Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.2.1-4.2.4

塞尔维乌斯的奇迹出身与头上火光的异兆

第 246 段,共 962 段 · 希腊语

内容简介

叙述了关于塞尔维乌斯超自然出身的神话,即皇宫炉灶中现出男子生殖器的幻影并与奥克里西亚结合,以及他幼年时在睡梦中头部发出火光的奇迹。

§4.2.1φέρεται δέ τις ἐν ταῖς ἐπιχωρίοις ἀναγραφαῖς καὶ ἕτερος ὑπὲρ τῆς γενέσεως αὐτοῦ λόγος ἐπὶ τὸ μυθῶδες ἐξαίρων τὰ περὶ αὐτόν, ὃν ἐν πολλαῖς Ῥωμαϊκαῖς ἱστορίαις εὕρομεν, εἰ θεοῖς τε καὶ δαίμοσι λέγεσθαι φίλος τοιοῦτος· αἵτινες ἀπὸ τῆς ἑστίας τῶν βασιλείων, ἐφʼ ἧς ἄλλας τε Ῥωμαῖοι συντελοῦσιν ἱερουργίας καὶ τὰς ἀπὸ τῶν δείπνων ἀπαρχὰς ἁγίζουσιν, ὑπὲρ τοῦ πυρὸς ἀνασχεῖν λέγουσιν αἰδοῖον ἀνδρός.
在地方记录中,还流传着另一个关于他出生的传说,将关于他的事情提升到了神话的程度。 如果我们能蒙神明和神灵恩准诉说此类事情的话,那么我们在许多罗马的历史书中都发现了这个故事:这些历史书声称,从皇宫的炉灶(罗马人在此炉灶上举行其他祭祀仪式,并圣化膳食的初熟之物)中,火之上赫然出现了一个男子的生殖器。
τοῦτο δὲ θεάσασθαι τὴν Ὀκρισίαν πρώτην φέρουσαν τοὺς εἰωθότας πελάνους ἐπὶ τὸ πῦρ καὶ αὐτίκα πρὸς τοὺς βασιλεῖς ἐλθοῦσαν εἰπεῖν.
据说,正向火中送去惯常祭饼的奥克里西亚最先目睹了这一幕,并立即前去告诉了国王和王后。
§4.2.2τὸν μὲν οὖν Ταρκύνιον ἀκούσαντά τε καὶ μετὰ ταῦτʼ ἰδόντα τὸ τέρας ἐν θαύματι γενέσθαι, τὴν δὲ Τανακυλίδα τά τʼ ἄλλα σοφὴν οὖσαν καὶ δὴ καὶ τὰ μαντικὰ οὐδενὸς χεῖρον Τυρρηνῶν ἐπισταμένην εἰπεῖν πρὸς αὐτόν, ὅτι γένος ἀπὸ τῆς ἑστίας τῆς βασιλείου πέπρωται γενέσθαι κρεῖττον ἢ κατὰ τὴν ἀνθρωπείαν φύσιν ἐκ τῆς μιχθείσης τῷ φάσματι γυναικός.
于是,塔尔昆乌斯在听闻并随后亲眼目睹这一异兆后,大为惊异;而塔纳奎尔在其他方面都很聪明,尤其对占卜之术的了解不亚于任何伊特鲁里亚人,她对他说,一个源自皇宫炉灶、超越人类本常的尊贵后代,注定要由那个与幻影交合的妇人所生。
τὰ δʼ αὐτὰ καὶ τῶν ἄλλων τερατοσκόπων ἀποφηναμένων δόξαι τῷ βασιλεῖ τὴν Ὀκρισίαν, ᾗ πρώτῃ ἐφάνη τὸ τέρας, εἰς ὁμιλίαν αὐτῷ συνελθεῖν·
当其他的占兆师也做出同样的声明时,国王便决定,让最先看到这一异兆的奥克里西亚与该幻影结合。
καὶ μετὰ τοῦτο τὴν γυναῖκα κοσμησαμένην, οἷς ἔθος ἐστὶ κοσμεῖσθαι τὰς γαμουμένας, κατακλεισθῆναι μόνην εἰς τὸν οἶκον, ἐν ᾧ τὸ τέρας ὤφθη.
此后,这名女子用新娘惯常装扮的饰物装扮好自己,被独自关进出现异兆的那个房间里。
§4.2.3μιχθέντος δή τινος αὐτῇ θεῶν ἢ δαιμόνων καὶ μετὰ τὴν μίξιν ἀφανισθέντος εἴθʼ Ἡφαίστου καθάπερ οἴονταί τινες εἴτε τοῦ κατʼ οἰκίαν ἥρωος, ἐγκύμονα γενέσθαι καὶ τεκεῖν τὸν Τύλλιον ἐν τοῖς καθήκουσι χρόνοις.
在某位神明或神灵(无论是像某些人所认为的赫菲斯托斯,还是守护家宅的英雄)与她结合并在结合后消失之后,她便怀了孕,并在足月时生下了图利乌斯。
τοῦτο τὸ μύθευμα οὐ πάνυ τι πιστὸν εἶναι δοκοῦν ἑτέρα τις ἐπιφάνεια θεία γενομένη περὶ τὸν ἄνδρα θαυμαστὴ §4.2.4καὶ παράδοξος ἧττον ἀπιστεῖσθαι ποιεῖ.
这个神话虽然看起来不太令人信服,但发生在该人身上的另一个神圣显现,既奇妙又超乎常理,使得这个故事变得不那么令人怀疑。
καθημένου γάρ ποτʼ αὐτοῦ μεσούσης μάλισθʼ ἡμέρας ἐν τῇ παστάδι τῶν βασιλείων καὶ κατενεχθέντος ἐφʼ ὕπνον, πῦρ ἀπέλαμψεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, ἥ τε μήτηρ αὐτοῦ καὶ ἡ τοῦ βασιλέως γυνὴ πορευόμεναι διὰ τῆς παστάδος ἐθεάσαντο καὶ πάντες ὅσοι σὺν ταῖς γυναιξὶν ἐτύγχανον τότε παρόντες, καὶ μέχρι τούτου διέμενεν ἡ φλὸξ ὅλην αὐτοῦ καταλάμπουσα τὴν κεφαλήν, ἕως ἡ μήτηρ προσδραμοῦσα διανέστησεν αὐτὸν καὶ ἡ φλὸξ ἅμα τῷ ὕπνῳ διασκεδασθεῖσα ἠφανίσθη.
因为有一次,大约在中午时分,他正坐在皇宫的柱廊里,渐渐入睡,他的头上突然闪耀出火光;他的母亲和国王的妻子在穿过柱廊时都看到了,当时与这些妇女在一起的所有人也都看到了;这火焰一直照亮着他的整个头部,直到他的母亲跑过去唤醒他,火焰才随着他的睡意消散而消失。
τὰ μὲν δὴ περὶ τοῦ γένους αὐτοῦ λεγόμενα τοιαῦτʼ ἐστίν.
关于他出身的传说就是这样的。

