§4.13.1εὐθὺς ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν διένειμε τὴν δημοσίαν χώραν τοῖς θητεύουσι Ῥωμαίων· ἔπειτα τοὺς νόμους τούς τε συναλλακτικοὺς καὶ τοὺς περὶ τῶν ἀδικημάτων ἐπεκύρωσε ταῖς φράτραις· ἦσαν δὲ πεντήκοντά που μάλιστα τὸν ἀριθμόν, ὧν οὐδὲν δέομαι μεμνῆσθαι κατὰ τὸ παρόν.
一接管政权,他就立即将公有土地分配给罗马人中那些靠出卖劳力为生的人;接着,他让各库里亚批准了关于契约以及关于侵权行为的法律;这些法律大约有五十条,目前我没有必要一一提及。
§4.13.2τῇ τε πόλει προσέθηκε δύο λόφους, τόν τε Οὐιμινάλιον καλούμενον καὶ τὸ Ἰσκυλῖνον, ὧν ἑκάτερος ἀξιολόγου πόλεως ἔχει μέγεθος, καὶ διένειμεν αὐτοὺς τοῖς ἀνεστίοις Ῥωμαίων οἰκίας κατασκευάσασθαι· ἔνθα καὶ αὐτὸς ἐποιήσατο τὴν οἴκησιν ἐν τῷ κρατίστῳ τῆς Ἰσκυλίας τόπῳ.
他还在城市里增加了两座山丘,即所谓的维米纳尔山和埃斯奎林山,这两座山中的每一座都有着一个显赫城市的大小;他把这些土地分配给无家可归的罗马人去建造房屋,他自己也在埃斯奎林山最显要的地方建造了住所。
§4.13.3οὗτος ὁ βασιλεὺς τελευταῖος ηὔξησε τὸν περίβολον τῆς πόλεως τοὺς δύο τοῖς πέντε προσθεὶς λόφοις, ὀρνιθευσάμενός τε ὡς νόμος ἦν καὶ τἆλλα τὰ πρὸς θεοὺς ὅσια διαπραξάμενος.
这位国王是最后一位扩大城市城墙范围的人,他在依照惯例占卜鸟候并履行了对神明的一切其他神圣义务之后,将这两座山丘加到了原来的五座之上。
προσωτέρω δʼ οὐκέτι προῆλθεν ἡ κατασκευὴ τῆς πόλεως οὐκ ἐῶντος, ὥς φασι, τοῦ δαιμονίου, ἀλλʼ ἔστιν ἅπαντα τὰ περὶ τὴν πόλιν οἰκούμενα χωρία, πολλὰ ὄντα καὶ μεγάλα, γυμνὰ καὶ ἀτείχιστα §4.13.4καὶ ῥᾷστα πολεμίοις ἐλθοῦσιν ὑποχείρια γενέσθαι·
但是城市的建设没有再向前推进,据说是因为神明不予允许,而是城市周围的所有居住区域,虽然数量众多且面积广阔,却都裸露在外、没有城墙防护,极易落入来犯之敌的手中。
καὶ εἰ μὲν εἰς ταῦτά τις ὁρῶν τὸ μέγεθος ἐξετάζειν βουλήσεται τῆς Ῥώμης, πλανᾶσθαί τʼ ἀναγκασθήσεται καὶ οὐχ ἕξει βέβαιον σημεῖον οὐδέν, ᾧ διαγνώσεται, μέχρι ποῦ προβαίνουσα ἔτι πόλις ἐστὶ καὶ πόθεν ἄρχεται μηκέτʼ εἶναι πόλις, οὕτω συνύφανται τὸ ἄστυ τῇ χώρᾳ καὶ εἰς ἄπειρον ἐκμηκυνομένης πόλεως ὑπόληψιν τοῖς θεωμένοις παρέχεται.
如果有人看着这些,想要探究罗马的规模,他势必会陷入困惑,并且无法拥有任何确凿的标记来判断,城市延伸到何处仍然是城市,又从何处开始不再是城市,因为城区与郊野如此交织在一起,给观看者提供了一种城市无限延伸的印象。
§4.13.5εἰ δὲ τῷ τείχει δυσευρέτῳ μὲν ὄντι διὰ τὰς περιλαμβανούσας αὐτὸ πολλαχόθεν οἰκήσεις, ἴχνη δέ τινα φυλάττοντι κατὰ πολλοὺς τόπους τῆς ἀρχαίας κατασκευῆς, βουληθείη μετρεῖν αὐτὴν κατὰ τὸν κύκλον τὸν περιέχοντα Ἀθηναίων τὸ ἄστυ, οὐ πολλῷ τινι μείζων ὁ τῆς Ῥώμης ἂν αὐτῷ φανείη κύκλος.
但是,如果有人想要凭借城墙来测量它(虽然由于城墙在许多地方被周围的房屋所包围而难以辨认,但在许多地方仍保留着古代建筑的一些遗迹),并将其周长与环绕雅典城区的周长进行比较,罗马的周长在他看来并不会大出许多。
ἀλλʼ ὑπὲρ μὲν τοῦ μεγέθους τε καὶ κάλλους τῆς πόλεως, ὡς κατὰ τὴν ἐμὴν εἶχεν ἡλικίαν, ἕτερος ἔσται τῇ διηγήσει καιρὸς ἐπιτηδειότερος.
不过,关于我这个时代这座城市的规模与美丽,在叙事中还会有另一个更合适的机会来谈及。