Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.24.1-4.24.8

奴隶释放制度的历史演变与审查建议

第 268 段,共 962 段 · 希腊语

内容简介

作者哈利卡纳苏斯的戴奥尼夏阐述了古罗马合法释放奴隶的公正习俗,并将其与他所处时代的堕落进行对比,他反对废除该法律,而是建议由监察官或执政官对被释奴进行严格审查,并以“殖民”的名义驱逐不配享有公民权者。

§4.24.1ἐπειδὴ δὲ κατὰ τοῦτο γέγονα τὸ μέρος τῆς διηγήσεως, ἀναγκαῖον εἶναί μοι δοκεῖ διελθεῖν, ὡς εἶχε τότε τοῖς Ῥωμαίοις τὰ περὶ τοὺς δούλους ἔθη, ἵνα μήτε τὸν βασιλέα τὸν πρῶτον ἐπιχειρήσαντα τοὺς δεδουλευκότας ἀστοὺς ποιεῖν μήτε τοὺς παραδεξαμένους τὸν νόμον ἐν αἰτίαις σχῇ τις, ὡς ῥιπτοῦντας εἰκῆ τὰ καλά.
由于我已经讲到了叙事的这一部分,我认为有必要详细叙述当时罗马人关于奴隶的习俗是怎样的,以免任何人指责最初尝试将曾为奴隶的人变为公民的国王,或者指责接受该法律的人,认为他们是在随意抛弃美好的传统。
§4.24.2ἐτύγχανον δὴ τοῖς Ῥωμαίοις αἱ τῶν θεραπόντων κτήσεις κατὰ τοὺς δικαιοτάτους γινόμεναι τρόπους.
事实上,罗马人获取奴隶的方式恰好是在最公正的途径下进行的。
ἢ γὰρ ὠνησάμενοι παρὰ τοῦ δημοσίου τοὺς ὑπὸ δόρυ πωλουμένους ἐκ τῶν λαφύρων, ἢ τοῦ στρατηγοῦ συγχωρήσαντος ἅμα ταῖς ἄλλαις ὠφελείαις καὶ τοὺς δορυαλώτους τοῖς λαβοῦσιν ἔχειν ἢ πριαμένοις παρʼ ἑτέρων κατὰ τοὺς αὐτοὺς τρόπους κυρίων γενομένων ἐκέκτηντο τοὺς δούλους.
因为他们拥有奴隶,要么是从公库中购买在枪下被拍卖的战利品中的人,要么是将军允许捕获者将战俘与其它战利品一同据为己有,要么是从以同样方式成为其所有者的他人手中购买。
§4.24.3οὐδὲν δὴ πρᾶγμα ποιεῖν αἰσχύνης ἢ βλάβης κοινῆς αἴτιον οὔθʼ ὁ Τύλλιος ὁ καταστησάμενος τὸ ἔθος οὔθʼ οἱ παραδεξάμενοι καὶ διαφυλάξαντες ᾤοντο, εἰ τοῖς ἀφαιρεθεῖσιν ἐν πολέμῳ τήν τε πατρίδα καὶ τὴν ἐλευθερίαν χρηστοῖς γενομένοις περὶ τοὺς καταδουλωσαμένους ἢ τοὺς παρὰ τούτων πριαμένους ἀμφότερα ταῦτα παρὰ τῶν δεσποτῶν ὑπάρξει.
因此,无论是确立这一习惯的图利乌斯,还是接受并维护它的人,都不认为自己在做任何会导致耻辱或公共危害的事情——如果那些在战争中被剥夺了祖国和自由的人,在对奴役他们的人或对从他们那里购买他们的人表现出忠诚和善良时,能够从主人那里获得这两样东西。
§4.24.4ἐτύγχανον δὲ τῆς ἐλευθερίας οἱ μὲν πλεῖστοι προῖκα διὰ καλοκἀγαθίαν· καὶ κράτιστος ἀπαλλαγῆς δεσποτῶν τρόπος οὗτος ἦν· ὀλίγοι δέ τινες λύτρα κατατιθέντες ἐξ ὁσίων καὶ δικαίων ἐργασιῶν συναχθέντα.
其中大多数人因为其善良而无偿获得自由,这是摆脱主人奴役的最好方式;少数人则是通过支付从神圣和正当劳动中积累起来的赎金而获得自由。
ἀλλʼ οὐκ ἐν τοῖς καθʼ ἡμᾶς χρόνοις οὕτω ταῦτʼ ἔχει, ἀλλʼ εἰς τοσαύτην σύγχυσιν ἥκει τὰ πράγματα καὶ τὰ καλὰ τῆς Ῥωμαίων πόλεως οὕτως ἄτιμα καὶ ῥυπαρὰ γέγονεν, ὥσθʼ οἱ μὲν ἀπὸ λῃστείας καὶ τοιχωρυχίας καὶ πορνείας καὶ παντὸς ἄλλου πονηροῦ πόρου χρηματισάμενοι τούτων ὠνοῦνται τῶν χρημάτων τὴν ἐλευθερίαν καὶ εὐθύς εἰσι Ῥωμαῖοι·
但在我们的时代,情况并非如此,事情陷入了极大的混乱,罗马城邦的美好传统变得如此低贱和肮脏,以至于一些通过抢劫、入室盗窃、卖春以及任何其他邪恶手段发财的人,用这些钱购买了自由,并立即成为了罗马人。
§4.24.5οἱ δὲ συνίστορες καὶ συνεργοὶ τοῖς δεσπόταις γενόμενοι φαρμακειῶν καὶ ἀνδροφονιῶν καὶ τῶν εἰς θεοὺς ἢ τὸ κοινὸν ἀδικημάτων ταύτας φέρονται παρʼ αὐτῶν τὰς χάριτας· οἱ δʼ ἵνα τὸν δημοσίᾳ διδόμενον σῖτον λαμβάνοντες κατὰ μῆνα καὶ εἴ τις ἄλλη παρὰ τῶν ἡγουμένων γίγνοιτο τοῖς ἀπόροις τῶν πολιτῶν φιλανθρωπία φέρωσι τοῖς δεδωκόσι τὴν ἐλευθερίαν· οἱ δὲ διὰ §4.24.6κουφότητα τῶν δεσποτῶν καὶ κενὴν δοξοκοπίαν.
