Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §3.9.1-3.9.7

トゥルスによる和解への同意と両都市の統合提案

176 / 962 箇所 · ギリシア語

要旨

ローマ王トゥルスは、敵の陰謀を事前に察知していたことを明かして戦争回避に同意し、将来の紛争を防ぐために、両都市の合併か、あるいは単一の評議会設置と覇権委譲による制度的統一を提案する。

§3.9.1ταῦτʼ εἰπόντος τοῦ Φουφεττίου παραλαβὼν τὸν λόγον ὁ τῶν Ῥωμαίων βασιλεὺς ἔλεξε·
フフェティウスがこのように言ったとき、ローマの王が言葉を引き継いで語った。
καὶ ἡμεῖς, ὦ Φουφέττιε, βαρεῖαν ὑπελαμβάνομεν ἡμᾶς καταλήψεσθαι συμφοράν, εἰ διʼ αἵματος καὶ φόνων ἀναγκασθείημεν κρῖναι τὸν συγγενῆ πόλεμον, καὶ ὑπὸ τῶν ἱερῶν ὁπότε τὰ προπολέμια θύοιμεν ἐκωλυόμεθα ἄρχειν μάχης·
「フフェティウスよ、我々もまた、もし血と殺戮によってこの親族間の戦争に決着をつけることを強いられるならば、重い災厄が我々に降りかかるであろうと考えていた。 そして、戦前の犠牲を捧げるたびごとに、犠牲の兆候によって戦闘を開始することを禁じられていた。
τάς τε ἀπορρήτους Φιδηναίων καὶ Οὐιεντανῶν συνωμοσίας, ἃς ἐπʼ ἀμφοτέροις ἡμῖν συνώμοσαν, ὀλίγῳ πρότερον σοῦ πεπύσμεθα παρὰ τῶν ἐκεῖθεν ξένων καὶ οὐκ ἀφύλακτοι πρὸς αὐτάς ἐσμεν, ἀλλʼ ὡς παθεῖν τε μηδὲν αὐτοὶ κακὸν κἀκείνους τιμωρήσασθαι τῆς ἐπιβουλῆς ἀξίως παρεσκευάσμεθα, οὐχ ἧττόν τε σοῦ καταλύσασθαι τὸν πόλεμον ἀμαχητὶ μᾶλλον ἢ διὰ τῶν ὅπλων ἐβουλόμεθα.
また、フィデナエ人とウェイイ人が我々双方に対して企てた秘密の陰謀についても、私はあなたよりも少し前に、あちらの客友たちから知らされており、それに対して無警戒でいるわけではない。 むしろ、我々自身は何の害も被らず、彼らの陰謀に対してふさわしく報復できるように備えている。 そして、あなたに劣らず、武器によるよりもむしろ戦わずして戦争を終結させることを望んでいたのだ。
§3.9.2πρότεροι δὲ πρεσβεύεσθαι περὶ διαλλαγῶν οὐκ ἠξιοῦμεν, ἐπείπερ οὐδʼ ἤρξαμεν αὐτοὶ πρότεροι τοῦ πολέμου, ἄρξαντας δὲ ἠμυνάμεθα.
しかし、我々のほうから先に和解のために使節を送ることはよしとしなかった、なぜなら我々自身が先に戦争を始めたわけではなく、戦争を始めた者たちに対して自衛しただけだからである。
ἀποτιθεμένων δὲ ὑμῶν τὰ ὅπλα δεχόμεθα τὰς προκλήσεις ἄσμενοι καὶ περὶ διαλλαγῶν οὐδὲν ἀκριβολογούμεθα, ἀλλὰ τὰς κρατίστας τε καὶ μεγαλοψυχοτάτας δεχόμεθα πᾶν ἀδίκημα καὶ πᾶν ἁμάρτημα τῆς Ἀλβανῶν πόλεως ἀφιέντες, εἰ δὴ καὶ κοινὰ χρὴ καλεῖν πόλεως ἁμαρτήματα, ὧν ὁ στρατηγὸς ὑμῶν Κλοίλιος αἴτιος ἦν, ὃς ὑπὲρ ἀμφοτέρων ἡμῶν οὐ μεμπτὰς τέτικε δίκας τοῖς θεοῖς.
しかし、あなたがたが武器を置くのであれば、我々は喜んでその申し出を受け入れ、和解の条件について細かく詮索することはしない。 むしろ、アルバの都市のすべての不正と過ちを許しつつ、最も優れ、最も寛大な和解を受け入れよう。 もし、あなたがたの将軍クロエリウスが原因であった過ちを、都市全体の共同の過ちと呼ぶべきであるならの話だが。 彼は我々双方のために、神々に対して申し分のない罰を支払ったのだ。
§3.9.3ἀφείσθω δὴ πᾶσα ἐγκλήματος ἰδίου τε καὶ κοινοῦ πρόφασις καὶ μηδενὸς ἔτι μνήμη τῶν παρεληλυθότων ἔστω κακῶν, ὡς καὶ σοί, ὦ Φουφέττιε, δοκεῖ·
したがって、個人的なおよび共同の告訴のあらゆる口実を水に流し、過去のいかなる悪事の記憶ももはや存在しないようにしよう、フフェティウスよ、あなたが考えるように。
ἀλλʼ οὐκ ἀπόχρη τοῦτο μόνον ἡμᾶς σκοπεῖν, ὅπως ἂν τὴν παροῦσαν ἔχθραν διαλυσαίμεθα πρὸς ἀλλήλους, ἀλλʼ ὅπως μηδʼ αὖθίς ποτε πολεμήσομεν ἔτι δεῖ παρασκευάσασθαι·
しかし、我々がどのようにして現在の敵意を解消するか、ということだけを考えるのでは十分ではない。 そうではなく、将来再び戦争をすることがないようにさらに備える必要がある。
οὐ γὰρ ἀναβολὰς ποιησόμενοι τῶν κακῶν συνεληλύθαμεν, ἀλλʼ ἀπαλλαγάς.
なぜなら、我々は災厄を延期するために集まったのではなく、そこから脱却するために集まったのだから。
τίς οὖν ἡ βεβαία τοῦ πολέμου κατάλυσις ἔσται καὶ τί παρασχόντες εἰς τὰ πράγματα ἑκάτεροι νῦν τε καὶ εἰς τὸν ἀεὶ χρόνον ἐσόμεθα φίλοι, σὺ μὲν παρέλιπες, ὦ Φουφέττιε, ἐγὼ δʼ ἔτι καὶ τοῦτο προσθεῖναι πειράσομαι.
では、何が戦争の確実な終結となるのか、そして我々双方が何を提供すれば、今も、そして永久に友人であり続けられるのか。 この点を、フフェティウスよ、あなたは省いたが、私はこれも付け加えるよう試みよう。
