§3.57.1Σαβῖνοι μὲν οὖν ἐγνωσιμάχησαν ὑπὸ τῆς τότε συμφορᾶς βιασθέντες καὶ πρεσβευτὰς ἀποστείλαντες ἀνοχὰς ἐποιήσαντο τοῦ πολέμου ἑξαετεῖς, Τυρρηνοὶ δὲ ὀργῇ φέροντες ὅτι ἥττηντό τε ὑπὸ Ῥωμαίων πολλάκις καὶ ὅτι τοὺς αἰχμαλώτους αὐτοῖς ὁ Ταρκύνιος οὐκ ἀπεδίδου πρεσβευσαμένοις, ἀλλʼ ἐν ὁμήρων κατεῖχε λόγῳ, ψήφισμα ποιοῦνται πάσας τὰς τῶν Τυρρηνῶν πόλεις κοινῇ τὸν κατὰ Ῥωμαίων πόλεμον ἐκφέρειν, τὴν δὲ μὴ μετέχουσαν τῆς στρατείας ἔκσπονδον εἶναι.
さて、サビニー人たちは当時の災厄に強いられて自らの敗北を認め、使節を派遣して6年間の戦争の休戦を結んだ。 一方、エトルリア人たちは、ローマ人に何度も敗北していたこと、また自分たちが使節を派遣したにもかかわらず、タルクィニウスが捕虜を返還せず、むしろ人質同然に留め置いていたことに憤慨し、すべてのエトルリアの都市が共同してローマ人に対する戦争を遂行し、その遠征に参加しない都市は同盟から除外されるという決議を下した。
§3.57.2ταῦτʼ ἐπικυρώσαντες ἐξῆγον τὰς δυνάμεις καὶ διαβάντες τὸν Τέβεριν ἀγχοῦ Φιδήνης τίθενται τὰ ὅπλα.
彼らはこれらを承認すると、軍勢を率いて出発し、ティベリス川を渡ってフィデナエの近くに陣を構えた。
γενόμενοι δὲ τῆς πόλεως ταύτης ἐγκρατεῖς διὰ προδοσίας στασιασάντων πρὸς ἀλλήλους τῶν ἐν αὐτῇ καὶ πολλὰ μὲν σώματα λαβόντες, πολλὴν δὲ λείαν ἐκ τῆς Ῥωμαίων χώρας ἐλαύνοντες ἀπῆλθον ἐπʼ οἴκου, φρουρὰν ἐν τῇ Φιδήνῃ καταλιπόντες ἀποχρῶσαν.
そして、市内の人々が互いに内紛を起こしたことによる裏切りによってこの都市を手中に収め、多くの捕虜を捕らえ、ローマの領域から多くの略奪品を追って故郷へ引き揚げたが、その際、フィデナエに十分な守備隊を残した。
αὕτη γὰρ ἡ πόλις ὁρμητήριον αὐτοῖς ἔσεσθαι κράτιστον ἐδόκει τοῦ κατὰ Ῥωμαίων πολέμου.
というのも、この都市こそが、ローマ人に対する戦争のための、彼らにとって最良の拠点になると思われたからである。
§3.57.3βασιλεὺς δὲ Ταρκύνιος εἰς τοὐπιὸν ἔτος Ῥωμαίους τε σύμπαντας καθοπλίσας καὶ παρὰ τῶν συμμάχων ὅσους ἐδύνατο πλείστους παραλαβὼν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους ἔαρος ἀρχομένου, πρὶν ἐκείνους συναχθέντας ἐξ ἁπασῶν τῶν πόλεων ἐπʼ αὐτὸν ὡς πρότερον ἐλθεῖν·
タルクィニウス王は翌年、すべてのローマ人を武装させ、同盟者たちからもできるだけ多くの軍勢を率いて、敵がすべての都市から集結して以前のように自分に向かって進攻してくる前に、春の初めに出撃した。
καὶ διελὼν εἰς δύο μοίρας ἅπασαν τὴν δύναμιν τῆς μὲν Ῥωμαῖκῆς στρατιᾶς αὐτὸς ἡγούμενος ἐπὶ τὰς πόλεις τῶν Τυρρηνῶν ἐστράτευσε, τῆς δὲ συμμαχικῆς, ἐν ᾗ τὸ πλεῖστον μέρος ἦν τῶν Λατίνων, Ἠγέριον τὸν ἑαυτοῦ συγγενῆ στρατηγὸν ἀποδείξας ἐπὶ τοὺς ἐν Φιδήνῃ πολεμίους ἐκέλευσε χωρεῖν.