另一些人因为成为主人下毒、谋杀以及对神灵或公众犯罪的共犯和帮凶,从而从主人那里获得了这一恩惠;还有一些人为了每月领取公家发放的粮食以及领导人给予贫困公民的其他慈善物资,并将这些物资送给给予他们自由的主人;还有一些人则是由于主人的轻浮和虚荣。
ἔγωγʼ οὖν ἐπίσταμαί τινας ἅπασι τοῖς δούλοις συγκεχωρηκότας εἶναι ἐλευθέροις μετὰ τὰς ἑαυτῶν τελευτάς, ἵνα χρηστοὶ καλῶνται νεκροὶ καὶ πολλοὶ ταῖς κλίναις αὐτῶν ἐκκομιζομέναις παρακολουθῶσι τοὺς πίλους ἔχοντες ἐπὶ ταῖς κεφαλαῖς·
至少我知道有人在自己死后允许所有的奴隶获得自由,以便他们死后被称为仁慈之人,并且在他们的灵柩被抬出时,有许多人戴着皮里乌斯帽跟随在后。
ἐν οἷς ἐπόμπευόν τινες, ὡς ἦν παρὰ τῶν ἐπισταμένων ἀκούειν, ἐκ τῶν δεσμωτηρίων ἐξεληλυθότες ἀρτίως κακοῦργοι μυρίων ἄξια διαπεπραγμένοι θανάτων.
在这些人中,据知情者说,甚至有一些人是刚从监狱里释放出来的、犯下万死难辞其咎之罪的恶棍在列队随行。
εἰς τούτους μέντοι τοὺς δυσεκκαθάρτους σπίλους ἐκ τῆς πόλεως ἀποβλέποντες οἱ πολλοὶ δυσχεραίνουσι καὶ προβέβληνται τὸ ἔθος, ὡς οὐ πρέπον ἡγεμονικῇ πόλει καὶ παντὸς ἄρχειν ἀξιούσῃ §4.24.7τόπου τοιούτους ποιεῖσθαι πολίτας.
然而,大多数人看着城邦里这些难以洗净的污点,感到十分不快并厌恶这一习俗,认为对于一个统治各方的帝国之城来说,让这样的人成为公民是不妥当的。
ἔχοι δʼ ἄν τις πολλὰ καὶ ἄλλα διαβαλεῖν ἔθη καλῶς μὲν ὑπὸ τῶν ἀρχαίων ἐπινοηθέντα, κακῶς δʼ ὑπὸ τῶν νῦν ἐπιτριβόμενα.
人们还可以对许多其他虽然由古人精心设计,却被现代人恶劣破坏的习俗提出指责。
ἐγὼ δὲ τὸν νόμον τοῦτον οὐκ οἴομαι δεῖν ἀναιρεῖν, μή τι μεῖζον ἐκραγῇ τῷ κοινῷ διʼ αὐτοῦ κακόν·
但我认为不应该废除这项法律,以免通过它给共同体爆发更大的灾祸。
ἐπανορθοῦσθαι μέντοι φημὶ δεῖν τὰ δυνατὰ καὶ μὴ περιορᾶν ὀνείδη μεγάλα καὶ ῥύπους δυσεκκαθάρτους εἰς τὴν πολιτείαν εἰσαγομένους.
然而,我认为应当尽可能地纠正那些可以纠正的问题,而不应放任巨大的耻辱和难以洗净的污秽被引入到城邦的体制中。
§4.24.8καὶ μάλιστα μὲν τοὺς τιμητὰς ἀξιώσαιμʼ ἂν τούτου τοῦ μέρους προνοεῖν· εἰ δὲ μή γε, τοὺς ὑπάτους· δεῖ γὰρ ἀρχῆς τινος μεγάλης·
我尤其希望监察官能对这一部分进行管理;如果他们不这么做,也应当由执政官来做,因为这需要某种强大的权威。
οἳ τοὺς καθʼ ἕκαστον ἐνιαυτὸν ἐλευθέρους γινομένους ἐξετάσουσι, τίνες ὄντες καὶ διὰ τί καὶ πῶς ἠλευθερώθησαν, ὥσπερ γε τοὺς τῶν ἱππέων καὶ τοὺς τῶν βουλευτῶν βίους ἐξετάζουσιν·
他们应当审查每年获得自由的人,看他们是谁、因为什么以及如何获得自由的,就像审查骑士和元老院议员的生活一样。
ἔπειθʼ οὓς μὲν ἂν εὕρωσιν ἀξίους τῆς πόλεως ὄντας, εἰς φυλὰς καταγράψουσι καὶ μένειν ἐφήσουσιν ἐν τῇ πόλει· τὸ δὲ μιαρὸν καὶ ἀκάθαρτον φῦλον ἐκβαλοῦσιν ἐκ τῆς πόλεως εὐπρεπὲς ὄνομα τῷ πράγματι τιθέντες, ἀποικίαν.
然后,对于那些他们发现配得上这座城邦的人,他们将把他们登记到部族中,并允许他们留在城邦内;而对于那些肮脏和不洁的恶劣之徒,他们将用一个体面的名义,即“殖民”,将他们驱逐出城邦。
ταῦτα μὲν οὖν τῆς ὑποθέσεως ἀπαιτούσης ἀναγκαῖόν τε καὶ δίκαιον ἔδοξεν εἶναί μοι πρὸς τοὺς ἐπιτιμῶντας τοῖς Ῥωμαίων ἔθεσιν εἰπεῖν.
因此,由于主题的要求,我认为向那些指责罗马习俗的人说明这些事情是必要且公正的。

