Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §4.15.1-4.15.6

地方区画パギの設置とパガナリア祭および人口登録

259 / 962 箇所 · ギリシア語

要旨

トゥッリウス王による地方の区画(パギ)の設置と、農村人口把握のためのパガナリア祭の創設、さらに都市・地方の人口・財産を管理するための各種登録制度(センサス)の整備について論じている。

§4.15.1διεῖλε δὲ καὶ τὴν χώραν ἅπασαν, ὡς μὲν Φάβιός φησιν, εἰς μοίρας ἕξ τε καὶ εἴκοσιν, ἃς καὶ αὐτὰς καλεῖ φυλὰς καὶ τὰς ἀστικὰς προστιθεὶς αὐταῖς τέτταρας·
また、彼は全国土をも、ファビウスが言うには、二十六の区画に分割し、それら自体をも部族と呼び、都市の四つの部族をそれらに加えました。
ὡς δὲ Οὐεννώνιος ἱστόρηκεν, εἰς μίαν τε καὶ τριάκοντα, ὥστε σὺν ταῖς κατὰ πόλιν οὔσαις ἐκπεπληρῶσθαι τὰς ἔτι καὶ εἰς ἡμᾶς ὑπαρχούσας τριάκοντα καὶ πέντε φυλάς·
ウェンノニオスが記録するところによれば、三十一の区画に分割し、その結果、都市にある部族と合わせて、私たちの時代にまでなお存在する三十五の部族が満たされるようになったとのことです。
Κάτων μέντοι τούτων ἀμφοτέρων ἀξιοπιστότερος ὢν τριάκοντα φυλὰς ἐπὶ Τυλλίου τὰς πάσας γενέσθαι λέγει καὶ οὐ χωρίζει τῶν μοιρῶν τὸν ἀριθμόν.
しかしながら、これら両者よりも信頼に値するカトは、トゥッリウスの時代に全部で三十の部族ができたと言っており、区画の数を区別していません。
§4.15.2διελὼν δʼ οὖν ὁ Τύλλιος εἰς ὁπόσας δήποτε μοίρας τὴν γῆν κατὰ τοὺς ὀρεινοὺς καὶ πολὺ τὸ ἀσφαλὲς τοῖς γεωργοῖς παρέχειν δυνησομένοῦς ὄχθους κρησφύγετα κατεσκεύασεν, Ἑλληνικοῖς ὀνόμασιν αὐτὰ καλῶν Πάγους, ἔνθα συνέφευγον ἐκ τῶν ἀγρῶν ἅπαντες, ὁπότε γένοιτο πολεμίων ἔφοδος, καὶ τὰ πολλὰ
ともあれ、トゥッリウスは、土地をいくつの区画にせよ分割し、山がちで農夫たちに多くの安全を提供することのできる丘に沿って避難所を建設し、それらをギリシア語に由来する名前でパギと呼びました。
§4.15.3διενυκτέρευον ἐνταῦθα.
そこに、敵の襲撃があるときには、農地から全員が逃げ込み、そして大部分の時間をそこで夜を過ごして過ごしました。
ἄρχοντες δὲ καὶ τούτων ἦσαν, οἷς ἐπιμελὲς ἐγίνετο τά τʼ ὀνόματα τῶν γεωργῶν εἰδέναι τῶν συντελούντων εἰς τὸν αὐτὸν πάγον, καὶ τὰς κτήσεις, ἐν αἷς ὁ βίος αὐτῶν ἦν·
そして、これら(パギ)にも指導者たちがおり、彼らにとって、同じパグスに属して共同で義務を負う農夫たちの名前と、彼らの生計の基盤である資産を把握することが任務となっていました。
καὶ ὁπότε χρεία γένοιτο ἐπὶ τὰ ὅπλα τοὺς χωρίτας καλεῖν ἢ χρημάτων εἰσφορὰς κατʼ ἄνδρα ἐκλέγειν, οὗτοι τά τε σώματα συνῆγον καὶ τὰ χρήματα εἰσέπραττον.
そして、地方の住民を武器に召集したり、一人当たりの金銭の徴収を行ったりする必要があるときは、彼らが人員を集め、金銭を徴収しました。
ἵνα δὲ καὶ τούτων ἡ πληθὺς μὴ δυσεύρετος, ἀλλʼ εὐλόγιστος ᾖ καὶ φανερά, βωμοὺς ἐκέλευσεν αὐτοῖς ἱδρύσασθαι θεῶν ἐπισκόπων τε καὶ φυλάκων τοῦ πάγου, οὓς ἔταξε θυσίαις κοιναῖς γεραίρειν καθʼ ἕκαστον ἐνιαυτὸν ἅμα συνερχομένους, ἑορτήν τινα καὶ ταύτην ἐν τοῖς πάνυ τιμίαν καταστησάμενος, τὰ καλούμενα Παγανάλια·
これらの人口もまた、把握しにくいものではなく、容易に算出できて明らかであるようにするために、彼は彼らに、パグスの見守り手であり守護者である神々の祭壇を築くよう命じました。 そして毎年、共に集まって共同の犠牲式によってこれらの神々を崇めるように規定し、これもまたきわめて重んじられる祝祭として確立し、それはパガナリアと呼ばれるものでした。
καὶ νόμους ὑπὲρ τῶν ἱερῶν τούτων, οὓς ἔτι διὰ φυλακῆς ἔχουσι Ῥωμαῖοι, συνέγραψεν.
