§4.24.1ἐπειδὴ δὲ κατὰ τοῦτο γέγονα τὸ μέρος τῆς διηγήσεως, ἀναγκαῖον εἶναί μοι δοκεῖ διελθεῖν, ὡς εἶχε τότε τοῖς Ῥωμαίοις τὰ περὶ τοὺς δούλους ἔθη, ἵνα μήτε τὸν βασιλέα τὸν πρῶτον ἐπιχειρήσαντα τοὺς δεδουλευκότας ἀστοὺς ποιεῖν μήτε τοὺς παραδεξαμένους τὸν νόμον ἐν αἰτίαις σχῇ τις, ὡς ῥιπτοῦντας εἰκῆ τὰ καλά.
物語のこの部分に差し掛かったので、当時ローマ人において奴隷に関する慣行がどのようなものであったかを説明することが私には必要であると思われる。 それは、かつて奴隷であった者たちを市民にすることに最初に着手した王をも、またこの法律を受け入れた者たちをも、美しき伝統を無闇に投げ捨てる者たちであるとして、誰も非難することがないようにするためである。
§4.24.2ἐτύγχανον δὴ τοῖς Ῥωμαίοις αἱ τῶν θεραπόντων κτήσεις κατὰ τοὺς δικαιοτάτους γινόμεναι τρόπους.
確かに、ローマ人における奴隷の獲得は、極めて正当な方法で行われていた。
ἢ γὰρ ὠνησάμενοι παρὰ τοῦ δημοσίου τοὺς ὑπὸ δόρυ πωλουμένους ἐκ τῶν λαφύρων, ἢ τοῦ στρατηγοῦ συγχωρήσαντος ἅμα ταῖς ἄλλαις ὠφελείαις καὶ τοὺς δορυαλώτους τοῖς λαβοῦσιν ἔχειν ἢ πριαμένοις παρʼ ἑτέρων κατὰ τοὺς αὐτοὺς τρόπους κυρίων γενομένων ἐκέκτηντο τοὺς δούλους.
というのも、戦利品から、槍の下で公売に付された者たちを公庫から買い取るか、あるいは将軍が、他の分捕り品とともに戦時捕虜をも獲得した者たちが所有することを許すか、あるいは、同様の方法で正当な所有者となった他の者たちから買い取ることによって、彼らは奴隷を所有していたからである。
§4.24.3οὐδὲν δὴ πρᾶγμα ποιεῖν αἰσχύνης ἢ βλάβης κοινῆς αἴτιον οὔθʼ ὁ Τύλλιος ὁ καταστησάμενος τὸ ἔθος οὔθʼ οἱ παραδεξάμενοι καὶ διαφυλάξαντες ᾤοντο, εἰ τοῖς ἀφαιρεθεῖσιν ἐν πολέμῳ τήν τε πατρίδα καὶ τὴν ἐλευθερίαν χρηστοῖς γενομένοις περὶ τοὺς καταδουλωσαμένους ἢ τοὺς παρὰ τούτων πριαμένους ἀμφότερα ταῦτα παρὰ τῶν δεσποτῶν ὑπάρξει.
それゆえ、この慣行を制定したテュリウスも、それを受け入れて守り続けた者たちも、恥や公共の害を招くようなことを何一つ行っているとは考えなかった。 もし、戦争において祖国と自由の双方を奪われた者が、自らを奴隷とした者たち、あるいは彼らから買い取った者たちに対して実直であった場合に、これら両方の恩恵が主人たちから与えられるのだとしても。
§4.24.4ἐτύγχανον δὲ τῆς ἐλευθερίας οἱ μὲν πλεῖστοι προῖκα διὰ καλοκἀγαθίαν·
そして、大部分の者はその善良さゆえに無償で自由を得ていた。
καὶ κράτιστος ἀπαλλαγῆς δεσποτῶν τρόπος οὗτος ἦν·
そしてこれが、主人からの解放の最善の方法であった。
ὀλίγοι δέ τινες λύτρα κατατιθέντες ἐξ ὁσίων καὶ δικαίων ἐργασιῶν συναχθέντα.
