§3.10.1ταῦτʼ ἀκούσας ὁ Φουφέττιος χρόνον εἰς βουλὴν ᾐτήσατο, καὶ μεταστὰς ἐκ τοῦ συλλόγου μετὰ τῶν παρόντων Ἀλβανῶν εἰ χρὴ δέχεσθαι τὰς αἱρέσεις ἐσκόπει.
フフェティウスはこれを聞くと、熟議のための時間を要求し、集会から退席して同行のアルバ人たちとともに、これらの提案を受け入れるべきかどうかを検討した。
ὡς δὲ τὰς ἁπάντων γνώμας ἔλαβεν, ἐπιστρέψας αὖθις εἰς τὸν σύλλογον ἔλεξεν·
そして全員の意見を聞き終えると、再び集会に戻って語った。
ἡμῖν μέν, ὦ Τύλλε, τὴν μὲν πατρίδα καταλιπεῖν οὐ δοκεῖ οὐδʼ ἐξερημοῦν ἱερὰ πατρῷα καὶ προγονικὰς ἑστίας καὶ τόπον, ὃν ἐγγὺς ἐτῶν πεντακοσίων οἱ πατέρες ἡμῶν κατέσχον, καὶ ταῦτα μὴ πολέμου κατειληφότος ἡμᾶς μηδʼ ἄλλης θεοπέμπτου συμφορᾶς μηδεμιᾶς·
「トゥッルスよ、我々としては、祖国を去ることも、祖先伝来の神聖な儀礼や先祖代々の炉端、そして我々の父祖が約五百年にわたって占有してきた土地を荒廃させることもよしとは思わない。 それも、戦争が我々を襲ったわけでもなく、神の送った他のいかなる災厄もないのに、そのようなことをするとは。
ἓν δὲ καταστήσασθαι βουλευτήριον καὶ μίαν εἶναἰ §3.10.2τὴν ἄρξουσαν τῆς ἑτέρας πόλιν οὐκ ἀπαρέσκει.
しかし、一つの評議会を設置し、他方の都市を支配する都市が一つ存在することは、不都合とはしない。
γραφέσθω δὴ καὶ τοῦτο τὸ μέρος ἐν ταῖς συνθήκαις, ει δοκεῖ, καὶ πᾶσα ἀναιρείσθω πολέμου πρόφασις.
したがって、もしよろしければ、この条項も協定の中に書き記し、戦争のあらゆる口実を取り除こう。
ὡς δὲ συνέβησαν ἐπὶ τούτοις, περὶ τῆς μελλούσης τὴν ἡγεμονίαν παραλήψεσθαι πόλεως διεφέροντο, καὶ πολλοὶ ἐλέχθησαν εἰς τοῦτο λόγοι παρʼ ἀμφοτέρων δικαιοῦντος ἑκατέρου τὴν αὑτοῦ πόλιν ἄρχειν τῆς ἑτέρας.
」これらについて彼らが合意に達すると、今度は将来どちらの都市が覇権を引き継ぐべきかについて論争が生じ、双方から多くの議論がなされた。 それぞれ自らの都市が他方の都市を支配するのが正当であると主張したのである。
ὁ μὲν οὖν Ἀλβανὸς τοιαῦτα προίσχετο δίκαια·
そこでアルバ人の指導者は以下のような正当性を主張した。
§3.10.3ἡμεῖς, ὦ Τύλλε, καὶ τῆς μὲν ἄλλης ἄρχειν ἄξιοί ἐσμεν Ἰταλίας, ὅτι ἔθνος Ἑλληνικὸν καὶ μέγιστον τῶν κατοικούντων τήνδε τὴν γῆν ἐθνῶν παρεχόμεθα, τοῦ δὲ Λατίνων ἔθνους, εἰ καὶ μηδενὸς τῶν ἄλλων, ἡγεῖσθαι δικαιοῦμεν οὐκ ἄτερ αἰτίας, ἀλλὰ κατὰ τὸν κοινὸν ἀνθρώπων νόμον, ὃν ἡ φύσις ἔδωκεν ἅπασι, τῶν ἐκγόνων ἄρχειν τοὺς προγόνους.
