Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §4.16.1-4.16.5

市民の階層区分と上位三階層の武具および編成

260 / 962 箇所 · ギリシア語

要旨

セルウィウス・トゥッリウスは、財産自己申告の結果に基づいてローマ市民を複数の階層に再編し、第一から第三までの階層の装備と軍事上の配置を規定しました。

§4.16.1τιμησαμένων δὲ πάντων ἀναλαβὼν τὰ γραμματεῖα καὶ διαγνοὺς τό τε πλῆθος αὐτῶν καὶ τὰ μεγέθη τῶν βίων σοφώτατον ἁπάντων πολιτευμάτων εἰσηγήσατο καὶ μεγίστων Ῥωμαίος ἀγαθῶν αἴτιον, ὡς τὰ ἔργα ἐδήλωσε.
全員が申告を終えると、彼はその記録を受け取り、彼らの数と財産の規模を把握した上で、あらゆる国制制度の中で最も賢明であり、後に事実が証明したように、ローマ人にとって最大の恩恵をもたらすことになった制度を導入しました。
§4.16.2τὸ δὲ πολίτευμα τοιόνδε ἦν·
その制度は次のようなものでした。
μίαν ἀφεῖλεν ἐξ ἁπάντων μοῖραν, ἧς τὸ μέγιστον ἦν τίμημα τῆς οὐσίας οὐκ ἔλαττον ἑκατὸν μνῶν.
すなわち、彼は全体から一つの層を切り分けましたが、これは最高額の評価を受ける層であり、その財産評価額は百ミナを下回らないものでした。
τούτους δὲ συντάξας εἰς ὀγδοήκοντα λόχους ὅπλα φέρειν ἐπέταξεν ἀσπίδας Ἀργολικὰς καὶ δόρατα καὶ κράνη χάλκεα καὶ θώρακας καὶ κνημῖδας καὶ ξίφη.
そして、この者たちを八十の部隊に編成し、アルゴス式の盾、槍、青銅の兜、胸甲、脛当て、そして剣を武具として携行するよう命じました。
διελὼν δʼ αὐτοὺς διχῇ, τετταράκοντα μὲν ἐποίησε νεωτέρων λόχους, οἷς τὰς ὑπαιθρίους ἀπέδωκε στρατείας, τετταράκοντα δὲ πρεσβυτέρων, οὓς ἔδει τῆς νεότητος εἰς πόλεμον ἐξιούσης ὑπομένοντας ἐν τῇ πόλει τὰ ἐντὸς τείχους φυλάττειν.
彼は彼らを二分し、四十を若年者の部隊とし、彼らには野戦の任務を割り当て、四十を年長者の部隊とし、彼らは若者たちが戦争に出征している間、市内に留まって城壁の内側を守備することとしました。
§4.16.3αὕτη πρώτη σύνταξις ἦν·
これが第一の階層でした。
χώραν δὲ κατεῖχεν ἐν τοῖς πολέμοις τὴν προαγωνιζομένην τῆς φάλαγγος ὅλης. ἔπειτʼ ἐκ τῶν ὑπολειπομένων ἑτέραν ἀφῄρει μοῖραν, οἷς ἦν ἐντὸς μὲν μυρίων δραχμῶν, οὐ μεῖον δὲ πέντε καὶ ἑβδομήκοντα μνῶν τὸ τίμημα.
そして、戦闘においてはファランクス全体の最前線で戦う位置を占めていました。次に、彼は残りの人々からもう一つの階層を切り分けましたが、その財産評価額は一万ドラクマ未満で、七十五ミナを下回らないものでした。
συντάξας δὲ τούτους εἰς εἴκοσι λόχους τὰ μὲν ἄλλα φορεῖν ὅπλα προσέταξεν, ὅσα τοὺς προτέρους, τοὺς δὲ θώρακας αὐτῶν ἀφεῖλε, καὶ ἀντὶ τῶν ἀσπίδων ἀνέδωκε θυρεούς.
そして、彼らを二十の部隊に編成し、最初の者たちと同じだけの他の武具を携行することを命じましたが、彼らの胸甲を除き、丸盾の代わりに長楕円形の盾を配給しました。
διελὼν δὲ καὶ τούτων τοὺς ὑπὲρ τετταράκοντα καὶ πέντε ἔτη γεγονότας ἀπὸ τῶν ἐχόντων τὴν στρατεύσιμον ἡλικίαν, δέκα μὲν ἐποίησε λόχους νεωτέρων, οὓς ἔδει προπολεμεῖν τῆς πόλεως, δέκα δὲ πρεσβυτέρων, οἷς ἀπέδωκε τειχοφυλακεῖν.
そして彼らのうちでも四十五歳を超えた者を、軍役の年齢に達している者から分け、十を若年者の部隊として彼らは国家のために前線で戦うこととし、十を年長者の部隊として彼らには城壁の警備を割り当てました。
αὕτη δευτέρα σύνταξις ἦν, ἐκοσμεῖτο δʼ §4.16.4ἐν τοῖς ἀγῶσι μετὰ τοὺς προμάχους.
これが第二の階層であり、戦闘においては最前線の守備に立つ者たちの背後に配置されました。
τὴν δὲ τρίτην ἐποίει σύνταξιν ἐκ τῶν ὑπολειπομένων, ὅσοι τίμησιν εἶχον ἐλάττονα μὲν τῶν ἑπτακισχιλίων καὶ πεντακοσίων δραχμῶν, οὐ μείονα δὲ μνῶν πεντήκοντα.
また、残りの人々の中で、評価額が七千五百ドラクマ未満で、五十ミナを下回らない者たちから、彼は第三の階層を作りました。
τούτων δʼ ἐμείωσε τὸν ὁπλισμὸν οὐ μόνον τοῖς θώραξιν, §4.16.5ὥσπερ τῶν δευτέρων, ἀλλὰ καὶ ταῖς περικνημῖσι.
そして、彼らの武具を、胸甲だけでなく、第二の階層と同じように除いただけでなく、脛当ても除いて減少させました。
συνέταξε δὲ καὶ τούτους εἰς εἴκοσι λόχους καὶ διεῖλε τὸν αὐτὸν τρόπον τοῖς προτέροις καθʼ ἡλικίας, δέκα λόχους ἀποδοὺς τοῖς νεωτέροις καὶ δέκα τοῖς πρεσβυτέροις.
彼はこの者たちをも二十の部隊に編成し、先の者たちと同様に年齢によって二分し、十の部隊を若年者に、十を年長者に割り当てました。
χώρα δὲ καὶ στάσις ἦν τούτων τῶν λόχων ἐν ταῖς μάχαις ἡ μετὰ τοὺς ἐφεστῶτας τοῖς προμάχοις.
そして、戦闘におけるこれら部隊の位置と配置は、最前線に立つ者の背後に控える部隊の、さらに後方でした。