词汇与语法注释

  1. 696ἵνα μήτε τὸν βασιλέα ... μήτε τοὺς παραδεξαμένους ... ἐν αἰτίαις σχῇ τις, ὡς ῥιπτοῦντας εἰκῆ τὰ καλά — 引导目的从句的 `ἵνα` 之后的谓语动词是 `σχῇ`(源于短语 `ἐν αἰτίαις ἔχω`,意为“指责”),不定代词 `τις` 作其主语。宾语是两个宾格成分 `μήτε τὸν βασιλέα... μήτε τοὺς παραδεξαμένους`。分词 `ῥιπτοῦντας`(宾格复数阳性)与表示主观原因的连词 `ὡς` 连用,作宾语补足语,用以说明这两个宾语(国王及接受法律的人)被归属的行为或性质。
  2. 697οὐδὲν δὴ πρᾶγμα ποιεῖν αἰσχύνης ἢ βλάβης κοινῆς αἴτιον ... ᾤοντο, εἰ ... ὑπάρξει — 主动词 `ᾤοντο`(“他们认为”)带不定式 `ποιεῖν`(由于主语与主句相同而省略了说明主语的宾格)。不定式的直接宾语是 `οὐδὲν πρᾶγμα`,而 `αἰσχύνης ἢ βλάβης κοινῆς αἴτιον`(“导致耻辱或公共危害的因由”)作其宾语补足语。条件从句 `εἰ ... ὑπάρξει` 使用了将来时直说发,此处非纯粹假设,而是表达了他们判断的强逻辑前提:“如果(这双重恩惠)确实将由主人提供的话”。
  3. 698οἱ δʼ ἵνα τὸν δημοσίᾳ διδόμενον σῖτον λαμβάνοντες ... φέρωσι τοῖς δεδωκόσι τὴν ἐλευθερίαν — 连接词组 `οἱ δʼ`(“另一些人则”)之后,省略了前文出现的表示“获得自由”或“承承恩惠”的动词。在目的从句 `ἵνα ... φέρωσι`(“为了把……送去”)内部,嵌套了分词短语 `λαμβάνοντες...` 和带希求法(表示过去的一般情况或疏远的假设)的条件从句 `εἴ τις ... γίγνοιτο`,从而构成了极其复杂的嵌套结构。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.24.1-4.24.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.24.1-4.24.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。