§4.34.1περὶ δὲ τῆς βασιλείας, ἐπειδὴ τοῦτʼ ἐστιν, ὃ κατηγορεῖς μου, ἄκουσον, ὅπως τʼ αὐτῆς ἔτυχον, καὶ διʼ ἃς αἰτίας οὔθʼ ὑμῖν οὔτʼ ἄλλῳ τινὶ μεθίεμαι.
至于王位,既然这是你指控我的地方,请听好我是如何获得它的,以及因为什么原因我既不把它让给你们,也不让给任何其他人。
ὅτε τῆν ἐπιμέλειαν τῆς πόλεως παρέλαβον, αἰσθόμενος ἐπιβουλάς τινας κατʼ ἐμαυτοῦ γινομένας, παραδοῦναι τῷ δήμῳ τὰ πράγματʼ ἐβουλήθην· καὶ συναγαγὼν ἅπαντας εἰς ἐκκλησίαν ἀπεδίδουν αὐτοῖς τὴν ἀρχὴν ἀντὶ τῆς ἐπιφθόνου ταύτης καὶ πλείω τὰ λυπηρὰ τῶν ἡδέων ἐχούσης ἡγεμονίας τὴν ἀκίνδυνον ἀντικαταλλασσόμενος ἡσυχίαν.
当我接管城邦的管理事务时,察觉到有人在暗中图谋害我,我便希望将政权移交给民众;并召集所有人来到大会,将政权归还给他们,以此用这令人嫉妒、且痛苦多于快乐的统治权,来换取没有危险的平静。
§4.34.2οὐκ ἠνέσχοντο Ῥωμαῖοι ταῦτά μου πράττειν βουλομένου οὐδʼ ἠξίωσαν ἕτερόν τινα τῶν κοινῶν ἀποδεῖξαι κύριον, ἀλλʼ ἐμὲ κατέσχον καὶ τὴν βασιλείαν ἔδωκάν μοι ψῆφον ἐπενέγκαντες, τὴν ἑαυτῶν, Ταρκύνιε, κτῆσιν, οὐ τὴν ὑμετέραν· §4.34.3ὥσπερ γε καὶ τὸν πάππον ὑμῶν παρήγαγον ἐπὶ τὰ πράγματα ξένον ὄντα καὶ οὐδὲν προσήκοντα τῷ πρότερον βασιλεῖ· καίτοι παῖδάς γʼ Ἄγκος Μάρκιος ὁ βασιλεὺς κατέλιπεν ἀκμάζοντας, οὐχ υἱωνοὺς καὶ νηπίους, ὥσπερ ὑμᾶς Ταρκύνιος.
罗马人容不得我想要做这些事,也不认为应该指定其他任何人作为公共事务的主宰,而是留住了我并通过投票将王位赐予了我,塔昆,那是他们自己的财产,而不是你们的;正如他们也将你们的祖父引入政权一样,尽管他是一个外邦人,与先王毫无亲属关系;然而安库斯·马尔基乌斯国王留下了正值壮年的儿子们,而不是像塔昆留下你们那样留下孙子和幼儿。
εἰ δὲ κοινὸς ἁπάντων νόμος ἦν τοὺς διαδεχομένους τήν τε φανερὰν οὐσίαν καὶ τὰ χρήματα τῶν ἐκλειπόντων βασιλέων σὺν τούτοις καὶ τὰς βασιλείας αὐτῶν παραλαμβάνειν, οὐκ ἂν Ταρκύνιος ὁ πάππος ὑμῶν τὴν ἡγεμονίαν παρέλαβεν Ἄγκου τελευτήσαντος, ἀλλʼ ὁ πρεσβύτερος τῶν ἐκείνου παίδων.
