Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §3.56.1-3.56.4

火船によるサビニー軍の橋の焼失と陣営奪取

227 / 962 箇所 · ギリシア語

要旨

タルクィニウスは可燃物を載せた船を放流してサビニー人の橋を焼き、混乱に乗じて二つの陣営を挟撃して奪取し、多数の捕虜を得た。

§3.56.1σκάφας ποταμηγοὺς καὶ σχεδίας ξύλων αὔων καὶ φρυγάνων γεμούσας, ἔτι δὲ πίσσης τε καὶ θείου παρασκευασάμενος ἐπὶ θατέρου τῶν ποταμῶν, παρʼ ὃν αὐτὸς ἐστρατοπεδεύκει, ἔπειτα φυλάξας ἄνεμον οὔριον περὶ τὴν ἑωθινὴν φυλακὴν πῦρ ἐνεῖναι ταῖς ὕλαις ἐκέλευσε καὶ μεθεῖναι τὰς σκάφας καὶ τὰς σχεδίας φέρεσθαι κατὰ ῥοῦν.
タルクィニウスは、自らが陣を構えていた川の一方において、乾いた木や柴を満載し、さらに瀝青や硫黄を載せた川船やいかだを用意した。 その後、夜明けの警備のころに順風を見計らい、これらの木材に火を放つよう命じ、船といかだを放流して流れに乗せて漂わせた。
αἱ δὲ ἐν ὀλίγῳ πάνυ χρόνῳ διελθοῦσαι τὸν μεταξὺ πόρον ἐμπίπτουσι τῇ §3.56.2γεφύρᾳ καὶ ἀνάπτουσιν αὐτὴν πολλαχόθεν.
それらは極めて短時間のうちに中間の水路を通過し、橋に衝突して、各所からそれに火をつけた。
τῶν δὲ Σαβίνων ᾡς εἶδον ἄφνω πολλὴν φλόγα φερομένην συνδραμόντων ἐπὶ τὴν βοήθειαν καὶ πάντα μηχανωμένων ὅσα σβεστήρια τοῦ πυρὸς ἦν, ἧκεν ὁ Ταρκύνιος περὶ τὸν ὄρθρον ἄγων συντεταγμένην τὴν Ῥωμαίων δύναμιν καὶ προσβαλὼν θατέρῳ χάρακι τῶν μὲν πλείστων ἐκλελοιπότων τὰς φυλακὰς διὰ τὴν ἐπὶ τὰ καιόμενα ὁρμήν, ὀλίγων δέ τινων πρὸς ἀλκὴν τραπομένων, §3.56.3ἐγκρατὴς αὐτοῦ γίνεται δίχα πόνου.
サビニー人たちは、突然大きな炎が流れてくるのを目にして、消火の助けに一斉に駆け寄り、火を消すためのあらゆる手段を尽くしたが、その黎明のころ、タルクィニウスが隊列を整えたローマの軍勢を率いて現れ、一方の陣営に攻撃を仕掛けた。 燃えているものへ彼らが突奔したために大多数の者が持ち場を離れており、防戦に転じた者はごく少数であったため、彼は労せずしてそこを占領した。
ἐν ᾧ δὲ ταῦτα ἐπράττετο χρόνῳ καὶ τὸν ἕτερον τῶν Σαβίνων χάρακα τὸν ἐπέκεινα τοῦ ποταμοῦ κείμενον ἑτέρα δύναμις Ῥωμαίων ἐπελθοῦσα αἱρεῖ, ἣ προαπέσταλτο μὲν ὑπὸ Ταρκυνίου περὶ πρῶτον ὕπνον, διεληλύθει δὲ τὸν ἐκ τῶν δυεῖν ποταμῶν ἕνα γενόμενον ἐν σκάφαις καὶ σχεδίαις καθʼ ὃ μέρος περαιουμένη λήσεσθαι ἔμελλε τοὺς Σαβίνους, πλησίον δὲ τῆς ἑτέρας ἐγεγόνει παρεμβολῆς ἅμα τῷ θεάσασθαι τὴν γέφυραν καιομένην·
これらが行われているのと同時に、もう一方の川の向こう側にあるサビニー人の陣営も、押し寄せた別のローマの軍勢が奪取した。 この軍勢はタルクィニウスによって最初の睡眠のころにあらかじめ派遣されており、サビニー人に気づかれずに渡れる場所で、二つの川が合流して一本になった川を船といかだで渡り、橋が燃えるのを目撃すると同時に、もう一方の陣営の近くに達していた。
τοῦτο γὰρ ἦν αὐτῇ τὸ σύνθημα §3.56.4τῆς ἐφόδου.
というのも、これが彼らにとって突撃の合図であったからである。
τῶν δʼ ἐν τοῖς χάραξι καταληφθέντων οἱ μὲν ὑπὸ τῶν Ῥωμαίων μαχόμενοι κατεκόπησαν, οἱ δʼ εἰς τὴν συμβολὴν τῶν ποταμῶν ῥίψαντες ἑαυτοὺς οὐ δυνηθέντες ὑπερενεχθῆναι τὰς δίνας κατεπόθησαν·
陣営の中で捕らえられた者のうち、ある者は戦いながらローマ人によって斬り倒され、ある者は川の合流点に身を投じたものの、渦を越えることができずに飲み込まれた。
ἐφθάρη δέ τις αὐτῶν μοῖρα οὐκ ὀλίγη καὶ κατὰ τὴν βοήθειαν τῆς γεφύρας ὑπὸ τοῦ πυρός.
また、橋の救助にあたっていた彼らのうち、少なからぬ一部が火によって滅びた。
λαβὼν δὲ ὁ Ταρκύνιος ἀμφότερα τὰ στρατόπεδα τὰ μὲν ἐν αὐτοῖς καταληφθέντα χρήματα τοῖς στρατιώταις ἐπέτρεψε διανείμασθαι, τοὺς δὲ αἰχμαλώτους πολλοὺς πάνυ ὄντας Σαβίνων τε αὐτῶν καὶ Τυρρηνῶν εἰς Ῥώμην ἀγαγὼν διὰ πολλῆς εἶχε φυλακῆς.
タルクィニウスは両方の陣営を奪取すると、そこに残されていた財貨を兵士たちに分配することを許し、サビニー人とエトルリア人の非常に多数に上る捕虜をローマへと連行して、厳重な監視下に置いた。

語釈・文法注

  1. 3.56.2τῶν δὲ Σαβίνων ὡς εἶδον ἄφνω πολλὴν φλόγα φερομένην συνδραμόντων ἐπὶ τὴν βοήθειαν καὶ πάντα μηχανωμένων ὅσα σβεστήρια τοῦ πυρὸς ἦν — τῶν Σαβίνων ... συνδραμόντων ... καὶ ... μηχανωμένων は属格独立(独立分詞)構文であり、主節の主語 ὁ Ταρκύνιος とは異なるサビニー人たちを論理上の主語とする時間的状況を表す。分詞句の内部に ὡς εἶδον...(〜を見たとき)という従属節が挟み込まれた複雑な入れ子構造になっている。
  2. 3.56.3τὸν ἐκ τῶν δυεῖν ποταμῶν ἕνα γενόμενον — 「二つの川から一つになった(川)」を意味し、先行する διεληλύθει(渡り終えていた)の直接目的語である。名詞(この場合は ποταμόν)が省略されており、冠詞 τὸν と分詞 γενόμενον によって実体化されている。アニオ川とティベリス川の合流後の下流部を指す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §3.56.1-3.56.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.56.1-3.56.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。