Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.61.1-3.61.3

埃特鲁里亚王权象征的奉纳与其起源考

第 232 段,共 962 段 · 希腊语

内容简介

埃特鲁里亚使节接受了国王的条件,并携带着托加、十二把斧头等统治权的象征物返回。针对这些象征是否自罗穆路斯时代便已存在的不同记载,作者提出了一种调和性的历史见解。

§3.61.1ταύτας λαβόντες οἱ πρέσβεις τὰς ἀποκρίσεις ᾤχοντο καὶ μετʼ ὀλίγας ἡμέρας παρῆσαν οὐ λόγους αὐτῷ μόνον φέροντες ψιλούς, ἀλλὰ καὶ τὰ σύμβολα τῆς ἡγεμονίας, οἷς ἐκόσμουν αὐτοὶ τοὺς σφετέρους βασιλεῖς, κομίζοντες στεφανόν τε χρύσεον καὶ θρόνον ἐλεφάντινον καὶ σκῆπτρον ἀετὸν ἔχον ἐπὶ τῆς κεφαλῆς χιτῶνά τε πορφυροῦν χρυσόσημον καὶ περιβόλαιον πορφυροῦν ποικίλον, οἷα Λυδῶν τε καὶ Περσῶν ἐφόρουν οἱ βασιλεῖς, πλὴν οὐ τετράγωνόν γε τῷ σχήματι, καθάπερ ἐκεῖνα ἦν, ἀλλʼ ἡμικύκλιον.
使节们得到这些答复后便离去了,几天后他们又回来了,他们不仅给国王带来了空洞的话语,而且还带来了他们自己用来装饰自己国王的统治权的象征:金冠、象牙宝座、顶端有鹰的权杖、绣金的紫色突尼克(长衫),以及一件像吕底亚人和波斯人国王所穿的那种五彩缤纷的紫色外袍,只是形状不像那些外袍是四方形的,而是半圆形的。
τὰ δὲ τοιαῦτα τῶν ἀμφιεσμάτων Ῥωμαῖοι μὲν τόγας, Ἕλληνες δὲ τήβεννον καλοῦσιν, οὐκ οἶδʼ ὁπόθεν μαθόντες· Ἑλληνικὸν γὰρ οὐ φαίνεταί μοι τοὔνομα εἶναι.
这种衣服,罗马人称之为“托加”,希腊人则称之为“泰本诺斯”,我不知道他们是从哪里学到这个词的;因为在我看来,这个名字并不像是希腊语。
§3.61.2ὡς δέ τινες ἱστοροῦσι καὶ τοὺς δώδεκα πελέκεις ἐκόμισαν αὐτῷ λαβόντες ἐξ ἑκάστης πόλεως ἕνα.
另据一些人记载,他们还给他带来了十二把斧头,是从每个城市各取了一把。
Τυρρηνικὸν γὰρ εἶναι ἔθος δοκεῖ ἑκάστου τῶν κατὰ πόλιν βασιλέων ἕνα προηγεῖσθαι ῥαβδοφόρον ἅμα τῇ δέσμῃ τῶν ῥάβδων πέλεκυν φέροντα· εἰ δὲ κοινὴ γίνοιτο τῶν δώδεκα πόλεων στρατεία, τοὺς δώδεκα πελέκεις ἑνὶ παραδίδοσθαι τῷ λαβόντι τὴν αὐτοκράτορα ἀρχήν.
因为这似乎是埃特鲁里亚人的习俗:在每个城市的国王面前,都有一名执斧吏手持斧头和一捆笞棒在前面引路;如果十二个城市进行联合远征,这十二把斧头就会移交给获得全权指挥权的那个人。
§3.61.3οὐ μὴν ἅπαντές γε συμφέρονται τοῖς ταῦτα λέγουσιν, ἀλλὰ παλαίτερον ἔτι τῆς Ταρκυνίου δυναστείας πελέκεις δώδεκα πρὸ τῶν βασιλέων φέρεσθαί φασι, καταστήσασθαι δὲ τὸ ἔθος τοῦτο Ῥωμύλον εὐθὺς ἅμα τῷ παραλαβεῖν τὴν ἀρχήν.
然而,并非所有人都赞同这种说法,而是说,甚至在塔克文统治之前,国王面前就已经抬着十二把斧头了,且罗穆路斯在执掌权力之初便立即确立了这一习惯。
οὐθὲν δὲ κωλύει τὸ μὲν εὕρημα Τυρρηνῶν εἶναι, χρήσασθαι δʼ αὐτῷ πρῶτον Ῥωμύλον παρʼ ἐκείνων λαβόντα, κομισθῆναι δὲ Ταρκυνίῳ σὺν τοῖς ἄλλοις κόσμοις βασιλικοῖς καὶ τοὺς δώδεκα πελέκεις, ὥσπερ γε καὶ νῦν Ῥωμαῖοι τὰ σκῆπτρα καὶ τὰ διαδήματα δωροῦνται τοῖς βασιλεῦσι βεβαιοῦντες αὐτοῖς τὰς ἐξουσίας, ἐπεὶ καὶ μὴ λαβόντες γε παρʼ ἐκείνων ἔχουσιν αὐτά.
但没有什么能妨碍我们这样认为:这项发明本身属于埃特鲁里亚人,罗穆路斯从他们那里学来并首先使用,而这十二把斧头是与其他的国王饰物一起被送给塔克文的,正如现在罗马人也向国王们赠送权杖和王冠以确认其权力一样,因为即使不从罗马人那里获得,这些国王们本身也已经拥有了它们。

词汇与语法注释

  1. p.v.1p.383φέροντες... κομίζοντες — 修饰主动词 `παρῆσαν`(他们回来)的两个主格分词 `φέροντες`(带来)与 `κομίζοντες`(携带)并列,均与主语 `οἱ πρέσβεις`(使节们)一致。后一个分词 `κομίζοντες` 支配了随后列出的一系列宾格名词(如金冠、宝座等),作为统治权的具体象征。
  2. p.v.1p.384οὐθὲν δὲ κωλύει τὸ μὲν εὕρημα Τυρρηνῶν εἶναι... — 非人称动词 `κωλύει`(妨碍)支配了三个并列的“对格加不定式”(AcI)结构:(1) `τὸ μὲν εὕρημα ... εἶναι`(发明本身确实属于埃特鲁里亚人),(2) `χρήσασθαι δʼ αὐτῷ πρῶτον Ῥωμύλον`(罗穆路斯首先使用它),(3) `κομισθῆναι δὲ Ταρκυνίῳ ... καὶ τοὺς δώδεκα πελέκεις`(这十二把斧头也被送给塔克文)。作者通过这一长句并列结构,对相互冲突的历史记载提出了调和性的看法。
  3. 570μὴ λαβόντες — 伴随否定词 `μὴ` 的条件分词,表示让步或条件(“即使没有获得”或“即便不获得”)。它为主句动词 `ἔχουσιν` 设定了一个假设性的前提。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.61.1-3.61.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.61.1-3.61.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。