§4.16.1τιμησαμένων δὲ πάντων ἀναλαβὼν τὰ γραμματεῖα καὶ διαγνοὺς τό τε πλῆθος αὐτῶν καὶ τὰ μεγέθη τῶν βίων σοφώτατον ἁπάντων πολιτευμάτων εἰσηγήσατο καὶ μεγίστων Ῥωμαίος ἀγαθῶν αἴτιον, ὡς τὰ ἔργα ἐδήλωσε.
当所有人完成财产估值后,他收到了记录册,并在弄清了他们的人数和财产规模之后,引入了所有国制中最英明的一种制度,正如后来的事实所表明的那样,这一制度成为罗马人获得最大福祉的源泉。
§4.16.2τὸ δὲ πολίτευμα τοιόνδε ἦν· μίαν ἀφεῖλεν ἐξ ἁπάντων μοῖραν, ἧς τὸ μέγιστον ἦν τίμημα τῆς οὐσίας οὐκ ἔλαττον ἑκατὸν μνῶν.
这一制度具体如下:他从全体公民中划分出一个阶层,其财产估值最高,不少于一百米纳。
τούτους δὲ συντάξας εἰς ὀγδοήκοντα λόχους ὅπλα φέρειν ἐπέταξεν ἀσπίδας Ἀργολικὰς καὶ δόρατα καὶ κράνη χάλκεα καὶ θώρακας καὶ κνημῖδας καὶ ξίφη.
他将这些人编成八十个百人队,命令他们装备阿尔戈斯式的盾、矛、青铜盔、胸甲、胫甲和剑。
διελὼν δʼ αὐτοὺς διχῇ, τετταράκοντα μὲν ἐποίησε νεωτέρων λόχους, οἷς τὰς ὑπαιθρίους ἀπέδωκε στρατείας, τετταράκοντα δὲ πρεσβυτέρων, οὓς ἔδει τῆς νεότητος εἰς πόλεμον ἐξιούσης ὑπομένοντας ἐν τῇ πόλει τὰ ἐντὸς τείχους φυλάττειν.
他将他们一分为二,其中四十个百人队由青年人组成,派给他们野战的任务;另外四十个百人队由年长者组成,在青年人出征打仗时,他们必须留守城内,保卫城墙内部。
§4.16.3αὕτη πρώτη σύνταξις ἦν· χώραν δὲ κατεῖχεν ἐν τοῖς πολέμοις τὴν προαγωνιζομένην τῆς φάλαγγος ὅλης.
这是第一个阶层;在战争中,他们占据了整个方阵的最前列战斗位置。
ἔπειτʼ ἐκ τῶν ὑπολειπομένων ἑτέραν ἀφῄρει μοῖραν, οἷς ἦν ἐντὸς μὲν μυρίων δραχμῶν, οὐ μεῖον δὲ πέντε καὶ ἑβδομήκοντα μνῶν τὸ τίμημα.
接着,他从剩余的人中划分出另一个阶层,其财产估值在万德拉克马以内,且不少于七十五米纳。
συντάξας δὲ τούτους εἰς εἴκοσι λόχους τὰ μὲν ἄλλα φορεῖν ὅπλα προσέταξεν, ὅσα τοὺς προτέρους, τοὺς δὲ θώρακας αὐτῶν ἀφεῖλε, καὶ ἀντὶ τῶν ἀσπίδων ἀνέδωκε θυρεούς.
他将这些人编成二十个百人队,命令他们装备与前一阶层相同的其他武器,但免去了他们的胸甲,并给他们发了长盾以代替圆盾。
διελὼν δὲ καὶ τούτων τοὺς ὑπὲρ τετταράκοντα καὶ πέντε ἔτη γεγονότας ἀπὸ τῶν ἐχόντων τὴν στρατεύσιμον ἡλικίαν, δέκα μὲν ἐποίησε λόχους νεωτέρων, οὓς ἔδει προπολεμεῖν τῆς πόλεως, δέκα δὲ πρεσβυτέρων, οἷς ἀπέδωκε τειχοφυλακεῖν.
他将这些人中超过四十五岁的人与处于服役年龄的人分开,编成十个青年人百人队,负责在城前作战;以及十个年长者百人队,指派他们防守城墙。
αὕτη δευτέρα σύνταξις ἦν, ἐκοσμεῖτο δʼ §4.16.4ἐν τοῖς ἀγῶσι μετὰ τοὺς προμάχους.
这是第二个阶层,并且在战斗中排在最前列战士的后面。
τὴν δὲ τρίτην ἐποίει σύνταξιν ἐκ τῶν ὑπολειπομένων, ὅσοι τίμησιν εἶχον ἐλάττονα μὲν τῶν ἑπτακισχιλίων καὶ πεντακοσίων δραχμῶν, οὐ μείονα δὲ μνῶν πεντήκοντα.
他从剩下的人中设立了第三个阶层,凡是财产估值少于七千五百德拉克马且不少于五十米纳的人都属于这一阶层。
τούτων δʼ ἐμείωσε τὸν ὁπλισμὸν οὐ μόνον τοῖς θώραξιν, §4.16.5ὥσπερ τῶν δευτέρων, ἀλλὰ καὶ ταῖς περικνημῖσι.
他削减了他们的装备,不仅免去了胸甲,像第二阶层那样,而且还免去了他们的胫甲。
συνέταξε δὲ καὶ τούτους εἰς εἴκοσι λόχους καὶ διεῖλε τὸν αὐτὸν τρόπον τοῖς προτέροις καθʼ ἡλικίας, δέκα λόχους ἀποδοὺς τοῖς νεωτέροις καὶ δέκα τοῖς πρεσβυτέροις.
他也将这些人编成二十个百人队,并按照之前同样的方式按年龄进行划分,给青年人分配了十个百人队,给年长者分配了十个。
χώρα δὲ καὶ στάσις ἦν τούτων τῶν λόχων ἐν ταῖς μάχαις ἡ μετὰ τοὺς ἐφεστῶτας τοῖς προμάχοις.
这些百人队在战斗中的位置和站位,是在那些紧跟在最前列战士后面的人的后方。