§3.9.4εἰ παύσαιντο μὲν Ἀλβανοὶ φθονοῦντες Ῥωμαίοις ἐφʼ οἷς ἔχουσιν ἀγαθοῖς, οὐκ ἄνευ μεγάλων κινδύνων καὶ πόνων πολλῶν αὐτὰ κτησάμενοι, ʽοὐθὲν γοῦν πεπονθότες ὑφʼ ἡμῶν οὔτε μεῖζον οὔτε ἔλαττον κακὸν διὰ τοῦτο μισεῖτε ἡμᾶς, ὅτι δοκοῦμεν ἄμεινον ὑμῶν πράττεινʼ παύσαιντο δὲ Ῥωμαῖοι δι’ ὑποψίας ἔχοντες Ἀλβανοὺς ὡς ἐπιβουλεύοντας ἀεί σφισι καὶ φυλαττόμενοι καθάπερ ἐχθρούς·
もしアルバ人が、ローマ人が持っている繁栄を妬むことをやめるなら(ローマ人はそれらを多大なる危険と多くの苦難なしに手に入れたわけではないのに。 『実際、あなたがたは我々から大なり小なりいかなる害も被っていないのに、我々があなたがたよりも良く暮らしているように見えるという理由だけで、我々を憎んでいるのだ』)、そして、ローマ人が、アルバ人を常に自分たちに対して陰謀を企てていると疑って敵であるかのように警戒するのをやめるなら(それらは実現するだろう)。
οὐ γὰρ ἂν γένοιτο βεβαίως φίλος τῷ μισοῦντι οὐδείς.
なぜなら、自分を憎んでいる者に対して、誰も心から友人になることはできないからである。
§3.9.5πῶς οὖν γενήσεται τούτων ἑκάτερον;
では、これら二つのことはどのようにして実現するのだろうか。
οὐκ ἐὰν γράψωμεν αὐτὰ ἐν ταῖς ὁμολογίαις οὐδʼ ἐὰν ὀμόσωμεν ἀμφότεροι καθʼ ἱερῶν, ʽμικραὶ γὰρ αὗταί γε αἱ φυλακαὶ καὶ ἀσθενεῖσʼ ἀλλʼ ἐὰν κοινὰς ἡγησώμεθα τὰς ἀλλήλων τύχας.
それらを協定書に書き記したり、我々双方が犠牲を前に誓いを立てたりすることによってではない(なぜなら、これらは小さく、かつ脆弱な守りだからである)。 そうではなく、我々が互いの運命を共有のものと考えるならばである。
ἓν γάρ ἐστι μόνον, ὦ Φουφέττιε, λύπης ἀνθρωπίνης ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς γινομένης ἄκος, τὸ μηκέτι τοὺς φθονοῦντας ἀλλότρια τὰ τῶν φθονουμένων ἀγαθὰ ἡγεῖσθαι.
なぜなら、フフェティウスよ、他人の幸福に対して生じる人間の苦しみに対する唯一の治療法は、妬む者たちが、妬まれる者たちの幸福を、もはや他人のものとは考えないことだからである。
§3.9.6ἵνα δὴ τοῦτο γένηται, Ῥωμαίους μὲν οἶμαι δεῖν εἰς τὸ κοινὸν Ἀλβανοῖς θεῖναι πάντα ὅσα τε νῦν ἔχουσι καὶ αὖθις ἕξουσιν ἀγαθά, Ἀλβανοὺς δὲ ἀγαπητῶς τὰ διδόμενα δέχεσθαι καὶ γενέσθαι μάλιστα μὲν ἅπαντας ὑμᾶς, εἰ δὲ μή γε τοὺς πλείστους τε καὶ ἀρίστους ὑμῶν τῆς Ῥωμαίων πόλεως οἰκήτορας.
そこで、これが実現するために、ローマ人は現在持っている、そして将来持つであろうすべての幸福をアルバ人と共有するべきだと私は考える。 そしてアルバ人は、与えられたものを喜んで受け入れ、できればあなたがた全員が、それが無理なら、少なくともあなたがたの大部分と最も優れた者たちが、ローマの街の住民となるべきである。
οὐ γὰρ δὴ Σαβίνοις μὲν καὶ Τυρρηνοῖς καλῶς εἶχεν ἐκλιποῦσι τὰς ἑαυτῶν πόλεις μεταθέσθαι τοὺς βίους ὡς ἡμᾶς, ὑμῖν δὲ ἄρα τοῖς συγγενεστάτοις τὸ αὐτὸ τοῦτο γενόμενον οὐχ ἕξει καλῶς;
なぜなら、サビニ人やエトルリア人が自分たちの都市を去り、我々のところへ生活の拠点を移すのが良いことであったのに、最も近い親族であるあなたがたにとって、これと同じことが起こるのが、どうして良いことでないはずがあろうか。
§3.9.7εἰ δʼ οὐκ ἀξιώσετε μίαν οἰκεῖν πόλιν τὴν ἡμετέραν μεγάλην τε οὖσαν ἤδη καὶ ἔτι μᾶλλον ἐσομένην, ἀλλὰ φιλοχωρήσετε τοῖς πατρῴοις ἐφεστίοις, ἐκεῖνό γέ τοι ποιήσατε·
しかし、もしあなたがたが、すでに大きく、今後さらに大きくなるであろう我々の都市に、一つの都市として住むことをよしとせず、先祖伝来の炉端に執着するのであれば、少なくとも次のことを行いなさい。
βουλευτήριον ἓν ἀποδείξατε, ὃ τὰ συμφέροντα ὑπὲρ ἑκατέρας βουλεύσει πόλεως, καὶ τὴν ἡγεμονίαν ἀπόδοτε μιᾷ τῇ κρείττονι πόλει καὶ πλείονα δυναμένῃ ποιεῖν ἀγαθὰ τὴν ἥττονα.
二つの都市の双方の利益のために決議を行う一つの評議会を定め、そして覇権を、より優れており、より劣った都市に対してより多くの善を施す力を持つ一つの都市に委ねなさい。
ἐγὼ μὲν δὴ ταῦτʼ ἀξιῶ καὶ τούτων γενομένων τόθʼ ἡγοῦμαι βεβαίως ἡμᾶς ἔσεσθαι φίλους, δύο δὲ πόλεις οἰκοῦντας ἰσοκορύφους ὥσπερ νῦν οὐδέποτε ὁμονοήσειν.
私としてはこれらを要求する。 そしてこれらが実現して初めて、我々は確実に友人になると私は考える。 しかし、現在のように、対等な二つの都市に住み続ける限り、決して調和することはないだろう。 」