「トゥッルスよ、我々は、他のイタリアをも支配するにふさわしい。 なぜなら、我々はギリシア系であり、この地に住む諸民族の中で最大の民族を提示しているからである。 また、ラティウム民族を率いることについては、他のどの民族に対してもそうでないとしても、理由なしにではなく、自然がすべての人に与えた共通の法則、すなわち『先祖が子孫を支配する』という法則に従って当然であると主張する。
ὑπὲρ ἁπάσας δὲ τὰς ἄλλας ἀποικίας, αἷς μέχρι τοῦ παρόντος οὐδὲν ἐγκαλοῦμεν, τῆς ὑμετέρας οἰόμεθα δεῖν πόλεως ἄρχειν οὐ πρὸ πολλοῦ τὴν ἀποικίαν εἰς αὐτὴν ἀπεσταλκότες, ὥστε ἐξίτηλον εἶναι ἤδη τὸ ἀφʼ ἡμῶν γένος ὑπὸ χρόνου παλαιωθέν, ἀλλὰ τῇ τρίτῃ πρὸ ταύτης γενεᾷ.
そして、現在まで我々が何ら咎めることのない他のすべての植民都市に対してもそうだが、とりわけあなたがたの都市を我々が支配すべきだと考える。 なぜなら、我々があなたがたの都市に植民を送り出したのは、時の経過によって我々の系統がすでに消滅してしまうほど遥か昔のことではなく、これよりわずか三世代前のことだからである。
ἐὰν δὲ ἀναστρέψασα τὰς ἀνθρωπίνας δικαιώσεις ἡ φύσις τὰ νέα τάξῃ τῶν πρεσβυτέρων ἄρχειν καὶ τὰ ἔκγονα τῶν προγόνων, τότε καὶ ἡμεῖς ἀνεξόμεθα τὴν μητρόπολιν ὑπὸ τῆς ἀποικίας ἀρχομένην, πρότερον δὲ οὔ.
もし自然が人間の正義を逆転させ、若い世代が年長者を支配し、子孫が先祖を支配するように定めるならば、その時には我々も本国が植民都市に支配されることを容認しよう。 しかし、それまでは容認しない。
§3.10.4ἓν μὲν δὴ τοῦτο τὸ δικαίωμα παρεχόμενοι τῆς ἀρχῆς οὐκ ἂν ἀποσταίημεν ὑμῖν ἑκόντες ἕτερον δὲ τοιόνδε·
我々は支配に関するこの第一の正当性を提示し、自発的にあなたがたに譲ることはない。 第二の正当性は以下のようなものである。
δέξασθε δὲ αὐτὸ μὴ ὡς ἐπὶ διαβολῇ καὶ ὀνειδισμῷ τῷ ὑμετέρῳ λεγόμενον, ἀλλὰ τοῦ ἀναγκαίου ἕνεκα·
ただし、これをあなたがたへの誹謗や非難として語られているのではなく、必要に迫られてのものと受け取ってほしい。
ὅτι τὸ μὲν Ἀλβανῶν γένος οἷον ἦν ἐπὶ τῶν κτισάντων τὴν πόλιν, τοιοῦτον ἕως τῶν καθʼ ἡμᾶς χρόνων διαμένει, καὶ οὐκ ἂν ἔχοι τις ἐπιδεῖξαι φῦλον ἀνθρώπων οὐδὲν ἔξω τοῦ Ἑλληνικοῦ τε καὶ τοῦ Λατίνων, ᾧ τῆς πολιτείας μεταδεδώκαμεν·
すなわち、アルバ人の血統は都市を創建した人々の時代から今日の時代に至るまで変わらず維持されており、我々が市民権を与えたギリシア人およびラテン人の系統以外に、いかなる人種も示すことはできない。
ὑμεῖς δὲ τὴν ἀκρίβειαν τοῦ παρʼ ἑαυτοῖς πολιτεύματος διεφθάρκατε Τυρρηνούς τε ὑποδεξάμενοι καὶ Σαβίνους καὶ ἄλλους τινὰς ἀνεστίους καὶ πλάνητας καὶ βαρβάρους πάνυ πολλούς, ὥστε ὀλίγον τὸ γνήσιον ὑμῶν ἐστιν ὅσον ἀφʼ ἡμῶν ὡρμήθη, μᾶλλον δὲ πολλοστὸν τοῦ §3.10.5ἐπεισάκτου τε καὶ ἀλλοφύλου.
