Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.9.1-3.9.7

图路斯同意和解与两市合并的提议

第 176 段,共 962 段 · 希腊语

内容简介

罗马国王图路斯透露他已预先得知敌人的阴谋,并同意和平和解,同时提议两市合并或通过单一议会及霸权委让实现制度统一,以防止未来的冲突。

§3.9.1ταῦτʼ εἰπόντος τοῦ Φουφεττίου παραλαβὼν τὸν λόγον ὁ τῶν Ῥωμαίων βασιλεὺς ἔλεξε· καὶ ἡμεῖς, ὦ Φουφέττιε, βαρεῖαν ὑπελαμβάνομεν ἡμᾶς καταλήψεσθαι συμφοράν, εἰ διʼ αἵματος καὶ φόνων ἀναγκασθείημεν κρῖναι τὸν συγγενῆ πόλεμον, καὶ ὑπὸ τῶν ἱερῶν ὁπότε τὰ προπολέμια θύοιμεν ἐκωλυόμεθα ἄρχειν μάχης·
福费提乌斯说完这些话后,罗马国王接过话头说道:“福费提乌斯啊,我们也曾认为,如果被迫通过流血和杀戮来决定这场亲属之战,我们将遭受沉重的灾祸;并且每当我们献祭战前祭品时,神圣的祭礼都阻碍我们开始战斗。
τάς τε ἀπορρήτους Φιδηναίων καὶ Οὐιεντανῶν συνωμοσίας, ἃς ἐπʼ ἀμφοτέροις ἡμῖν συνώμοσαν, ὀλίγῳ πρότερον σοῦ πεπύσμεθα παρὰ τῶν ἐκεῖθεν ξένων καὶ οὐκ ἀφύλακτοι πρὸς αὐτάς ἐσμεν, ἀλλʼ ὡς παθεῖν τε μηδὲν αὐτοὶ κακὸν κἀκείνους τιμωρήσασθαι τῆς ἐπιβουλῆς ἀξίως παρεσκευάσμεθα, οὐχ ἧττόν τε σοῦ καταλύσασθαι τὸν πόλεμον ἀμαχητὶ μᾶλλον ἢ διὰ τῶν ὅπλων ἐβουλόμεθα.
至于斐代奈人和维伊人针对我们双方所策划的秘密阴谋,我比你稍早一些从那里的客友处得知,我们对此并非毫无防范,而是已经作好准备,使我们自己不受任何伤害,并对他们的阴谋施以应有的惩罚。 我们和你一样,同样希望不用战斗、而是通过和平的方式来结束这场战争,而不是通过武力。
§3.9.2πρότεροι δὲ πρεσβεύεσθαι περὶ διαλλαγῶν οὐκ ἠξιοῦμεν, ἐπείπερ οὐδʼ ἤρξαμεν αὐτοὶ πρότεροι τοῦ πολέμου, ἄρξαντας δὲ ἠμυνάμεθα.
但我们过去认为不应当由我们首先派遣使节商讨和解,因为我们自己并没有首先挑起战争,而只是对挑起战争者进行自卫。
ἀποτιθεμένων δὲ ὑμῶν τὰ ὅπλα δεχόμεθα τὰς προκλήσεις ἄσμενοι καὶ περὶ διαλλαγῶν οὐδὲν ἀκριβολογούμεθα, ἀλλὰ τὰς κρατίστας τε καὶ μεγαλοψυχοτάτας δεχόμεθα πᾶν ἀδίκημα καὶ πᾶν ἁμάρτημα τῆς Ἀλβανῶν πόλεως ἀφιέντες, εἰ δὴ καὶ κοινὰ χρὴ καλεῖν πόλεως ἁμαρτήματα, ὧν ὁ στρατηγὸς ὑμῶν Κλοίλιος αἴτιος ἦν, ὃς ὑπὲρ ἀμφοτέρων ἡμῶν οὐ μεμπτὰς τέτικε δίκας τοῖς θεοῖς.
如今既然你们放下武器,我们便乐意接受你们的提议,并且在和解条件上不作苛求,而是接受最优秀、最宽大的条件,宽恕阿尔巴城邦的一切不义和过错——如果确实应当把这些过错称为城邦共同的过错的话,而这些过错的起因是你们的将军克洛埃里乌斯,他已经代表我们双方,向神明付出了无可指摘的代价。
§3.9.3ἀφείσθω δὴ πᾶσα ἐγκλήματος ἰδίου τε καὶ κοινοῦ πρόφασις καὶ μηδενὸς ἔτι μνήμη τῶν παρεληλυθότων ἔστω κακῶν, ὡς καὶ σοί, ὦ Φουφέττιε, δοκεῖ·
因此,让所有私人和共同控诉的借口都消除吧,不再留有对过去恶事的记忆,正如你,福费提乌斯,所认为的那样。
ἀλλʼ οὐκ ἀπόχρη τοῦτο μόνον ἡμᾶς σκοπεῖν, ὅπως ἂν τὴν παροῦσαν ἔχθραν διαλυσαίμεθα πρὸς ἀλλήλους, ἀλλʼ ὅπως μηδʼ αὖθίς ποτε πολεμήσομεν ἔτι δεῖ παρασκευάσασθαι·
但是,仅仅考虑我们如何消除目前彼此的敌意是不够的,我们还必须做好准备,使我们今后绝不再战。
οὐ γὰρ ἀναβολὰς ποιησόμενοι τῶν κακῶν συνεληλύθαμεν, ἀλλʼ ἀπαλλαγάς.
因为我们聚集于此,不是为了拖延灾祸,而是为了摆脱灾祸。
τίς οὖν ἡ βεβαία τοῦ πολέμου κατάλυσις ἔσται καὶ τί παρασχόντες εἰς τὰ πράγματα ἑκάτεροι νῦν τε καὶ εἰς τὸν ἀεὶ χρόνον ἐσόμεθα φίλοι, σὺ μὲν παρέλιπες, ὦ Φουφέττιε, ἐγὼ δʼ ἔτι καὶ τοῦτο προσθεῖναι πειράσομαι.
那么,什么是稳固的战争终结? 我们双方现在及永远成为朋友,各自需要为大局贡献什么? 福费提乌斯啊,这一点你漏掉了,而我将试着把这一点也加上去。