語釈・文法注

  1. 3.9.1ὑπὸ τῶν ἱερῶν — 前置詞 `ὑπό` と属格の組み合わせは通常は人などの行為者を表すが、ここでは無生物の「神聖な儀式(またはその兆候)」が擬人化され、主動詞 `ἐκωλυόμεθα` の行為者として扱われている。
  2. 3.9.1ὡς παθεῖν ... παρεσκευάσμεθα — `ὡς` +不定詞が結果あるいは目的の副詞節を形成し、`παρεσκευάσμεθα`(我々は備えている)に係る。通常 `ὥστε` が用いられる箇所で `ὡς` が代用されている。
  3. 3.9.4εἰ παύσαιντο μὲν ... παύσαιντο δὲ ... — `εἰ` +希求法(潜在)による条件節であるが、明確な帰結節を欠いたまま挿入文が挟まれ、文構造が破格(アナコルトン)になっている。論理的には直後の文(「なぜなら心から友人になれる者はいないからだ」)や§3.9.5の問いへと繋がっている。
  4. 3.9.7δύο δὲ πόλεις οἰκοῦντας ... οὐδέποτε ὁμονοήσειν — 未来不定詞 `ὁμονοήσειν` は、主節の動詞 `ἡγοῦμαι`(私は考える)を支配主とする対格不定詞(A.C.I.)構文の一部。対格分詞 `οἰκοῦντας` はその意味上の主語(「対等な二つの都市に住み続ける我々」)を修飾している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §3.9.1-3.9.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.9.1-3.9.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。