しかし、少数の者たちは、清廉で正当な労働から蓄えられた身代金を支払って自由を得ていた。
ἀλλʼ οὐκ ἐν τοῖς καθʼ ἡμᾶς χρόνοις οὕτω ταῦτʼ ἔχει, ἀλλʼ εἰς τοσαύτην σύγχυσιν ἥκει τὰ πράγματα καὶ τὰ καλὰ τῆς Ῥωμαίων πόλεως οὕτως ἄτιμα καὶ ῥυπαρὰ γέγονεν, ὥσθʼ οἱ μὲν ἀπὸ λῃστείας καὶ τοιχωρυχίας καὶ πορνείας καὶ παντὸς ἄλλου πονηροῦ πόρου χρηματισάμενοι τούτων ὠνοῦνται τῶν χρημάτων τὴν ἐλευθερίαν καὶ εὐθύς εἰσι Ῥωμαῖοι·
しかし、私たちの時代においては、事情はそうではない。 むしろ、事態は極めて深刻な混乱に陥り、ローマの都市の美しき伝統はこれほどまでに不名誉で汚れたものになってしまった。 その結果、強盗、家宅侵入、売春、その他あらゆる邪悪な稼ぎ口から富を得た者たちが、その金で自由を買い取り、直ちにローマ市民となるのである。
§4.24.5οἱ δὲ συνίστορες καὶ συνεργοὶ τοῖς δεσπόταις γενόμενοι φαρμακειῶν καὶ ἀνδροφονιῶν καὶ τῶν εἰς θεοὺς ἢ τὸ κοινὸν ἀδικημάτων ταύτας φέρονται παρʼ αὐτῶν τὰς χάριτας·
また、主人たちによる毒殺や殺人、あるいは神々や国家に対する犯罪の共犯者や協力者となった者たちが、彼らからこの恩恵を受け取る。
οἱ δʼ ἵνα τὸν δημοσίᾳ διδόμενον σῖτον λαμβάνοντες κατὰ μῆνα καὶ εἴ τις ἄλλη παρὰ τῶν ἡγουμένων γίγνοιτο τοῖς ἀπόροις τῶν πολιτῶν φιλανθρωπία φέρωσι τοῖς δεδωκόσι τὴν ἐλευθερίαν·
またある者たちは、公的に毎月配給される穀物や、貧困な市民に対して指導者たちから与えられるその他の慈善を自分が受け取り、それを自分に自由を与えてくれた者たちに運ぶために自由を得る。
οἱ δὲ διὰ §4.24.6κουφότητα τῶν δεσποτῶν καὶ κενὴν δοξοκοπίαν.
またある者たちは、主人たちの軽薄さと虚栄心のゆえに自由を得る。
ἔγωγʼ οὖν ἐπίσταμαί τινας ἅπασι τοῖς δούλοις συγκεχωρηκότας εἶναι ἐλευθέροις μετὰ τὰς ἑαυτῶν τελευτάς, ἵνα χρηστοὶ καλῶνται νεκροὶ καὶ πολλοὶ ταῖς κλίναις αὐτῶν ἐκκομιζομέναις παρακολουθῶσι τοὺς πίλους ἔχοντες ἐπὶ ταῖς κεφαλαῖς·
現に私は、自分たちの死後にすべての奴隷に自由の身になることを許した者たちを知っている。 彼らが死後に実直な死者と呼ばれ、また彼らの棺が運び出される際に、多くの者が頭にピレウス帽をかぶって付き従うようにするためである。
ἐν οἷς ἐπόμπευόν τινες, ὡς ἦν παρὰ τῶν ἐπισταμένων ἀκούειν, ἐκ τῶν δεσμωτηρίων ἐξεληλυθότες ἀρτίως κακοῦργοι μυρίων ἄξια διαπεπραγμένοι θανάτων.
彼らのうちには、内情を知る者たちから聞くところによれば、無数の死刑に値する悪行を働き、牢獄から釈放されたばかりの悪党たちも隊列を組んで歩いていた。
εἰς τούτους μέντοι τοὺς δυσεκκαθάρτους σπίλους ἐκ τῆς πόλεως ἀποβλέποντες οἱ πολλοὶ δυσχεραίνουσι καὶ προβέβληνται τὸ ἔθος, ὡς οὐ πρέπον ἡγεμονικῇ πόλει καὶ παντὸς ἄρχειν ἀξιούσῃ §4.24.7τόπου τοιούτους ποιεῖσθαι πολίτας.