词汇与语法注释

  1. p.v.2p.3εἰ θεοῖς τε καὶ δαίμοσι λέγεσθαι φίλος τοιοῦτος — 在叙述神圣或超自然事迹(此处为神话式的出生传说)前加入的谦虚宗教用语,属于一种套话,意为“如果向神明和神灵诉说此事是令人愉悦的(得到允许的)”。不定词 `λέγεσθαι` 说明 `φίλος`,具有限定形容词的功能(说明性不定词)。
  2. p.v.2p.3αἵτινες — 关系代词 `ὅστις` 的阴性复数形式。先行词为紧接其前的 `Ῥωμαϊκαῖς ἱστορίαις`(罗马历史书)。这里将“历史书本身(复数)”拟人化,作为动词 `λέγουσιν`(它们声称)的主语。
  3. 636τοῦτο δὲ θεάσασθαι τὴν Ὀκρισίαν πρώτην — 间接引语中的对格与不定词结构,隶属于 `λέγουσιν`(或 `φέρεται... λόγος`)。`τὴν Ὀκρισίαν` 是不定词 `θεάσασθαι` 和 `εἰπεῖν` 的逻辑主语。形容词 `πρώτην` 用作表语,意为“奥克里西亚最先目睹了此事”。
  4. 636δόξαι τῷ βασιλεῖ — 非人称动词 `δοκεῖ`(意为“对……而言似乎是好的/决定……”)的过去时不定词,承接上文叙述的间接引语。做决定的人由与格 `τῷ βασιλεῖ` 表示,而决定的内容则由随后的对格与不定词从句 `τὴν Ὀκρισίαν... συνελθεῖν`(奥克里西亚与之交合)来表达。
  5. p.v.2p.4δοκοῦν — 动词 `δοκέω` 的现在分词中性单数形式(主格或对格),与前文的名词 `τοῦτο τὸ μύθευμα`(这个神话)相一致。此处作让步性分词使用(意为“虽然看起来……”),亦可被视作对格绝对句。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.2.1-4.2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.2.1-4.2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。