語釈・文法注

  1. 4.16.1τιμησαμένων δὲ πάντων — 独立属格構文。主節の主語(セルウィウス・トゥッリウス、暗黙の三人称単数)と異なる「全員」が自己申告(財産評価)を終えたという背景的状況を示す。
  2. 4.16.2οὓς ἔδει τῆς νεότητος εἰς πόλεμον ἐξιούσης ὑπομένοντας ἐν τῇ πόλει τὰ ἐντὸς τείχους φυλάττειν — 非人称動詞 `ἔδει`(〜せねばならなかった)に支配される対格不定詞構文。意味上の主語である対格 `οὓς`(関係代名詞)に、分詞 `ὑπομένοντας`(留まりつつ)が一致している。さらに、その内部に「若年者が戦争に出征するとき」を表す独立属格 `τῆς νεότητος... ἐξιούνσης` が挿入された入れ子構造である。
  3. 4.16.5ἡ μετὰ τοὺς ἐφεστῶτας τοῖς προμάχοις — 定冠詞 `ἡ`(主格・女性・単数)は直前の `χώρα δὲ καὶ στάσις`(位置と配置)に係り、後続の `μετά`(〜の背後)に導かれる前置詞句を名詞化している。`τοὺς ἐφεστῶτας`(配置された者たち)は完了分詞であり、`ἐφίστημι` の与格支配により `τοῖς προμάχοις` を補語として取る(「最前線の者たちの背後に配置された人々」)。全体で「最前線に立つ者の後ろに配置された人々の、さらに後ろ(の位置)」を意味する。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §4.16.1-4.16.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.16.1-4.16.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。