορεῖς μου, ἄκουσον, ὅπως τʼ αὐτῆς ἔτυχον, καὶ διʼ ἃς αἰτίας οὔθʼ ὑμῖν οὔτʼ ἄλλῳ τινὶ μεθίεμαι.
王位に関しては、これが、あなたが私を非難していることであるから、私がどのようにしてそれを手に入れ、どのような理由によって、あなたがたにも他の誰にもそれを譲らないのかを聞きなさい。
ὅτε τῆν ἐπιμέλειαν τῆς πόλεως παρέλαβον, αἰσθόμενος ἐπιβουλάς τινας κατʼ ἐμαυτοῦ γινομένας, παραδοῦναι τῷ δήμῳ τὰ πράγματʼ ἐβουλήθην·
私が国家の管理を引き受けたとき、自分に対する何らかの陰謀が企てられているのを察知し、政務を民衆に引き渡したいと望んだ。
καὶ συναγαγὼν ἅπαντας εἰς ἐκκλησίαν ἀπεδίδουν αὐτοῖς τὴν ἀρχὴν ἀντὶ τῆς ἐπιφθόνου ταύτης καὶ πλείω τὰ λυπηρὰ τῶν ἡδέων ἐχούσης ἡγεμονίας τὴν ἀκίνδυνον ἀντικαταλλασσόμενος ἡσυχίαν.
そして全員を民会に集めて彼らに支配権を返還し、この嫉妬強く、楽しいことよりも苦しいことの方が多い支配権の代わりに、危険のない平穏を得ようとした。
§4.34.2οὐκ ἠνέσχοντο Ῥωμαῖοι ταῦτά μου πράττειν βουλομένου οὐδʼ ἠξίωσαν ἕτερόν τινα τῶν κοινῶν ἀποδεῖξαι κύριον, ἀλλʼ ἐμὲ κατέσχον καὶ τὴν βασιλείαν ἔδωκάν μοι ψῆφον ἐπενέγκαντες, τὴν ἑαυτῶν, Ταρκύνιε, κτῆσιν, οὐ τὴν ὑμετέραν·
ローマ人たちは、私がこれを実行しようと望むのを許さず、共同体の支配者として他の誰かを任命することをよしとしなかった。 むしろ私を引き留め、投票を行って私に王位を授けたのだ。 タルクニオスよ、彼ら自身の所有物であって、あなたがたのものではないものを。
§4.34.3ὥσπερ γε καὶ τὸν πάππον ὑμῶν παρήγαγον ἐπὶ τὰ πράγματα ξένον ὄντα καὶ οὐδὲν προσήκοντα τῷ πρότερον βασιλεῖ·
ちょうど、彼らがあなたがたの祖父を政権に導き入れたときと同じように。 彼は異邦人であり、先代の王とは何の親族関係もなかった。
καίτοι παῖδάς γʼ Ἄγκος Μάρκιος ὁ βασιλεὺς κατέλιπεν ἀκμάζοντας, οὐχ υἱωνοὺς καὶ νηπίους, ὥσπερ ὑμᾶς Ταρκύνιος.
しかもアンクス・マルキウス王は、タルクニオスがあなたがたを残したような孫や幼子ではなく、成年に達した息子たちを残していたのだ。
εἰ δὲ κοινὸς ἁπάντων νόμος ἦν τοὺς διαδεχομένους τήν τε φανερὰν οὐσίαν καὶ τὰ χρήματα τῶν ἐκλειπόντων βασιλέων σὺν τούτοις καὶ τὰς βασιλείας αὐτῶν παραλαμβάνειν, οὐκ ἂν Ταρκύνιος ὁ πάππος ὑμῶν τὴν ἡγεμονίαν παρέλαβεν Ἄγκου τελευτήσαντος, ἀλλʼ ὁ πρεσβύτερος τῶν ἐκείνου παίδων.