如果存在一条众人通行的法律,规定继承已故国王显明财产和资金的人,也应连同这些一起接管他们的王位,那么在安库斯去世时,你们的祖父塔昆就不会接管统治权,而应当是安库斯的长子来接管。
§4.34.4ἀλλʼ ὁ δῆμος ὁ Ῥωμαίων οὐ τὸν διάδοχον τοῦ πατρός, ἀλλὰ τὸν ἄξιον τῆς ἀρχῆς ἐπὶ τὰ πράγματʼ ἐκάλει· ἡγεῖτο γὰρ τὰ μὲν χρήματα τῶν κτησαμένων εἶναι, τὴν δὲ βασιλείαν τῶν δεδωκότων· καὶ τὰ μὲν ὅταν τι πάθωσιν οἱ κύριοι τοὺς κατὰ γένος ἢ κατὰ διαθήκας διαδόχους προσήκειν παραλαμβάνειν, τὴν δʼ ὅταν ἐκλίπωσιν οἱ λαβόντες τοὺς δεδωκότας ἔχειν· εἰ μή τι τοιοῦτον ἔχεις δικαίωμα φέρειν, ὅτι τὴν βασιλείαν ὁ πάππος ὑμῶν ἐπὶ ῥητοῖς τισι παρέλαβεν, ὥστε καὶ αὐτὸς ἔχειν ἀναφαίρετον καὶ ὑμῖν τοῖς ἐγγόνοις καταλιπεῖν, καὶ ὁ δῆμος οὐ κύριος §4.34.5ἦν ἀφελόμενος αὐτὴν ὑμῶν ἐμοὶ δοῦναι.
然而,罗马民众召入政权的,不是父亲的继承人,而是配得上这统治权的人;因为他们认为,财产属于获取它的人,而王位属于授予它的人;前述的财产在其主人去世时,应当由血缘或遗嘱继承人接管,而后述的王位在其接受者去世时,应当由授予它的人重新占有;除非你能提出某种这样的权利,即你们的祖父是在某些明确的条款下接管王位的,以至于他自己可以不可剥夺地拥有它,并留给你们这些子孙,而民众是没有权力剥夺你们的王位并将它赐予我的。
εἰ γάρ τι τοιοῦτον εἰπεῖν ἔχεις, τί οὐ φέρεις τὰς συνθήκας εἰς μέσον;
因为如果你能说出任何此类的话,你为什么不把协议公之于众呢?
ἀλλʼ οὐκ ἂν ἔχοις.
但你是拿不出来的。
εἰ δʼ οὐ κατὰ τὸν βέλτιστον αὐτῆς ἔτυχον ἐγὼ τρόπον, ὡς λέγεις, μήθʼ ὑπὸ τῶν μεσοβασιλέων αἱρεθεὶς μήτε τῆς βουλῆς μοι παραδούσης τὰ πράγματα μήτε τῶν ἄλλων γενομένων τῶν κατὰ νόμον, τούτους ἀδικῶ δήπου καὶ οὐχὶ σέ, καὶ ὑπὸ τούτων παυσθῆναι δίκαιός εἰμι τῆς ἀρχῆς, οὐχ ὑπὸ §4.34.6σοῦ.
即使像你所说,我并非是以最佳的方式获得它的,既没有被间王选出,也没有元老院将政权交托给我,法定的程序也未曾履行,那么我显然是对他们犯下了不义,而不是对你;我理应由他们来免去我的职位,而不是由你。
ἀλλʼ οὔτε τούτους οὔτʼ ἄλλον οὐδένα ἀδικῶ.
然而我既没有对他们,也没有对其他任何人犯下不义。
μάρτυς δὲ τῆς ἐκ τοῦ δικαίου μοι καὶ τότε δοθείσης καὶ νῦν ὑπαρχούσης ἐξουσίας ὁ χρόνος, ἐν ᾧ τετταρακονταετεῖ γεγονότι Ῥωμαίων οὐδεὶς ἡγήσατό με πώποτʼ ἀδικεῖν, οὐδʼ ἐκβαλεῖν με τῆς ἀρχῆς ἐπεχείρησεν οὔθʼ ὁ δῆμος οὔθʼ ἡ βουλή.
而我当时依照正义被赋予、如今依然拥有的权力的见证者,就是时间。 在这一已达四十年的时间里,罗马人中没有任何人曾认为我行过不义,民众和元老院也都未曾企图将我驱逐出统治之位。