しかし、市の中にいるこれらの容易に拭い去れない汚れに目を向け、多くの人々は不快に思い、この慣行を嫌悪している。 支配的な都市であり、あらゆる場所を統治するに値すると自負する都市が、このような者たちを市民にすることはふさわしくないと考えるからである。
ἔχοι δʼ ἄν τις πολλὰ καὶ ἄλλα διαβαλεῖν ἔθη καλῶς μὲν ὑπὸ τῶν ἀρχαίων ἐπινοηθέντα, κακῶς δʼ ὑπὸ τῶν νῦν ἐπιτριβόμενα.
古代の人々によって見事に考案されながら、現代の人々によって誤って損なわれている他の多くの慣行を非難することもできるだろう。
ἐγὼ δὲ τὸν νόμον τοῦτον οὐκ οἴομαι δεῖν ἀναιρεῖν, μή τι μεῖζον ἐκραγῇ τῷ κοινῷ διʼ αὐτοῦ κακόν·
しかし私は、この法律を廃止すべきではないと考えている。 それによって共同体により大きな災厄が突如として発生しないように。
ἐπανορθοῦσθαι μέντοι φημὶ δεῖν τὰ δυνατὰ καὶ μὴ περιορᾶν ὀνείδη μεγάλα καὶ ῥύπους δυσεκκαθάρτους εἰς τὴν πολιτείαν εἰσαγομένους.
けれども、改善可能なことは正されるべきであり、大いなる恥や容易に拭い去れない汚れが国制に導入されるのを放置すべきではないと私は主張する。
§4.24.8καὶ μάλιστα μὲν τοὺς τιμητὰς ἀξιώσαιμʼ ἂν τούτου τοῦ μέρους προνοεῖν·
そしてとりわけ、私はケンソルたちにこの部分に配慮することを求めたい。
εἰ δὲ μή γε, τοὺς ὑπάτους·
もし彼らでないならば、コンスルたちに。
δεῖ γὰρ ἀρχῆς τινος μεγάλης·
というのも、何か大きな権限が必要だからである。
οἳ τοὺς καθʼ ἕκαστον ἐνιαυτὸν ἐλευθέρους γινομένους ἐξετάσουσι, τίνες ὄντες καὶ διὰ τί καὶ πῶς ἠλευθερώθησαν, ὥσπερ γε τοὺς τῶν ἱππέων καὶ τοὺς τῶν βουλευτῶν βίους ἐξετάζουσιν·
彼らは、毎年自由の身になる者たちについて、彼らが誰であり、なぜ、どのように解放されたのかを審査するのである、ちょうど騎士や元老院議員たちの生活を審査するように。
ἔπειθʼ οὓς μὲν ἂν εὕρωσιν ἀξίους τῆς πόλεως ὄντας, εἰς φυλὰς καταγράψουσι καὶ μένειν ἐφήσουσιν ἐν τῇ πόλει·
そして、都市にふさわしいと彼らが認めた者たちについては、部族に登録し、市に留まることを許すだろう。
τὸ δὲ μιαρὸν καὶ ἀκάθαρτον φῦλον ἐκβαλοῦσιν ἐκ τῆς πόλεως εὐπρεπὲς ὄνομα τῷ πράγματι τιθέντες, ἀποικίαν.
しかし、汚らわしく不浄な輩については、その事柄に「植民」という体裁の良い名をつけて、市から追放するのである。
ταῦτα μὲν οὖν τῆς ὑποθέσεως ἀπαιτούσης ἀναγκαῖόν τε καὶ δίκαιον ἔδοξεν εἶναί μοι πρὸς τοὺς ἐπιτιμῶντας τοῖς Ῥωμαίων ἔθεσιν εἰπεῖν.
それゆえ、この論題が要求している以上、ローマ人の慣行を非難する者たちに対して、これらのことを述べるのが必要かつ正当であると私には思われた。