もし、亡くなった王たちの有形財産や資金を相続する者が、それらと共にその王位をも引き継ぐという万人の共通の法があったとするならば、アンクスが亡くなったとき、あなたがたの祖父タルクニオスが支配権を引き受けることはなく、彼の息子のうちの年長の者が引き受けたはずである。
§4.34.4ἀλλʼ ὁ δῆμος ὁ Ῥωμαίων οὐ τὸν διάδοχον τοῦ πατρός, ἀλλὰ τὸν ἄξιον τῆς ἀρχῆς ἐπὶ τὰ πράγματʼ ἐκάλει·
しかし、ローマの民衆は、父親の相続人ではなく、支配に値する者を国政へと招いたのだ。
ἡγεῖτο γὰρ τὰ μὲν χρήματα τῶν κτησαμένων εἶναι, τὴν δὲ βασιλείαν τῶν δεδωκότων·
なぜなら、財産はそれを獲得した人々のものだが、王位はそれを与えた人々のものだと考えていたからである。
καὶ τὰ μὲν ὅταν τι πάθωσιν οἱ κύριοι τοὺς κατὰ γένος ἢ κατὰ διαθήκας διαδόχους προσήκειν παραλαμβάνειν, τὴν δʼ ὅταν ἐκλίπωσιν οἱ λαβόντες τοὺς δεδωκότας ἔχειν·
そして、前者は持ち主が世を去ったときに、血縁による、あるいは遺言による相続人が引き受けるのが適切であり、後者はそれを受け取った者が世を去ったときに、それを与えた者が保持するのが適切であると考えていた。
εἰ μή τι τοιοῦτον ἔχεις δικαίωμα φέρειν, ὅτι τὴν βασιλείαν ὁ πάππος ὑμῶν ἐπὶ ῥητοῖς τισι παρέλαβεν, ὥστε καὶ αὐτὸς ἔχειν ἀναφαίρετον καὶ ὑμῖν τοῖς ἐγγόνοις καταλιπεῖν, καὶ ὁ δῆμος οὐ κύριος §4.34.5ἦν ἀφελόμενος αὐτὴν ὑμῶν ἐμοὶ δοῦναι.
もしあなたが次のような権利を提示できない限りは。 すなわち、あなたがたの祖父が、自らも奪われることなく保持し、子孫であるあなたがたに残すことができるという特定の条件のもとで王位を引き受けたのであり、民衆はそれをあなたがたから奪って私に与える権限を持っていなかった、というような権利を。
εἰ γάρ τι τοιοῦτον εἰπεῖν ἔχεις, τί οὐ φέρεις τὰς συνθήκας εἰς μέσον;
もしそのようなことを言えるのなら、なぜその契約書を公の場に持ち出さないのか。
ἀλλʼ οὐκ ἂν ἔχοις.
だが、自然あなたには持ち出せないはずだ。
εἰ δʼ οὐ κατὰ τὸν βέλτιστον αὐτῆς ἔτυχον ἐγὼ τρόπον, ὡς λέγεις, μήθʼ ὑπὸ τῶν μεσοβασιλέων αἱρεθεὶς μήτε τῆς βουλῆς μοι παραδούσης τὰ πράγματα μήτε τῶν ἄλλων γενομένων τῶν κατὰ νόμον, τούτους ἀδικῶ δήπου καὶ οὐχὶ σέ, καὶ ὑπὸ τούτων παυσθῆναι δίκαιός εἰμι τῆς ἀρχῆς, οὐχ ὑπὸ §4.34.6σοῦ.
また、もしあなたが言うように、私が最善の方法で王位を得たのではないとしても――すなわち、王位間官たちによって選出されたのでも、元老院が私に政権を委ねたのでもなく、法律に従った他の諸手続きが行われたのでもないとしても――、私が不正を働いている相手は当然彼らであってあなたではなく、私が支配を辞めさせられるのが正当であるとすれば、それは彼らによってであって、あなたによってではない。
ἀλλʼ οὔτε τούτους οὔτʼ ἄλλον οὐδένα ἀδικῶ.
しかし、私は彼らに対しても、他の誰に対しても、いかなる不正も働いていない。
μάρτυς δὲ τῆς ἐκ τοῦ δικαίου μοι καὶ τότε δοθείσης καὶ νῦν ὑπαρχούσης ἐξουσίας ὁ χρόνος, ἐν ᾧ τετταρακονταετεῖ γεγονότι Ῥωμαίων οὐδεὶς ἡγήσατό με πώποτʼ ἀδικεῖν, οὐδʼ ἐκβαλεῖν με τῆς ἀρχῆς ἐπεχείρησεν οὔθʼ ὁ δῆμος οὔθʼ ἡ βουλή.
そして、当時正義に基づいて私に与えられ、現在も保持されている権限の証人は時間である。 その四十年に達した時間の中で、ローマ人の誰も私を不正な者とはみなさず、民衆も元老院も私を支配の座から追い出そうとはしなかったのだ。