しかし、あなたがたは自らの国制の純粋性を、エトルリア人やサビニ人、その他多くの宿なしの放浪者や極めて多くの蛮族を受け入れることによって台無しにしてしまった。 そのため、あなたがたのうち我々から発した純粋な部分はわずかしかなく、むしろ流入した異民族の(全体に比べて)ごく一部にすぎない。
εἰ δὲ ἡμεῖς παραχωρήσαιμεν ὑμῖν τῆς ἀρχῆς, τὸ νόθον ἄρξει τοῦ γνησίου καὶ τὸ βάρβαρον τοῦ Ἑλληνικοῦ καὶ τὸ ἐπείσακτον τοῦ αὐθιγενοῦς.
もし我々があなたがたに支配権を譲るならば、庶子が嫡子を支配し、野蛮がギリシアを支配し、外来者が土着の者を支配することになる。
οὐδὲ γὰρ ἂν τοῦτο ἔχοιτε εἰπεῖν, ὅτι τὸν μὲν ἔπηλυν ὄχλον οὐδενὸς εἰάκατε εἶναι τῶν κοινῶν κύριον, ἄρχετε δʼ αὐτοὶ τῆς πόλεως καὶ βουλεύετε οἱ αὐθιγενεῖς·
なぜなら、あなたがたは『外来の群衆にはいかなる国政の主権も許しておらず、我々土着の者自身が都市を支配し評議している』と言うことはできないからである。
ἀλλὰ καὶ βασιλεῖς ἀποδείκνυτε ξένους, καὶ τῆς βουλῆς τὸ πλεῖστον ὑμῖν ἐστιν ἐκ τῶν ἐπηλύδων, ὧν οὐδὲν ἂν φήσαιτε ἑκόντες ὑπομένειν.
実際、あなたがたは外国人を王として推戴し、評議会の大半は外来者で占められている。 あなたがたは、これらを進んで耐え忍んでいるとは決して言えないだろう。
τίς γὰρ ἑκουσίως ἄρχεται τῶν κρειττόνων ὑπὸ τοῦ χείρονος;
より優れた者がより劣った者に自発的に支配される者がいるだろうか。
πολλὴ δὴ μωρία καὶ κακότης, ἃ διʼ ἀνάγκην φαίητʼ ἂν ὑμεῖς ὑπομένειν, §3.10.6ταῦτα ἡμᾶς ἑκόντας δέχεσθαι.
あなたがたが必要に迫られて耐え忍んでいると言うであろうこれらのことを、我々が自発的に受け入れるのは、大いなる愚行であり卑劣である。
τελευταῖός μοι λόγος ἐστίν, ὅτι τῆς Ἀλβανῶν πόλεως οὐθὲν ἔτι παρακινεῖ μέρος τοῦ πολιτεύματος ὀκτωκαιδεκάτην ἤδη γενεὰν οἰκουμένης καὶ πάντα ἐν κόσμῳ τὰ συνήθη καὶ πάτρια ἐπιτελούσης, ἡ δʼ ὑμετέρα πόλις ἀδιακόσμητός ἐστιν ἔτι καὶ ἀδιάτακτος, ἅτε νεόκτιστος οὖσα καὶ ἐκ πολλῶν συμφορητὸς ἐθνῶν, ᾗ μακρῶν δεῖ χρόνων καὶ παθημάτων παντοδαπῶν, ἵνα καταρτισθῇ καὶ παύσηται ταραττομένη καὶ στασιάζουσα ὥσπερ νῦν.
最後に私の主張を言えば、アルバの都市はすでに第十八世代にわたって居住され、国制のいかなる部分も動揺することなく、すべての慣習と祖先伝来の儀礼を秩序正しく執り行っている。 これに対して、あなたがたの都市は新設されたばかりで、多くの民族から寄せ集められたものであるため、未だ秩序も整わず配置もされていない。 それが整備され、現在のように混乱し内紛を起こすのをやめるには、長い時間とあらゆる種類の試練が必要である。
ἅπαντες δʼ ἂν εἴποιεν ὅτι δεῖ τὰ καθεστηκότα τῶν ταραττομένων καὶ τὰ πεπειραμένα τῶν ἀδοκιμάστων καὶ τὰ ὑγιαίνοντα τῶν νοσούντων ἄρχειν·
確立されたものが動揺しているものを、経験を経たものが未検証のものを、健全なものが病んでいるものを支配すべきだということは、誰もが言うであろう。
οἷς ὑμεῖς τἀναντία ἀξιοῦντες οὐκ ὀρθῶς ποιεῖτε.
あなたがたはこれらと反対のことを要求しており、正しくない。 」