Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §3.8.1-3.8.5

陰謀の暴露とフフェティウスによる和解案の提示

175 / 962 箇所 · ギリシア語

要旨

フフェティウスはフィデナエから届いた密書を読み上げてその陰謀を公にし、ローマ人に対して共通の敵に対抗して和平を結ぶよう促す。また、彼は二つの和解の方法を提案し、どちらかを選ぶようトゥルスに迫る。

§3.8.1ταῦτʼ εἰπὼν δίδωσι τῶν παρόντων τινὶ ἀναγνῶναι τὰς ἐπιστολάς, ἃς αὐτῷ κεκομικώς τις ἐτύγχανε παρὰ τῶν ἐν Φιδήνῃ ξένων καὶ τὸν κομίσαντα αὐτὰς παρήγαγεν.
ταῦτʼ εἰπὼν δίδωσι τῶν παρόντων τινὶ ἀναγνῶναι τὰς ἐπιστολάς, ἃς αὐτῷ κεκομικώς τις ἐτύγχανε παρὰ τῶν ἐν Φιδήνῃ ξένων καὶ τὸν κομίσαντα αὐτὰς παρήγαγεν. ἀναγνωσθεισῶν δὲ τῶν ἐπιστολῶν καὶ τοῦ ἀνδρὸς ἐξηγησαμένου πάντα ὅσα παρὰ τῶν ἐπιτιθεμένων αὐτὰς ἀπὸ στόματος ἤκουσεν ἐκπλήξεώς τε μεγάλης κατασχούσης τοὺς ἀκούοντας, οἷα εἰκὸς ἐπὶ τηλικούτῳ κακῷ παρʼ ἐλπίδας ἀκουσθέντι, μικρὸν ἐπισχὼν ὁ Φουφέττιος πάλιν ἔλεξεν· こう言ったのち、彼は居合わせた者の一人にその書簡を読むように渡し、ある者がフィデナエにいる客友たちから彼のもとへ運んできたその書簡を運んできた男を前に進み出させた。
ἀναγνωσθεισῶν δὲ τῶν ἐπιστολῶν καὶ τοῦ ἀνδρὸς ἐξηγησαμένου πάντα ὅσα παρὰ τῶν ἐπιτιθεμένων αὐτὰς ἀπὸ στόματος ἤκουσεν ἐκπλήξεώς τε μεγάλης κατασχούσης τοὺς ἀκούοντας, οἷα εἰκὸς ἐπὶ τηλικούτῳ κακῷ παρʼ ἐλπίδας ἀκουσθέντι, μικρὸν ἐπισχὼν ὁ Φουφέττιος πάλιν ἔλεξεν·
書簡が朗読され、その男が、それを託した人々から口頭で聞いたすべてのことを説明し、予期せずして聞かされたこれほど甚だしい悪事に対して当然予想されることとして、聴衆が大きな驚愕に捉えられたのち、フフェティウスは少し間を置いて再び語った。
§3.8.2ἀκηκόατε τὰς αἰτίας, ἄνδρες Ῥωμαῖοι, διʼ ἃς ἐγὼ τέως μὲν ἀνεβαλλόμην τοὺς πρὸς ὑμᾶς ἀγῶνας, νῦν δὲ καὶ τῶν περὶ φιλίας ἠξίωσα πρότερος ἄρχειν λόγων. ὑμεῖς δὲ τὸ μετὰ τοῦτο ἤδη σκοπεῖσθε, πότερον οἴεσθε δεῖν περὶ βοιδίων καὶ προβατίων ἁρπαγῆς ἄσπειστον πόλεμον φυλάττειν πρὸς τοὺς κτίσαντας καὶ πατέρας, ἐν ᾧ καὶ κρατηθέντες ἀπολεῖσθε καὶ κρατήσαντες, ἢ διαλυσάμενοι τὴν πρὸς τοὺς συγγενεῖς ἔχθραν μεθʼ ἡμῶν ἐπὶ τοὺς κοινοὺς ἐχθροὺς χωρεῖν, οἵ γε οὐ μόνον ἀπόστασιν ἐβούλευσαν ἀφʼ ὑμῶν, ἀλλὰ καὶ ἐπανάστασιν, οὔτε πεπονθότες οὐδὲν δεινὸν οὔτε μὴ πάθωσι δεδιότες, καὶ οὐδʼ ἐκ τοῦ φανεροῦ ἐπέθεντο ἡμῖν, ὡς ὁ κοινὸς ἀξιοῖ τοῦ πολέμου νόμος, ἀλλʼ ὑπὸ σκότους, ὡς ἂν ἥκιστα ὑπίδοιτό τις αὐτῶν τὴν ἐπιβουλὴν καὶ φυλάξαιτο.