そして、これらの祭儀に関する法を書き残し、ローマ人はそれを今でも守り続けています。
§4.15.4εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν σύνοδον ἅπαντας ἐκέλευσε τοὺς ὁμοπάγους κατὰ κεφαλὴν ὡρισμένον νόμισμά τι συνεισφέρειν, ἕτερον μέν τι τοὺς ἄνδρας, ἕτερον δέ τι τὰς γυναῖκας, ἄλλο δέ τι τοὺς ἀνήβους.
この犠牲式と集会のために、彼は同じパグスに属するすべての人に対し、一人当たり定められた一定の貨幣を寄付することを命じました。 男たちはある額を、女たちはまた別の額を、未成年者たちはさらに別の額を寄付しました。
ἐξ οὗ συναριθμηθέντος ὑπὸ τῶν ἐφεστηκότων τοῖς ἱεροῖς φανερὸς ὁ τῶν ἀνθρώπων ἀριθμὸς ἐγίνετο κατὰ γένη τε καὶ καθʼ ἡλίκίας.
祭儀を管理する者たちによってそれが集計されることで、性別や年齢層に応じた人々の数が明らかになりました。
§4.15.5ὡς δὲ Πείσων Λεύκιος ἐν τῇ πρώτῃ τῶν ἐνιαυσίων ἀναγραφῶν ἱστορεῖ, βουλόμενος καὶ τῶν ἐν ἄστει διατριβόντων τὸ πλῆθος εἰδέναι, τῶν τε γεννωμένων καὶ τῶν ἀπογινομένων καὶ τῶν εἰς ἄνδρας ἐγγραφομένων, ἔταξεν ὅσον ἔδει νόμισμα καταφέρειν ὑπὲρ ἑκάστου τοὺς προσήκοντας, εἰς μὲν τὸν τῆς Εἰλειθυίας θησαυρόν, ἣν Ῥωμαῖοι καλοῦσιν Ἥραν φωσφόρον, ὑπὲρ τῶν γεννωμένων· εἰς δὲ τὸν τῆς Ἀφροδίτης τῆς ἐν ἄλσει καθιδρυμένης, ἣν προσαγορεύουσι Λιβιτίνην, ὑπὲρ τῶν ἀπογινομένων· εἰς δὲ τὸν τῆς Νεότητος, ὑπὲρ τῶν εἰς ἄνδρας ἀρχομένων συντελεῖν·
ルキウス・ピソが『年代記』第一巻で伝えているように、彼は都市に暮らす人々の数をも、すなわち、生まれる者、死ぬ者、および大人の男として登録される者の数を知りたいと望み、親族が各人についていくらの貨幣を納めるべきかを定めました。 生まれる者については、ローマ人が光をもたらすヘラと呼ぶエイレイテュイアの神殿の金庫に、死ぬ者については、聖林に祀られ、彼らがリビティナと呼ぶアフロディテの神殿の金庫に、そして大人の男に登録され始める者については、ネオテスの神殿の金庫に納めさせました。
ἐξ ὧν ἤμελλε διαγνώσεσθαι καθʼ ἕκαστον ἐνιαυτόν, ὅσοι τε οἱ σύμπαντες ἦσαν καὶ τίνες ἐξ αὐτῶν τὴν στρατεύσιμον ἡλικίαν εἶχον.
これらによって、毎年、全体の数がいくらであるか、また彼らのうち誰が軍役に適した年齢に達しているかが判別されることになりました。
§4.15.6ταῦτα καταστησάμενος ἐκέλευσεν ἅπαντας Ῥωμαίους ἀπογράφεσθαί τε καὶ τιμᾶσθαι τὰς οὐσίας πρὸς ἀργύριον ὀμόσαντας τὸν νόμιμον ὅρκον, ἦ μὲν τἀληθῆ καὶ ἀπὸ παντὸς τοῦ βελτίστου τετιμῆσθαι, πατέρων τε ὧν εἰσι γράφοντας καὶ ἡλικίαν ἣν ἔχουσι δηλοῦντας γυναῖκάς τε καὶ παῖδας ὀνομάζοντας καὶ ἐν τίνι κατοικοῦσιν ἕκαστοι τῆς πόλεως φυλῇ ἢ πάγῳ τῆς χώρας προστιθέντας·
これらのことを定めた後、彼はすべてのローマ人に、法に定められた誓いを立てた上で、自己申告を行い、かつ財産を貨幣に換算して評価するよう命じました。 それは真実であり、最善の誠意をもって評価されたという誓いでした。 また、誰を父親とするかを書き、自身の年齢を明らかにし、妻や子供たちの名前を挙げ、市内のどの部族、あるいは地方のどのパグスにそれぞれが居住しているかを書き加えるよう命じました。
τῷ δὲ μὴ τιμησαμένῳ τιμωρίαν ὥρισε τῆς τʼ οὐσίας στέρεσθαι καὶ αὐτὸν μαστιγωθέντα πραθῆναι· καὶ μέχρι πολλοῦ διέμεινε παρὰ Ῥωμαίοις οὗτος ὁ νόμος.
そして、申告をしなかった者に対しては、財産を没収され、自身は鞭打たれた上で奴隷として売却されるという刑罰を規定しました。 そして、この法律はローマ人の間で長期にわたって存続しました。

