§4.2.1φέρεται δέ τις ἐν ταῖς ἐπιχωρίοις ἀναγραφαῖς καὶ ἕτερος ὑπὲρ τῆς γενέσεως αὐτοῦ λόγος ἐπὶ τὸ μυθῶδες ἐξαίρων τὰ περὶ αὐτόν, ὃν ἐν πολλαῖς Ῥωμαϊκαῖς ἱστορίαις εὕρομεν, εἰ θεοῖς τε καὶ δαίμοσι λέγεσθαι φίλος τοιοῦτος·
また、地方の記録の中には彼の誕生に関して、彼をめぐる事柄を神話的なものへと高める別の話も伝えられており、もし神々やダイモーンたちにとってそのような話が語られるのが快いものであるなら、我々が多くのローマの歴史書の中に見出したものは次のようなものである。
αἵτινες ἀπὸ τῆς ἑστίας τῶν βασιλείων, ἐφʼ ἧς ἄλλας τε Ῥωμαῖοι συντελοῦσιν ἱερουργίας καὶ τὰς ἀπὸ τῶν δείπνων ἀπαρχὰς ἁγίζουσιν, ὑπὲρ τοῦ πυρὸς ἀνασχεῖν λέγουσιν αἰδοῖον ἀνδρός.
それらの歴史書は、王宮の炉(その上ではローマ人たちが他の様々な儀式を執り行い、また食事からの初物を聖別するのだが)から、火の上に男の陰部がそそり立ったと語っている。
τοῦτο δὲ θεάσασθαι τὴν Ὀκρισίαν πρώτην φέρουσαν τοὺς εἰωθότας πελάνους ἐπὶ τὸ πῦρ καὶ αὐτίκα πρὸς τοὺς βασιλεῖς ἐλθοῦσαν εἰπεῖν.
そして、慣例の供物を火へと運んでいたオクシリアが最初にこれを目撃し、すぐに王たちのところへ行って告げたという。
§4.2.2τὸν μὲν οὖν Ταρκύνιον ἀκούσαντά τε καὶ μετὰ ταῦτʼ ἰδόντα τὸ τέρας ἐν θαύματι γενέσθαι, τὴν δὲ Τανακυλίδα τά τʼ ἄλλα σοφὴν οὖσαν καὶ δὴ καὶ τὰ μαντικὰ οὐδενὸς χεῖρον Τυρρηνῶν ἐπισταμένην εἰπεῖν πρὸς αὐτόν, ὅτι γένος ἀπὸ τῆς ἑστίας τῆς βασιλείου πέπρωται γενέσθαι κρεῖττον ἢ κατὰ τὴν ἀνθρωπείαν φύσιν ἐκ τῆς μιχθείσης τῷ φάσματι γυναικός.
さて、タルクィニウスはこれを聞き、またその後でその前兆を見て驚愕したが、一方、タナクイルは、他の点でも賢く、とりわけ占いについてはエトルリア人の誰よりも劣らず心得ていたのであるが、彼に対して、王宮の炉に由来する、人間の本性を超えた優れた子孫が、その幻影と交わった女から生まれる運命にある、と言った。
τὰ δʼ αὐτὰ καὶ τῶν ἄλλων τερατοσκόπων ἀποφηναμένων δόξαι τῷ βασιλεῖ τὴν Ὀκρισίαν, ᾗ πρώτῃ ἐφάνη τὸ τέρας, εἰς ὁμιλίαν αὐτῷ συνελθεῖν·
他の前兆解釈者たちも同じことを言ったので、王は、その前兆が最初に現れたオクシリアが、それと交わりを持たねばならないと決めた。
καὶ μετὰ τοῦτο τὴν γυναῖκα κοσμησαμένην, οἷς ἔθος ἐστὶ κοσμεῖσθαι τὰς γαμουμένας, κατακλεισθῆναι μόνην εἰς τὸν οἶκον, ἐν ᾧ τὸ τέρας ὤφθη.
そしてこの後、その女は花嫁たちが身を飾る習慣のあるもので装い、その前兆が見られた部屋に一人で閉じ込められたという。
§4.2.3μιχθέντος δή τινος αὐτῇ θεῶν ἢ δαιμόνων καὶ μετὰ τὴν μίξιν ἀφανισθέντος εἴθʼ Ἡφαίστου καθάπερ οἴονταί τινες εἴτε τοῦ κατʼ οἰκίαν ἥρωος, ἐγκύμονα γενέσθαι καὶ τεκεῖν τὸν Τύλλιον ἐν τοῖς καθήκουσι χρόνοις.
神々またはダイモーンのうちのある者(一部の人々が考えるようにヘパイストスであったか、あるいはその家の守護英雄であったかはともかく)が彼女と交わり、その交わりの後に消え去ったことで、彼女は身籠り、満ちるべき時にテュッリウスを産んだ。
τοῦτο τὸ μύθευμα οὐ πάνυ τι πιστὸν εἶναι δοκοῦν ἑτέρα τις ἐπιφάνεια θεία γενομένη περὶ τὸν ἄνδρα θαυμαστὴ §4.2.4καὶ παράδοξος ἧττον ἀπιστεῖσθαι ποιεῖ.
この作り話は、あまり信じられないもののように思われるが、その男の身に起こった別の驚くべき、かつ常識外れな神の現れが、それを信じがたくないものにしている。
καθημένου γάρ ποτʼ αὐτοῦ μεσούσης μάλισθʼ ἡμέρας ἐν τῇ παστάδι τῶν βασιλείων καὶ κατενεχθέντος ἐφʼ ὕπνον, πῦρ ἀπέλαμψεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, ἥ τε μήτηρ αὐτοῦ καὶ ἡ τοῦ βασιλέως γυνὴ πορευόμεναι διὰ τῆς παστάδος ἐθεάσαντο καὶ πάντες ὅσοι σὺν ταῖς γυναιξὶν ἐτύγχανον τότε παρόντες, καὶ μέχρι τούτου διέμενεν ἡ φλὸξ ὅλην αὐτοῦ καταλάμπουσα τὴν κεφαλήν, ἕως ἡ μήτηρ προσδραμοῦσα διανέστησεν αὐτὸν καὶ ἡ φλὸξ ἅμα τῷ ὕπνῳ διασκεδασθεῖσα ἠφανίσθη.
というのも、あるとき彼がほぼ真昼に王宮の柱廊に座って眠りに落ちたとき、彼の頭の上に火が輝き出でたからである。 彼の母親と王の妻がその柱廊を通りがかりにこれを目撃し、またそのとき彼女らとともにその場に居合わせていたすべての人々も目撃した。 そして火炎は、母親が駆け寄って彼を起こすまで、彼の頭全体を照らしながら留まり続け、火炎は彼の眠りとともに散らされて消え去った。
τὰ μὲν δὴ περὶ τοῦ γένους αὐτοῦ λεγόμενα τοιαῦτʼ ἐστίν.
さて、彼の出自に関して語られている事柄は、このようなものである。