§3.61.1ταύτας λαβόντες οἱ πρέσβεις τὰς ἀποκρίσεις ᾤχοντο καὶ μετʼ ὀλίγας ἡμέρας παρῆσαν οὐ λόγους αὐτῷ μόνον φέροντες ψιλούς, ἀλλὰ καὶ τὰ σύμβολα τῆς ἡγεμονίας, οἷς ἐκόσμουν αὐτοὶ τοὺς σφετέρους βασιλεῖς, κομίζοντες στεφανόν τε χρύσεον καὶ θρόνον ἐλεφάντινον καὶ σκῆπτρον ἀετὸν ἔχον ἐπὶ τῆς κεφαλῆς χιτῶνά τε πορφυροῦν χρυσόσημον καὶ περιβόλαιον πορφυροῦν ποικίλον, οἷα Λυδῶν τε καὶ Περσῶν ἐφόρουν οἱ βασιλεῖς, πλὴν οὐ τετράγωνόν γε τῷ σχήματι, καθάπερ ἐκεῖνα ἦν, ἀλλʼ ἡμικύκλιον.
使節たちはこれらの回答を受け取って立ち去り、数日後に戻ってきたが、彼に単なる言葉だけをもたらしたのではなく、彼ら自身が自分たちの王たちを飾っていた覇権の象徴を携えてきたのである。 すなわち、黄金の冠、象牙の王座、頭部に鷲のついた笏、金糸の刺繍のある紫色のチュニック、そしてリディア人やペルシア人の王たちが身にまとっていたような多彩な紫色のマントであるが、ただしそれらのように形が四角形ではなく、半円形のものである。
τὰ δὲ τοιαῦτα τῶν ἀμφιεσμάτων Ῥωμαῖοι μὲν τόγας, Ἕλληνες δὲ τήβεννον καλοῦσιν, οὐκ οἶδʼ ὁπόθεν μαθόντες·
この種の衣類を、ローマ人はトガと呼び、ギリシア人はテーベンノスと呼んでいるが、どこからその名を知ったのか私は知らない。
Ἑλληνικὸν γὰρ οὐ φαίνεταί μοι τοὔνομα εἶναι.
というのも、その名前は私にはギリシア語とは思われないからである。
§3.61.2ὡς δέ τινες ἱστοροῦσι καὶ τοὺς δώδεκα πελέκεις ἐκόμισαν αὐτῷ λαβόντες ἐξ ἑκάστης πόλεως ἕνα.
またある人々が伝えるところによれば、彼らは各都市から一本ずつ受け取った十二本の斧も彼にもたらした。
Τυρρηνικὸν γὰρ εἶναι ἔθος δοκεῖ ἑκάστου τῶν κατὰ πόλιν βασιλέων ἕνα προηγεῖσθαι ῥαβδοφόρον ἅμα τῇ δέσμῃ τῶν ῥάβδων πέλεκυν φέροντα·
エトルリア人の習慣では、各都市の王たちのそれぞれの前に、一人の警護兵が木の枝の束(ファスケス)とともに斧を運んで先導することになっているようである。
εἰ δὲ κοινὴ γίνοιτο τῶν δώδεκα πόλεων στρατεία, τοὺς δώδεκα πελέκεις ἑνὶ παραδίδοσθαι τῷ λαβόντι τὴν αὐτοκράτορα ἀρχήν.
そして、もし十二都市の共同の遠征が行われる場合には、全権の指揮権を与えられた一人の者にその十二本の斧が委ねられるのである。
§3.61.3οὐ μὴν ἅπαντές γε συμφέρονται τοῖς ταῦτα λέγουσιν, ἀλλὰ παλαίτερον ἔτι τῆς Ταρκυνίου δυναστείας πελέκεις δώδεκα πρὸ τῶν βασιλέων φέρεσθαί φασι, καταστήσασθαι δὲ τὸ ἔθος τοῦτο Ῥωμύλον εὐθὺς ἅμα τῷ παραλαβεῖν τὴν ἀρχήν.
もっとも、すべての人がこれらのことを言う人々に同意しているわけではない。 そうではなく、タルクィニウスの統治期よりもさらに以前から、王たちの前に十二本の斧が運ばれていたと言い、ロムルスが権力を掌握するとすぐにこの習慣を定めたのだと主張するのである。
οὐθὲν δὲ κωλύει τὸ μὲν εὕρημα Τυρρηνῶν εἶναι, χρήσασθαι δʼ αὐτῷ πρῶτον Ῥωμύλον παρʼ ἐκείνων λαβόντα, κομισθῆναι δὲ Ταρκυνίῳ σὺν τοῖς ἄλλοις κόσμοις βασιλικοῖς καὶ τοὺς δώδεκα πελέκεις, ὥσπερ γε καὶ νῦν Ῥωμαῖοι τὰ σκῆπτρα καὶ τὰ διαδήματα δωροῦνται τοῖς βασιλεῦσι βεβαιοῦντες αὐτοῖς τὰς ἐξουσίας, ἐπεὶ καὶ μὴ λαβόντες γε παρʼ ἐκείνων ἔχουσιν αὐτά.
しかし、その発明自体はエトルリア人のものであり、ロムルスが彼らからそれを受け取って最初に用い、さらにタルクィニウスに対して他の王の装飾品とともに十二本の斧がもたらされた、と解釈することを妨げるものは何もない。 それは、ちょうど今でもローマ人が諸王に笏や王冠を贈って彼らの権力を承認しているのと同じである。 なぜなら、王たちはローマ人からそれらを受け取らなくても、すでにそれらを所有しているからである。