ἀκηκόατε τὰς αἰτίας, ἄνδρες Ῥωμαῖοι, διʼ ἃς ἐγὼ τέως μὲν ἀνεβαλλόμην τοὺς πρὸς ὑμᾶς ἀγῶνας, νῦν δὲ καὶ τῶν περὶ φιλίας ἠξίωσα πρότερος ἄρχειν λόγων. ὑμεῖς δὲ τὸ μετὰ τοῦτο ἤδη σκοπεῖσθε, πότερον οἴεσθε δεῖν περὶ βοιδίων καὶ προβατίων ἁρπαγῆς ἄσπειστον πόλεμον φυλάττειν πρὸς τοὺς κτίσαντας καὶ πατέρας, ἐν ᾧ καὶ κρατηθέντες ἀπολεῖσθε καὶ κρατήσαντες, ἢ διαλυσάμενοι τὴν πρὸς τοὺς συγγενεῖς ἔχθραν μεθʼ ἡμῶν ἐπὶ τοὺς κοινοὺς ἐχθροὺς χωρεῖν, οἵ γε οὐ μόνον ἀπόστασιν ἐβούλευσαν ἀφʼ ὑμῶν, ἀλλὰ καὶ ἐπανάστασιν, οὔτε πεπονθότες οὐδὲν δεινὸν οὔτε μὴ πάθωσι δεδιότες, καὶ οὐδʼ ἐκ τοῦ φανεροῦ ἐπέθεντο ἡμῖν, ὡς ὁ κοινὸς ἀξιοῖ τοῦ πολέμου νόμος, ἀλλʼ ὑπὸ σκότους, ὡς ἂν ἥκιστα ὑπίδοιτό τις αὐτῶν τὴν ἐπιβουλὴν καὶ φυλάξαιτο. 「ローマの人々よ、私がこれまであなたがたとの戦いを引き延ばしていた一方で、今や私の方から先に和平についての話し合いを切り出すに値すると考えた、その理由をあなたがたは聞きました。 あなたがたはこれに続くことを今や熟考しなさい。 あなたがたの創設者であり父である者たちに対して、牛や羊の強奪をめぐって、敗北しても滅び、勝利しても滅びるような、いかなる休戦条約も結ばない戦争を維持し続けるべきだと考えるのか、それとも、親族に対する敵意を解消して、私たちとともに共通の敵に向かって進むべきと考えるのかを。 彼らはあなたがたからの離反だけでなく、反乱をも企てた者たちであり、何一つ恐ろしいことを被ったわけでもなく、また被ることを恐れているわけでもないのに、戦争の共通の法が求めるように公然と私たちを襲ったのではなく、誰にもその陰謀を疑われず、警戒されないようにと、暗闇に乗じて襲いかかってきたのです。
§3.8.3ἀλλὰ γὰρ ὅτι μὲν ἐπὶ τοὺς ἀνοσίους ἀνθρώπους ἰτέον ἡμῖν ἁπάσῃ σπουδῇ καταλυσαμένοις τὰ ἔχθη ʽμανίας γὰρ θάτερα ἀξιοῦνʼ ὡς ἐγνωκόσιν ὑμῖν καὶ ποιήσουσιν οὐδὲν δέομαι πλείω λέγειν καὶ παρακελεύεσθαι.
ἀλλὰ γὰα ὅτι μὲν ἐπὶ τοὺς ἀνοσίους ἀνθρώπους ἰτέον ἡμῖν ἁπάσῃ σπουδῇ καταλυσαμένοις τὰ ἔχθη ʽμανίας γὰρ θάτερα ἀξιοῦνʼ ὡς ἐγνωκόσιν ὑμῖν καὶ ποιήσουσιν οὐδὲν δέομαι πλείω λέγειν καὶ παρακελεύεσθαι. ὃν δὲ τρόπον αἱ διαλύσεις καλαὶ καὶ συμφέρουσαι γένοιντʼ ἂν ἀμφοτέραις ταῖς πόλεσι ʽτοῦτο γὰρ ἴσως ποθεῖτε ἀκοῦσαι πάλαιʼ νῦν ἤδη πειράσομαι λέγειν. しかしながら、敵意を解消した上で、あらゆる熱意をもってあの不敬な者たちに向かって進べきであることは(これ以外のことを求めるのは狂気の沙汰だからです)、あなたがたがすでに認識しており、また実行するであろうから、私がさらに多くを語って促す必要はまったくありません。
ὃν δὲ τρόπον αἱ διαλύσεις καλαὶ καὶ συμφέρουσαι γένοιντʼ ἂν ἀμφοτέραις ταῖς πόλεσι ʽτοῦτο γὰρ ἴσως ποθεῖτε ἀκοῦσαι πάλαἰ νῦν ἤδη πειράσομαι λέγειν.
しかし、いかなる方法で、両都市にとって美しく有益な和解がなされうるのかを(あなたがたはおそらく、このことをずっと前から聞きたいと切望していたのでしょう)、私は今、述べようと試みます。
