Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §4.1.1-4.1.3

セルウィウス・テュッリウスの王権継承とその出自

245 / 962 箇所 · ギリシア語

要旨

タルクィニウス王の死後、テュッリウスが後継者となり、著者はその出自と事績を語り始める。捕虜となった高貴な女性オクシリアから、のちに奴隷の身分を示す名を与えられるセルウィウスが誕生する経緯が示される。

§4.1.1βασιλεὺς μὲν δὴ Ταρκύνιος οὐ μικρῶν οὐδʼ ὀλίγων Ῥωμαίοις ἀγαθῶν αἴτιος γενόμενος, ὀκτὼ καὶ τριάκοντα ἔτη τὴν ἀρχὴν κατασχὼν οὕτω τελευτᾷ υἱωνούς τε δύο καταλιπὼν νηπίσυς καὶ δύο θυγατέρας ἀνδράσιν ἤδη συνοικούσας.
タルクィニウス王は、ローマ人たちに小さからぬ、また少なからぬ益をもたらした後に、38年間支配を保持してこのように世を去り、二人の幼い孫息子と、すでに夫たちと同居している二人の娘を残した。
διάδοχος δὲ τῆς ἡγεμονίας ὁ γαμβρὸς αὐτοῦ γίνεται Τύλλιος ἐνιαυτῷ τετάρτῳ τῆς πεντηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Ἐπιτελίδης Λάκων ἄρχοντος Ἀθήνησιν Ἀρχεστρατίδου·
そして王権の継承者は彼の婿であるテュッリウスとなり、それは第50回オリンピア期の第4年、ラコニア人エピテリデースがスタディオンで優勝し、アテナイでアルケストラティデースがアルコンであった年であった。
περὶ οὗ καιρὸς ἤδη λέγειν, ἃ κατʼ ἀρχὰς παρελίπομεν, ἐξ ὧν τε γονέων ἔφυ καὶ τίνας ἀπεδείξατο πράξεις ἰδιώτης ὢν ἔτι καὶ πρὶν ἐπὶ τὴν δυναστείαν παρελθεῖν.
彼については、彼がどのような両親から生まれ、まだ一私人であったとき、そして支配権を得る前にどのような事績を示したかという、我々が初めの方で省略した事柄を語るべき好機がすでに至っている。
§4.1.2τὰ μὲν οὖν περὶ τοῦ γένους αὐτοῦ λεγόμενα, οἷς μάλιστʼ ἔγωγε συγκατατίθεμαι, τοιαῦτʼ ἐστίν.
彼の出自について語られている事柄で、私が最も同意するものは次のとおりである。
ἐν Κορνικόλῳ πόλει τοῦ Λατίνων ἔθνους ἀνήρ τις ἐκ τοῦ βασιλείου γένους Τύλλιος ὄνομα γυναικὶ συνῆν Ὀκρισίᾳ καλλίστῃ τε καὶ σωφρονεστάτῃ τῶν ἐν Κορνικόλῳ γυναικῶν.
ラティウム人の民族の都市コルニクルムにおいて、王家の血筋を引くテュッリウスという名の男が、コルニクルムの女たちの中で最も美しく、また最も貞淑なオクシリアという女性と結婚していた。
αὐτὸς μὲν οὖν ὁ Τύλλιος, ὅθʼ ἡ πόλις ὑπὸ Ῥωμαίων κατελαμβάνετο, μαχόμενος ἀποθνήσκει, τὴν δʼ Ὀκρισίαν ἐγκύμονα οὖσαν ἐξαίρετον ἐκ τῶν λαφύρων λαμβάνει Ταρκύνιος ὁ βασιλεὺς καὶ δίδωσι δωρεὰν τῇ ἑαυτοῦ γυναικί.
さて、テュッリウス自身は、その都市がローマ人によって占領されたときに戦死したが、妊娠していたオクシリアを、タルクィニウス王は戦利品の中から特別な分け前として受け取り、自分の妻に贈り物として与えた。
μαθοῦσα δʼ ἐκείνη πάντα τὰ περὶ τὴν ἄνθρωπον οὐ πολλοῖς χρόνοις ὕστερον ἐλευθέραν αὐτὴν ἀφίησι καὶ πασῶν μάλιστα γυναικῶν ἀσπαζομένη τε καὶ τιμῶσα διετέλεσεν.
その妻は彼女に関するすべてを知ると、それから間もなく彼女を解放して自由の身とし、すべての女たちの中で最も深く彼女を愛し、重んじ続けた。
§4.1.3ἐκ ταύτης γίνεται τῆς Ὀκρισίας ἔτι δουλευούσης παιδίον, ᾧ τίθεται τραφέντι ἡ μήτηρ τὸ μὲν ἴδιόν τε καὶ συγγενικὸν ὄνομα Τύλλιον ἐπὶ τοῦ πατρός, τὸ δὲ κοινὸν καὶ προσηγορικὸν Σερούιον ἐπὶ τῆς ἰδίας τύχης, ὅτι δουλεύουσα ἔτεκεν αὐτόν.
まだ奴隷の身であったこのオクシリアから男の子が生まれ、その子が育つと、母親は父親にちなんで個人名かつ一族の名としてテュッリウスを、また彼女自身の境遇にちなんで一般名としてセルウィウスを与えた。 彼女が奴隷の身で彼を産んだからである。
εἴη δʼ ἂν ὁ Σερούιος εἰς τὴν Ἑλληνικὴν διάλεκτον μεταβιβαζόμενος Δούλιος.
セルウィウスは、ギリシアの言葉に置き換えるならドゥーリオスとなるであろう。

語釈・文法注

  1. p.v.2p.2περὶ οὗ καιρὸς ἤδη λέγειν, ἃ κατʼ ἀρχὰς παρελίπομεν, ἐξ ὧν τε γονέων ἔφυ — 非人称的名詞 `καιρός` + 不定詞(`λέγειν`)の構文。`περὶ οὗ`(彼について)は `λέγειν` にかかり、さらに `λέγειν` の目的語として関係代名詞節 `ἃ κατʼ ἀρχὰς παρελίπομεν`(我々が最初の方で省略した事柄)および間接疑問節 `ἐξ ὧν... ἔφυ`(いかなる両親から生まれたか)が並列で続いている。
  2. 4.1.2ἀσπαζομένη τε καὶ τιμῶσα διετέλεσεν — 動詞 `διατελέω`(〜し続ける)が現在分詞(`ἀσπαζομένη`, `τιμῶσα`)を伴って継続の補助的意味を表す慣用的な表現。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §4.1.1-4.1.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.1.1-4.1.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。