§3.9.4εἰ παύσαιντο μὲν Ἀλβανοὶ φθονοῦντες Ῥωμαίοις ἐφʼ οἷς ἔχουσιν ἀγαθοῖς, οὐκ ἄνευ μεγάλων κινδύνων καὶ πόνων πολλῶν αὐτὰ κτησάμενοι, ʽοὐθὲν γοῦν πεπονθότες ὑφʼ ἡμῶν οὔτε μεῖζον οὔτε ἔλαττον κακὸν διὰ τοῦτο μισεῖτε ἡμᾶς, ὅτι δοκοῦμεν ἄμεινον ὑμῶν πράττεινʼ παύσαιντο δὲ Ῥωμαῖοι δι’ ὑποψίας ἔχοντες Ἀλβανοὺς ὡς ἐπιβουλεύοντας ἀεί σφισι καὶ φυλαττόμενοι καθάπερ ἐχθρούς·
如果阿尔巴人停止嫉妒罗马人所拥有的福祉(这些福祉并非没有历经极大的危险和繁重的劳苦而获得,『实际上,你们并没有受到我们大大小小的任何伤害,你们憎恨我们,仅仅是因为我们似乎比你们生活得更好』),如果罗马人停止猜疑阿尔巴人总是在阴谋对付他们并像防范敌人一样防范他们(那么这些事情就会实现)。
οὐ γὰρ ἂν γένοιτο βεβαίως φίλος τῷ μισοῦντι οὐδείς.
因为,没有人能与憎恨自己的人成为稳固的朋友。
§3.9.5πῶς οὖν γενήσεται τούτων ἑκάτερον;
那么,这两件事要如何实现呢?
οὐκ ἐὰν γράψωμεν αὐτὰ ἐν ταῖς ὁμολογίαις οὐδʼ ἐὰν ὀμόσωμεν ἀμφότεροι καθʼ ἱερῶν, ʽμικραὶ γὰρ αὗταί γε αἱ φυλακαὶ καὶ ἀσθενεῖσʼ ἀλλʼ ἐὰν κοινὰς ἡγησώμεθα τὰς ἀλλήλων τύχας.
不是通过将它们写进条约,也不是通过我们双方对着祭品宣誓(『因为这些防线既微弱又无力』),而是如果我们把彼此的命运视为一体。
ἓν γάρ ἐστι μόνον, ὦ Φουφέττιε, λύπης ἀνθρωπίνης ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς γινομένης ἄκος, τὸ μηκέτι τοὺς φθονοῦντας ἀλλότρια τὰ τῶν φθονουμένων ἀγαθὰ ἡγεῖσθαι.
福费提乌斯啊,因为对于因他人福祉而产生的人类痛苦,唯一的解药就是让嫉妒者不再把被嫉妒者的福祉视为外人之物。
§3.9.6ἵνα δὴ τοῦτο γένηται, Ῥωμαίους μὲν οἶμαι δεῖν εἰς τὸ κοινὸν Ἀλβανοῖς θεῖναι πάντα ὅσα τε νῦν ἔχουσι καὶ αὖθις ἕξουσιν ἀγαθά, Ἀλβανοὺς δὲ ἀγαπητῶς τὰ διδόμενα δέχεσθαι καὶ γενέσθαι μάλιστα μὲν ἅπαντας ὑμᾶς, εἰ δὲ μή γε τοὺς πλείστους τε καὶ ἀρίστους ὑμῶν τῆς Ῥωμαίων πόλεως οἰκήτορας.
因此,为了实现这一点,我认为罗马人必须将他们现在拥有和今后将拥有的一切福祉与阿尔巴人共享,而阿尔巴人则应当欣然接受所赐予的一切,并且最好是你们所有人,如果不行,至少是你们中的大多数人和最优秀的人,成为罗马城邦的居民。
οὐ γὰρ δὴ Σαβίνοις μὲν καὶ Τυρρηνοῖς καλῶς εἶχεν ἐκλιποῦσι τὰς ἑαυτῶν πόλεις μεταθέσθαι τοὺς βίους ὡς ἡμᾶς, ὑμῖν δὲ ἄρα τοῖς συγγενεστάτοις τὸ αὐτὸ τοῦτο γενόμενον οὐχ ἕξει καλῶς;
因为,如果萨宾人和伊特鲁里亚人离开他们自己的城市、将生活迁移到我们这里是件好事,那么对于作为我们最亲近属的你们来说,同样的事情发生难道就不是好事吗?
§3.9.7εἰ δʼ οὐκ ἀξιώσετε μίαν οἰκεῖν πόλιν τὴν ἡμετέραν μεγάλην τε οὖσαν ἤδη καὶ ἔτι μᾶλλον ἐσομένην, ἀλλὰ φιλοχωρήσετε τοῖς πατρῴοις ἐφεστίοις, ἐκεῖνό γέ τοι ποιήσατε· βουλευτήριον ἓν ἀποδείξατε, ὃ τὰ συμφέροντα ὑπὲρ ἑκατέρας βουλεύσει πόλεως, καὶ τὴν ἡγεμονίαν ἀπόδοτε μιᾷ τῇ κρείττονι πόλει καὶ πλείονα δυναμένῃ ποιεῖν ἀγαθὰ τὴν ἥττονα.
如果你们认为不应当居住在我们这一座如今已经强大、未来还会更加强大的城市里,而是执着于祖先的炉灶,那么至少请做到这一点:设立一个单一的议会,为两个城市的利益进行决策,并将领导权交给那座更强大、且有能力为较弱城市带来更多福祉的城市。
ἐγὼ μὲν δὴ ταῦτʼ ἀξιῶ καὶ τούτων γενομένων τόθʼ ἡγοῦμαι βεβαίως ἡμᾶς ἔσεσθαι φίλους, δύο δὲ πόλεις οἰκοῦντας ἰσοκορύφους ὥσπερ νῦν οὐδέποτε ὁμονοήσειν.
我确实提出这些要求,而且我认为,只有在这些要求实现之后,我们才能成为稳固的朋友。 但如果像现在这样,居住在两座平起平坐的城市里,我们永远无法达成和睦。 ”

