§4.13.1εὐθὺς ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν διένειμε τὴν δημοσίαν χώραν τοῖς θητεύουσι Ῥωμαίων·
王位を継承するとただちに、彼はローマ人のうち生活のために雇われて働く者たちに公有地を分配しました。
ἔπειτα τοὺς νόμους τούς τε συναλλακτικοὺς καὶ τοὺς περὶ τῶν ἀδικημάτων ἐπεκύρωσε ταῖς φράτραις·
それから、取引に関する法と不法行為に関する法をフラートリアによって承認させました。
ἦσαν δὲ πεντήκοντά που μάλιστα τὸν ἀριθμόν, ὧν οὐδὲν δέομαι μεμνῆσθαι κατὰ τὸ παρόν.
それらはおよそ50ほどもありましたが、現在のところ、それらについて一つずつ言及する必要はありません。
§4.13.2τῇ τε πόλει προσέθηκε δύο λόφους, τόν τε Οὐιμινάλιον καλούμενον καὶ τὸ Ἰσκυλῖνον, ὧν ἑκάτερος ἀξιολόγου πόλεως ἔχει μέγεθος, καὶ διένειμεν αὐτοὺς τοῖς ἀνεστίοις Ῥωμαίων οἰκίας κατασκευάσασθαι·
また、彼は市にヴィミナリスと呼ばれる丘とエスクイリヌスの2つの丘を加えました。 そのそれぞれが、注目すべき都市ほどの大きさを持っています。 そして、それらを家を持たないローマ人たちに、家を建てるために分配しました。
ἔνθα καὶ αὐτὸς ἐποιήσατο τὴν οἴκησιν ἐν τῷ κρατίστῳ τῆς Ἰσκυλίας τόπῳ.
そこで彼自身も、エスクイリアの最も優れた場所に邸宅を構えました。
§4.13.3οὗτος ὁ βασιλεὺς τελευταῖος ηὔξησε τὸν περίβολον τῆς πόλεως τοὺς δύο τοῖς πέντε προσθεὶς λόφοις, ὀρνιθευσάμενός τε ὡς νόμος ἦν καὶ τἆλλα τὰ πρὸς θεοὺς ὅσια διαπραξάμενος.
この王が、5つの丘に2つの丘を加えることで、市の防壁の境界を拡張した最後の人となりました。 彼は慣習に従って鳥占いを行い、また神々に対する他の神聖な義務を果たしました。
προσωτέρω δʼ οὐκέτι προῆλθεν ἡ κατασκευὴ τῆς πόλεως οὐκ ἐῶντος, ὥς φασι, τοῦ δαιμονίου, ἀλλʼ ἔστιν ἅπαντα τὰ περὶ τὴν πόλιν οἰκούμενα χωρία, πολλὰ ὄντα καὶ μεγάλα, γυμνὰ καὶ ἀτείχιστα §4.13.4καὶ ῥᾷστα πολεμίοις ἐλθοῦσιν ὑποχείρια γενέσθαι·
しかし、市の建設はそれ以上進みませんでした。 人々が言うには、神的な力がそれを許さなかったからです。 むしろ、市の周囲にある居住地域は、多くかつ広大でありながら、すべて無防備で壁がなく、襲来した敵の手中にきわめて容易に落ちるようになってしまっています。
καὶ εἰ μὲν εἰς ταῦτά τις ὁρῶν τὸ μέγεθος ἐξετάζειν βουλήσεται τῆς Ῥώμης, πλανᾶσθαί τʼ ἀναγκασθήσεται καὶ οὐχ ἕξει βέβαιον σημεῖον οὐδέν, ᾧ διαγνώσεται, μέχρι ποῦ προβαίνουσα ἔτι πόλις ἐστὶ καὶ πόθεν ἄρχεται μηκέτʼ εἶναι πόλις, οὕτω συνύφανται τὸ ἄστυ τῇ χώρᾳ καὶ εἰς ἄπειρον ἐκμηκυνομένης πόλεως ὑπόληψιν τοῖς θεωμένοις παρέχεται.
そして、もし誰かがこれらを見てローマの大きさを推し量ろうとするならば、当惑せざるを得ず、どこまで進むとまだ市であり、どこから市でなくなるのかを判断するための確かな目印を何一つ持たないことになるでしょう。 それほどまでに市街地が郊外と織り合わされており、見る者に対して、無限に広がる都市という印象を与えるのです。
§4.13.5εἰ δὲ τῷ τείχει δυσευρέτῳ μὲν ὄντι διὰ τὰς περιλαμβανούσας αὐτὸ πολλαχόθεν οἰκήσεις, ἴχνη δέ τινα φυλάττοντι κατὰ πολλοὺς τόπους τῆς ἀρχαίας κατασκευῆς, βουληθείη μετρεῖν αὐτὴν κατὰ τὸν κύκλον τὸν περιέχοντα Ἀθηναίων τὸ ἄστυ, οὐ πολλῷ τινι μείζων ὁ τῆς Ῥώμης ἂν αὐτῷ φανείη κύκλος.
しかし、もし誰かが、至る所からそれを取り囲む建物によって見つけにくくなってはいるものの、多くの場所に古代の建築のいくつかの痕跡を留めている城壁によって、アテナイの市街地を取り囲む円周と比較して市の大きさを測定したいと望むならば、ローマの円周はそれほど大きくはないように思われるでしょう。
ἀλλʼ ὑπὲρ μὲν τοῦ μεγέθους τε καὶ κάλλους τῆς πόλεως, ὡς κατὰ τὴν ἐμὴν εἶχεν ἡλικίαν, ἕτερος ἔσται τῇ διηγήσει καιρὸς ἐπιτηδειότερος.
しかし、私の時代におけるこの市の規模と美しさについては、語るのにより適した別の機会があるでしょう。