§3.8.4ἐγὼ νομίζω κρατίστας μὲν εἶναι διαλλαγὰς καὶ πρεπωδεστάτας συγγενέσι καὶ φίλοις πρὸς ἀλλήλους, ἐν αἷς οὐδέν ἐστιν ἔγκοτον οὐδὲ μνησίκακον ἀφέσεως ἅπασι πρὸς ἅπαντας ὑπὲρ ὧν ἔδρασαν ἢ ἔπαθον ἀδόλου γινομένης, ἧττον δὲ τούτων εὐπρεπεῖς, ἐν αἷς τὸ μὲν πλῆθος ἀπολύεται τῶν ἐγκλημάτων, οἱ δὲ ἀδικήσαντες ἀλλήλους ἀναγκάζονται δίκας ὑπέχειν λόγῳ κρινόμενοι καὶ νόμῳ.
ἐγὼ νομίζω κρατίστας μὲν εἶναι διαλλαγὰς καὶ πρεπωδεστάτας συγγενέσι καὶ φίλοις πρὸς ἀλλήλους, ἐν αἷς οὐδέν ἐστιν ἔγκοτον οὐδὲ μνησίκακον ἀφέσεως ἅπασι πρὸς ἅπαντας ὑπὲρ ὧν ἔδρασαν ἢ ἔπαθον ἀδόλου γινομένης, ἧττον δὲ τούτων εὐπρεπεῖς, ἐν αἷς τὸ μὲν πλῆθος ἀπολύεται τῶν ἐγκλημάτων, οἱ δὲ ἀδικήσαντες ἀλλήλους ἀναγκάζονται δίκας ὑπέχειν λόγῳ κρινόμενοι καὶ νόμῳ. 私自身は、互いに対して恨みも根に持つこともなく、行ったことや被ったことについて、すべての人々の間ですべての人に対して欺瞞のない許しがなされる和解こそが、親族や友人同士にとって最も優れ、最もふさわしいものであると考えます。 これらよりは気高さにおいて劣るものの、一般の民衆は告訴から解放され、互いに害をなした者たちだけが、理性と法によって裁かれて処罰を受けることを強制される和解もあります。
§3.8.5τούτων δὴ τῶν διαλλαγῶν ἐμοὶ μὲν δοκεῖ χρῆναι τὰς εὐπρεπεστέρας καὶ μεγαλοψυχοτέρας ἡμᾶς ἑλέσθαι καὶ γνώμην θέσθαι περὶ μηδενὸς ἡμᾶς ἀλλήλοις μνησικακεῖν, σὺ δʼ εἰ μὴ βούλει διαλλάττεσθαι τοῦτον τὸν τρόπον, ὦ Τύλλε, ἀλλὰ καὶ διδόναι δίκας καὶ λαμβάνειν ἀξιοῖς τοὺς ἐν ταῖς αἰτίαις παρʼ ἀλλήλων, ἕτοιμοι καὶ ταῦτα ποιεῖν εἰσιν Ἀλβανοὶ τὰ κοινὰ ἔχθη προκαταλυσάμενοι.
τούτων δὴ τῶν διαλλαγῶν ἐμοὶ μὲν δοκεῖ χρῆναι τὰς εὐπρεπεστέρας καὶ μεγαλοψυχοτέρας ἡμᾶς ἑλέσθαι καὶ γνώμην θέσθαι περὶ μηδενὸς ἡμᾶς ἀλλήλοις μνησικακεῖν, σὺ δʼ εἰ μὴ βούλει διαλλάττεσθαι τοῦτον τὸν τρόπον, ὦ Τύλλε, ἀλλὰ καὶ διδόναι δίκας καὶ λαμβάνειν ἀξιοῖς τοὺς ἐν ταῖς αἰτίαις παρʼ ἀλλήλων, ἕτοιμοι καὶ ταῦτα ποιεῖν εἰσιν Ἀλβανοὶ τὰ κοινὰ ἔχθη προκαταλυσάμενοι. εἰ δέ τινας ἔχεις παρὰ ταύτας λέγειν ἑτέρας εἴτε καλλίους διαλλαγὰς εἴτε δικαιοτέρας, οὐκ ἂν φθάνοις φέρων εἰς μέσον καὶ πολλήν σοι χάριν εἴσομαι. これら二つの和解のうち、私としては、より気高く寛大な方を選び、互いにいかなる不満も根に持たないと合意するべきだと考えます。 しかし、トゥルスよ、もしあなたがこの方法で和解することを望まず、訴追されている者たちが互いに処罰を受け、また与えることを求めるのであれば、アルバ人も、共通の敵意をあらかじめ解消した上で、それを行う用意があります。
εἰ δέ τινας ἔχεις παρὰ ταύτας λέγειν ἑτέρας εἴτε καλλίους διαλλαγὰς εἴτε δικαιοτέρας, οὐκ ἂν φθάνοις φέρων εἰς μέσον καὶ πολλήν σοι χάριν εἴσομαι.
もしあなたがこれら以外に、より素晴らしい、あるいはより公正な和解を他に示すことができるなら、一刻も早くそれを公に示してください。 そうすれば私はあなたに深く感謝するでしょう。 」