そして全軍勢を二つの部隊に分け、ローマ軍は自ら指揮してエトルリア人の都市群に対して進軍し、ラティウム人が大半を占めていた同盟軍については、自身の親族であるエゲリウスを将軍に任命して、フィデナエにいる敵に対して進軍するよう命じた。
§3.57.4ἡ μὲν οὖν συμμαχικὴ πλησίον τῆς Φιδήνης τὸν χάρακα οὐκ ἐν ἀσφαλεῖ χωρίῳ θεμένη διὰ τὸ καταφρονεῖν τῶν πολεμίων ὀλίγου τινὸς ἐδέησεν πᾶσα διαφθαρῆναι·
そこで、同盟軍は敵を侮っていたために、フィデナエの近くで安全ではない場所に陣を構えた結果、全滅する寸前まで追い込まれた。
οἱ γὰρ ἐν τῇ πόλει φρουροὶ βοήθειαν ἑτέραν παρὰ Τυρρηνῶν κρύφα μεταπεμψάμενοι καὶ φυλάξαντες καιρὸν ἐπιτήδειον ἐξελθόντες ἐκ τῆς πόλεως τόν τε χάρακα τῶν πολεμίων ἔλαβον ἐξ ἐφόδου φαύλως φυλαττόμενον καὶ τῶν ἐξεληλυθότων ἐπὶ §3.57.5τὰς προνομὰς πολὺν εἰργάσαντο φόνον.
なぜなら、市内の守備隊はエトルリア人から別の援軍を密かに呼び寄せ、好機を見計らって市から出撃し、不十分にしか守られていなかった敵の陣営を不意打ちで占領し、食糧調達のために出かけていた者たちを数多く虐殺したからである。
ἡ δὲ Ῥωμαίων δύναμις ἧς Ταρκύνιος ἡγεῖτο τὴν Οὐιεντανῶν κείρουσα καὶ λεηλατοῦσα χώραν καὶ πολλὰς ὠφελείας ἐξενεγκαμένη συνελθούσης ἐξ ἁπασῶν τῶν Τυρρηνίδων πόλεων μεγάλης τοῖς Οὐιεντανοῖς ἐπικουρίας εἰς μάχην καταστᾶσα νίκην ἀναμφίλογον ἀναιρεῖται·
一方、タルクィニウスが率いるローマの軍勢は、ウェイイ人の領土を荒らし略奪し、多くの戦利品を獲得していたが、すべてのエトルリアの都市からウェイイ人のもとへ集結した大軍の援助に遭遇して戦闘に入り、明白な勝利を収めた。
καὶ μετὰ τοῦτο διεξιοῦσα τὴν χώραν τῶν πολεμίων ἀδεῶς ἐπόρθει γενομένη τε πολλῶν μὲν σωμάτων ἐγκρατής, πολλῶν δὲ χρημάτων οἷα ἐξ εὐδαίμονος χώρας, τελευτῶντος ἤδη τοῦ θέρους οἴκαδε ἀπῄει.
そしてこの後、敵の領土を恐れることなく通過しながら略奪し、豊かな土地にふさわしい多くの捕虜と多大な財貨を手に入れ、すでに夏の終わりになって故郷へ引き揚げた。