§3.56.1σκάφας ποταμηγοὺς καὶ σχεδίας ξύλων αὔων καὶ φρυγάνων γεμούσας, ἔτι δὲ πίσσης τε καὶ θείου παρασκευασάμενος ἐπὶ θατέρου τῶν ποταμῶν, παρʼ ὃν αὐτὸς ἐστρατοπεδεύκει, ἔπειτα φυλάξας ἄνεμον οὔριον περὶ τὴν ἑωθινὴν φυλακὴν πῦρ ἐνεῖναι ταῖς ὕλαις ἐκέλευσε καὶ μεθεῖναι τὰς σκάφας καὶ τὰς σχεδίας φέρεσθαι κατὰ ῥοῦν.
塔克文在自己安营扎寨的那条河的一侧,准备了装满干柴和灌木的内河船只与木筏,此外还装有沥青和硫磺。 随后,他在黎明时分守候到顺风,下令点燃这些木料,并释放船只和木筏,任其顺流漂去。
αἱ δὲ ἐν ὀλίγῳ πάνυ χρόνῳ διελθοῦσαι τὸν μεταξὺ πόρον ἐμπίπτουσι τῇ §3.56.2γεφύρᾳ καὶ ἀνάπτουσιν αὐτὴν πολλαχόθεν.
这些船筏在极短的时间内穿过了中间的水道,冲向了桥梁,并从多处将其引燃。
τῶν δὲ Σαβίνων ᾡς εἶδον ἄφνω πολλὴν φλόγα φερομένην συνδραμόντων ἐπὶ τὴν βοήθειαν καὶ πάντα μηχανωμένων ὅσα σβεστήρια τοῦ πυρὸς ἦν, ἧκεν ὁ Ταρκύνιος περὶ τὸν ὄρθρον ἄγων συντεταγμένην τὴν Ῥωμαίων δύναμιν καὶ προσβαλὼν θατέρῳ χάρακι τῶν μὲν πλείστων ἐκλελοιπότων τὰς φυλακὰς διὰ τὴν ἐπὶ τὰ καιόμενα ὁρμήν, ὀλίγων δέ τινων πρὸς ἀλκὴν τραπομένων, §3.56.3ἐγκρατὴς αὐτοῦ γίνεται δίχα πόνου.
当萨宾人突然看到巨大的火焰漂流而来,纷纷跑来救火,并想尽一切办法试图扑灭大火时,塔克文在破晓时分率领排列整齐的罗马军队赶到,并向其中一座营垒发起进攻。 由于大多数人为了奔向着火处而放弃了岗位,只有极少数人转身抵抗,他便毫不费力地占领了它。
ἐν ᾧ δὲ ταῦτα ἐπράττετο χρόνῳ καὶ τὸν ἕτερον τῶν Σαβίνων χάρακα τὸν ἐπέκεινα τοῦ ποταμοῦ κείμενον ἑτέρα δύναμις Ῥωμαίων ἐπελθοῦσα αἱρεῖ, ἣ προαπέσταλτο μὲν ὑπὸ Ταρκυνίου περὶ πρῶτον ὕπνον, διεληλύθει δὲ τὸν ἐκ τῶν δυεῖν ποταμῶν ἕνα γενόμενον ἐν σκάφαις καὶ σχεδίαις καθʼ ὃ μέρος περαιουμένη λήσεσθαι ἔμελλε τοὺς Σαβίνους, πλησίον δὲ τῆς ἑτέρας ἐγεγόνει παρεμβολῆς ἅμα τῷ θεάσασθαι τὴν γέφυραν καιομένην·
就在进行这些行动的同时,另一支罗马军队也赶到并夺取了位于河对岸的萨宾人的另一座营垒。 这支军队是由塔克文在初更时分预先派出的,他们乘着船只和木筏,在可以避开萨宾人注意的河段,渡过了由两河合二为一的铺有船只和木筏的河流,并在看到桥梁燃烧的同时,已经接近了另一座营垒。
τοῦτο γὰρ ἦν αὐτῇ τὸ σύνθημα §3.56.4τῆς ἐφόδου.
因为这就是他们发起突击的信号。
τῶν δʼ ἐν τοῖς χάραξι καταληφθέντων οἱ μὲν ὑπὸ τῶν Ῥωμαίων μαχόμενοι κατεκόπησαν, οἱ δʼ εἰς τὴν συμβολὴν τῶν ποταμῶν ῥίψαντες ἑαυτοὺς οὐ δυνηθέντες ὑπερενεχθῆναι τὰς δίνας κατεπόθησαν· ἐφθάρη δέ τις αὐτῶν μοῖρα οὐκ ὀλίγη καὶ κατὰ τὴν βοήθειαν τῆς γεφύρας ὑπὸ τοῦ πυρός.
在营垒中被俘的人中,有的在战斗中被罗马人斩杀,有的投入两河交汇处,因无法渡过漩涡而被吞没;在抢救桥梁时,也有不少人被大火吞噬。
λαβὼν δὲ ὁ Ταρκύνιος ἀμφότερα τὰ στρατόπεδα τὰ μὲν ἐν αὐτοῖς καταληφθέντα χρήματα τοῖς στρατιώταις ἐπέτρεψε διανείμασθαι, τοὺς δὲ αἰχμαλώτους πολλοὺς πάνυ ὄντας Σαβίνων τε αὐτῶν καὶ Τυρρηνῶν εἰς Ῥώμην ἀγαγὼν διὰ πολλῆς εἶχε φυλακῆς.
塔克文夺取了这两座营垒,允许士兵们瓜分其中缴获的财物,而将数量众多的萨宾人和埃特鲁里亚人俘虏带回罗马,严加看管。