語釈・文法注

  1. 674καὶ οὐ χωρίζει τῶν μοιρῶν τὸν ἀριθμόν — 「そして区画の数を区分しない」。カトが都市と地方の区画(または部族)の数値をそれぞれ分けて記述するのではなく、ただ総数として「全部で三十」であったと一括して表現したことを意味する。χωρίζειはここでは都市部と地方部の分類を明示しないことを表している。
  2. 4.15.2καὰ τοὺς ὀρεινοὺς καὶ πολὺ τὸ ἀσφαλὲς τοῖς γεωργοῖς παρέχειν δυνησομένους ὄχθους — 前置詞 κατά が支配する対格名詞 ὄχθους(丘)が、接続詞 καί で結ばれた二つの修飾語、すなわち形容詞 ὀρεινούς と分詞句「πολὺ τὸ ἀσφαλὲς ... δυνησομένους」の双方から並列的に修飾されている構造。分詞句内では τὸ ἀσφαλές(安全)が不定詞 παρέχειν の直接目的語であり、副詞的に機能する πολύ がそれを強調して「十分な安全を」という意味を構成している。
  3. p.v.2p.30ὑπὲρ τῶν εἰς ἄνδρας ἀρχομένων συντελεῖν — 「男たちの列に入って(義務を)果たし始める人々のため」。動詞 συντελεῖν 은 본래 ‘세금을 바치다’ 또는 ‘공동의 의무를 수행하다’를 의미하며, 여기서는 성인의 의무를 이행하는 주체로서 등록되는 것을 나타낸다. 분사 ἀρχομένων(시작하는 자들의)은 보충 부정사로서 συντελεῖν 을 취하며, 전치사구 εἰς ἄνδρας(성인 남성으로)는 그 도달 상태를 지시한다.

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §4.15.1-4.15.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.15.1-4.15.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。