词汇与语法注释

  1. 3.9.1ὑπὸ τῶν ἱερῶν — 介词 `ὑπό` 连同属格通常表示人称施事者,但此处无生命的“神圣仪式”(或其预兆)被拟人化,并被视为主要动词 `ἐκωλυόμεθα` 的施事者。
  2. 3.9.1ὡς παθεῖν ... παρεσκευάσμεθα — `ὡς` 连同不定式构成了结果或目的状语从句,修饰 `παρεσκευάσμεθα`(我们已作好准备)。此处用 `ὡς` 代替了更常见的 `ὥστε`。
  3. 3.9.4εἰ παύσαιντο μὲν ... παύσαιντο δὲ ... — 这是一个由 `εἰ` 和希求语气(潜在)构成的条件从句,但由于插入语的干扰,它缺乏明确的主语归结句,导致句法不连贯(破格)。在逻辑上,它指向下一句的解释(“因为没有人能真正成为…”)以及 §3.9.5 的提问。
  4. 3.9.7δύο δὲ πόλεις οἰκοῦντας ... οὐδέποτε ὁμονοήσειν — 未来不定式 `ὁμονοήσειν` 是由主句动词 `ἡγοῦμαι`(我认为)支配的“带对格的不定式”(A.C.I.)结构的一部分。对格分词 `οἰкоῦντας` 修饰其暗示的主语(“作为两个城市居住着的我们”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.9.1-3.9.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.9.1-3.9.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。