語釈・文法注

  1. 3.8.1ἀναγνωσθεισῶν ... κατασχούσης — 複数の属格絶対構文(ἀναγνωσθεισῶν ... ἐπιστολῶν、τοῦ ἀνδρὸς ἐξηγησαμένου ...、ἐκπλήξεώς τε μεγάλης κατασχούσης ...)が並列されており、これらは主節の動詞 ἔλεξεν に対する時間的・状況的な背景を示している。
  2. 3.8.2ἐν ᾧ καὶ κρατηθέντες ἀπολεῖσθε καὶ κρατήσαντες — 接続詞 καὶ ... καὶ が「〜であっても、また〜であっても」を意味し、未来動詞 ἀπολεῖσθε(ἀπόλλυμαι の中道未来、二人称複数)に二つの対照的な分詞 κρατηθέντες(aorist受動分詞「敗北して」)と κρατήσαντες(aorist能動分詞「勝利して」)が係っている。
  3. 3.8.3μανίας γὰρ θάτερα ἀξιοῦν — θάτερα は τὰ ἕτερα(「もう一方の、他のもの」)の縮約。ここでは「対抗する別の行動(=不敬な敵を共同で攻めないこと)」を意味し、不定詞 ἀξιοῦν(「要求する」)の目的語となっている。μανίας は性質を記述する述語的属格で、「他のことを求めるのは狂気の沙汰(特質)である」の意。
  4. 3.8.5οὐκ ἂν φθάνοις φέρων εἰς μέσον — οὐκ ἂν φθάνοις と分詞の結合によるイディオム。直訳すると「君は〜することを先んじすぎることはないだろう」となるが、相手に対して一刻も早い行動を促すための強い命令や勧告(「急いで〜しなさい」「一刻も早く〜せよ」)を表現する。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §3.8.1-3.8.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.8.1-3.8.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。